1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

7

καὶ τὸν Υἱὸν ὁμολογεῖτε ὁμοούσιον τῷ Πατρὶ καὶ τὸ Πνεῦμα τὸ ἅγιον, ὡς τὴν σάρκα τὴν παθοῦ σαν· καὶ τί ἔτι ἡμᾶς μέμφεσθε, ὡς τετράδα ἀντὶ Τριάδος λέγοντας, αὐτοὶ τετράδα ἀντὶ Τριάδος καὶ ἄκοντες ὁμολογοῦντες, λέγοντες ὁμοουσίαν εἶναι τῇ Τριάδι τὴν σάρκα; Τοίνυν ματαία ἡ πίστις ὑμῶν ἐστιν· ἴσα γὰρ φρονεῖτε τῶν ἀσεβῶν Ἀρειανῶν, κακῶς ἐκλαμβάνοντες τὸ, Ὁ Λόγος σὰρξ ἐγέ νετο. Ὁ Λόγος δὲ σὰρξ ἐγένετο, οὐχ ἵνα ὁ Λόγος μηκέτι ᾖ Λόγος· ἀλλ' ἵνα ἐν σαρκὶ ᾖ ὁ Λόγος, σὰρξ ἐγένετο, ἵνα καὶ ὁ Λόγος ἀεὶ ᾖ Λόγος, καὶ σάρκα ἔχῃ ὁ Λόγος, ἐν ᾗ τὸ πάθος καὶ τὸν θάνατον ἀνεδέ ξατο ἐν μορφῇ τῇ ἀνθρωπίνῃ, μέχρι τάφου καὶ ᾅδου ἐπιβὰς, ἐν ᾗ καὶ τὴν ἀνάστασιν τὴν ἐκ νεκρῶν πεποίηται, σαρκὸς καὶ αἵματος καὶ ψυχῆς τὴν ἐπίδει 26.1116 ξιν ποιησάμενος ὁ Θεὸς Λόγος διὰ ἰδίας καὶ ἀδιαιρέτου σαρκὸς, ὡς γέγραπται, ἐκ σπέρματος ∆αβίδ. Τί γὰρ ἕτερον παρ' ὑμᾶς εἴρηκε Μαρκίων; Οὐχὶ οὐρα νοφανὲς τὸ σῶμα ἐν ὁμοιώσει ἀνθρωπίνῃ, καὶ οὐκ ἀληθείᾳ; Τί δὲ ἄλλο εἴρηκε Μανιχαῖος; Οὐ θεο ειδὲς, οὐ τὸ σῶμα ἐν ὁμοιώσει τῇ καθ' ἡμᾶς μόνῃ, ἀλλότριον δὲ σαρκὸς ἀνθρωπίνης, ἧς τὴν φύσιν ἁμαρ τίαν λέγει ἀσεβῶν, καὶ οὐ τὴν πρᾶξιν; Τοιαύτη τού των ἡ ἀσέβεια. ∆ιὸ οὐ δεῖ τὸν εὐσεβοῦντα τοιαύταις χρῆσθαι ἐπινοίαις· ἀλλ' ὅτι ὁ πρὸ τῶν αἰώνων ὁμοούσιος ὢν Λόγος τῷ Πατρὶ, ἐπ' ἐσχάτων ἐκ τῆς ἁγίας καὶ Θεοτό κου Παρθένου τὴν τοῦ Ἀδὰμ πλάσιν καὶ ποίησιν καινὴν ἀνεστήσατο, ἰδιοποιησάμενος καθ' ἕνωσιν· καὶ οὕτως ὤφθη ἄνθρωπος ὁ Χριστὸς, ὁ πρὸ αἰώνων Θεός. Καί ἐσμεν ἡμεῖς μέλη Χριστοῦ, ὡς γέγραπται, ἐκ τῆς σαρκὸς αὐτοῦ καὶ ἐκ τῶν ὀστέων αὐτοῦ. Τίς οὖν ἡ τοσαύτη ὑμῶν φιλονεικία τῶν ἐφευρέσεων, ὥστε ἀνθρωπίνῃ φρονήσει ὑπὲρ τὴν ἀνθρωπίνην νόησιν ὁρίζεσθαι, λέγοντες· Ἀντὶ τοῦ ἔσωθεν ἐν ἡμῖν ἀνθρώπου νοῦς ἐπουράνιος ἐν Χριστῷ; Ὢ τῆς ἀθέ σμου γνώμης, καὶ τῶν ἀσθενῶν καὶ ἀπρεπῶν ῥημά των, τῶν μὴ νοούντων πρῶτον τοῦτο, ὅτι Χριστὸς μονοτρόπως οὐ λέγεται, ἀλλ' ἐν αὐτῷ τῷ ὀνόματι ἑνὶ ὄντι ἑκατέρων τῶν πραγμάτων δείκνυται σημασία, θεότητός τε καὶ ἀνθρωπότητος. ∆ιὸ καὶ ἄνθρωπος λέγεται ὁ Χριστὸς, καὶ Θεὸς λέγεται ὁ Χριστὸς, καὶ Θεὸς καὶ ἄνθρωπός ἐστιν ὁ Χριστὸς, καὶ εἷς ἐστιν ὁ Χριστός. Μάταιον οὖν ὑμῶν τὸ σόφισμα ἐπιχειρούντων ἕτερόν τι παρὰ τὸν Χριστὸν ἐν αὐτῷ θεωρεῖν. Οἱ μὲν γὰρ καταχρηστικῶς λεγόμενοι Χριστοὶ, ἴσως καθ' ὑμᾶς ἂν θεωροῖντο· ὁ δὲ κατὰ φύσιν μόνος ἀληθινὸς Χριστὸς οὐχ ὑπὸ ἀνθρωπίνου λογισμοῦ διαγραφήσεται, ὥσπερ ὑμεῖς τολμᾶτε, καὶ αὐθάδεις γεγόνατε. Οὐδὲ γὰρ προφήτης, οὐδὲ ἀπόστολος, οὔτε τις τῶν εὐαγγελιστῶν ταῦτα ἐφθέγξατο, ἃ ὑμεῖς λαλεῖν ἐπιχειρεῖτε, ἀναιδεῖς τὴν ψυχὴν γεγονότες. Εἰ γὰρ ἕτερός ἐστιν ὁ Χρι στὸς παρὰ τὸν ἐπουράνιον νοῦν τὸν ἐν αὐτῷ γενόμενον, τέλειος δὲ καὶ ὁ νοῦς, δύο ἄρα καθ' ὑμᾶς· καὶ ὅπερ δυσφημεῖν δοκεῖτε, τοῦτο ἐλέγχεσθε φρονοῦντες. Νοῦν δὲ ἐπουράνιον καὶ οἱ προφῆται ἐσχήκασιν, οἱ τὰ ἐπουράνια καὶ τὰ μέλλοντα ὡς παρόντα λαλήσαν τες. ∆ιατί δὲ ὅλως ταῦτα λέγειν ἐπινοεῖτε, ὡς τοῦ ἔσωθεν ἡμῶν ἀνθρώπου οὐχ ὁμολογουμένου ἐν Χριστῷ; Τί οὖν περὶ τῆς ψυχῆς ἐρεῖτε, ὅτι καὶ τὸ σῶμα καὶ ἡ ψυχὴ ὁ ἔξωθέν ἐστιν ἄνθρωπος, ὡς ἂν 26.1117 εἴποι τις, τὸ αἷμα καὶ τὴν σάρκα; Ἀλλ' ὥσπερ τὸ σῶμα καὶ τὸ αἷμα οὐ διαφεύγουσι τὴν ψηλάφησιν καὶ τὴν τρῶσιν ὁρατὰ ὄντα, δείξατε ἡμῖν καὶ τὴν ψυχὴν μὴ διαφεύγουσαν ταῦτα, καὶ ὁρατὴν οὖσαν. Ἢ, εἰ μὴ δύνασθε δεῖξαι, φανερός ἐστιν ὁ λόγος, ὅτι οὔτε ὁρᾶ ται ψυχὴ, οὔτε ἀποκτείνεται ὑπὸ ἀνθρώπου ὥσπερ τὸ σῶμα, καθὼς εἴρηκεν ὁ Κύριος. Πείσθητε οὖν, ὅτι ὁ ἔσωθεν ἡμῶν ἄνθρωπός ἐστιν ἡ ψυχή· τοῦτο καὶ τῆς πρώτης πλάσεως δεικνυούσης, καὶ τῆς δευ τέρας διαλύσεως δηλούσης· οὐ μόνον ἐφ' ἡμῖν τού των δεικνυμένων, ἀλλὰ καὶ ἐν αὐτῷ τῷ θανάτῳ τοῦ Χριστοῦ ἐδείκνυτο· τὸ μέν τοι, μέχρι τάφου φθάσαν· ἡ δὲ, μέχρι ᾅδου διαβᾶσα. ∆ιαιρετῶν δὲ ὄντων τῶν τόπων πολλῷ τῷ μέτρῳ, καὶ τοῦ μὲν τάφου σωματι κὴν ἐπιδεχομένου τὴν ἐπίβασιν, ἐκεῖσε παρῆν τὸ σῶμα, τοῦ δὲ ᾅδου ἀσώματον. Πῶς ἐκεῖ παρὼν ὁ Κύριος ἀσωμάτως, ὡς