1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

17

ἀτονῶν ἔλεγε· Τίς οὗτος ὁ παραγενόμενος ἐξ Ἐδὼμ, τουτέστιν, ἐκ γῆς ἀνθρώπων, διαβαίνων βίᾳ μετὰ ἰσχύος; ∆ιὸ καὶ ὁ Κύριος ἔλεγεν· Ἔρχεται ὁ ἄρχων τοῦ κόσμου τούτου, καὶ ἐν ἐμοὶ εὑρίσκει οὐδέν. Καί τοι καὶ ψυχὴν, καὶ σῶμα, καὶ ὅλον τὸν πρῶτον μεμαθήκαμεν ἔχειν τὸν δεύτερον Ἀδάμ. Εἰ γὰρ περὶ ὑπάρξεως ἀνθρώπου ἦν τὸ, οὐδὲν, πῶς τὸ σῶμα εὗρε τὸ ὁρώμενον εἰρηκότος οὐδέν; Ἀλλ' οὐχ εὗρεν ἐν αὐτῷ, ὧν αὐτὸς εἰργάσατο ἐν τῷ πρώτῳ Ἀδάμ· καὶ οὕτως κατελύθη ἡ ἁμαρτία ἐν Χριστῷ· διὰ τοῦτο καὶ ἡ Γραφὴ μαρτυρεῖ· Ὃς ἁμαρτίαν οὐκ ἐποίη σεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. Πῶς οὖν λέγετε, ὅτι ἀδύνατόν ἐστιν ἀναιχμα λώτιστον γενέσθαι τὸν ἅπαξ αἰχμαλωτισθέντα ἄνθρωπον; ἵνα τὸ μὲν ἀδύνατον τῷ Θεῷ προσάγητε, τὸ δὲ δυνατὸν τῷ διαβόλῳ, ἀκατάλυτον αὐτοῦ λέγον τες τὴν ἁμαρτίαν ἐν τῇ φύσει τῶν ἀνθρώπων, ὡς καὶ οἱ ἄλλοι αἱρετικοί· καὶ διὰ τοῦτο ἐληλυθέναι τὴν θεότητα, τὴν μὴ αἰχμαλωτιζομένην, ἐν ὁμοιώσει σαρκὸς καὶ ψυχῆς, ἵνα αὐτὴ ἀναιχμαλώτιστος μείνῃ, καὶ οὕτως ὀφθῇ καθαρὰ δικαιοσύνη. Πότε γοῦν οὐκ ἦν τῆς θεότητος καθαρὰ ἡ δικαιοσύνη; Τίς δὲ ἐν τούτοις ἀνθρώπων εὐεργεσία, εἰ μὴ ταυτότητι ὑπάρξεως καὶ φύσεως καινότητι ὤφθη ὁ Κύριος, ὥς φησιν ὁ Ἀπόστολος· Ἣν ἐνεκαίνισεν ἡμῖν ὁδὸν πρόσφατον καὶ ζῶσαν· λέγων· Ἐγώ εἰμι ἡ ὁδὸς, καὶ ἡ ζωὴ, καὶ ἡ ἀλήθεια; Ἀλλὰ λέγετε, τῇ ὁμοιώ σει καὶ τῇ μιμήσει σώζεσθαι τοὺς πιστεύοντας, καὶ οὐ τῇ ἀνακαινίσει, καὶ τῇ ἀπαρχῇ. Καὶ πῶς πρωτότοκος γέγονεν ἐν πολλοῖς ἀδελφοῖς, καὶ ἀπαρχὴ τῶν κεκοιμημένων Χριστὸς, ὅς ἐστι κεφαλὴ τοῦ σώματος τῆς Ἐκκλησίας; Οὔτε γὰρ πίστις κατὰ δήλου φαινομένη πίστις ἂν λέγοιτο· ἀλλ' ἔστι πίστις ἡ τὸ ἀδύνατον ἐν δυνάμει πιστεύουσα, καὶ τὸ ἀσθενὲς ἐν ἰσχύϊ, καὶ τὸ παθητὸν ἐν ἀπαθείᾳ, καὶ τὸ φθαρτὸν ἐν ἀφθαρσίᾳ, καὶ τὸ θνητὸν ἐν ἀθανασίᾳ. Τὸ μυστήριον τοῦτο μέγα ἐστὶν, ὥς φησιν ὁ Ἀπό στολος· ἐγὼ δὲ λέγω, εἰς Χριστὸν, καὶ εἰς τὴν Ἐκκλησίαν. Οὐ γὰρ ἦλθεν ἡ θεότης ἑαυτὴν δικαιῶ σαι, οὔτε γὰρ ἥμαρτεν, Ἀλλ' ἐπτώχευσε δι' ἡμᾶς πλούσιος ὢν, ἵνα ἡμεῖς τῇ ἐκείνου πτω χείᾳ πλουτήσωμεν. Πῶς δὲ ἐπτώχευσεν ὁ Θεός; 26.1152 ὅτι τὴν πτωχεύσασαν φύσιν ἐν ἑαυτῷ ἀνελάβετο, ἐν ἰδίᾳ δικαιοσύνῃ ταύτην προβαλλόμενος ὑπὲρ ἀνθρώπων πάσχουσαν καὶ ὑπὲρ ἀνθρώπους οὖσαν, καὶ ἐξ ἀνθρώπων φανερωθεῖσαν, καὶ Θεοῦ ὅλην γε νομένην. Εἰ γὰρ μὴ πρωτότοκος ἐγεγόνει ἐν πολλοῖς ἀδελφοῖς, πῶς ἂν πρωτότοκος ὤφθη ἐκ τῶν νεκρῶν; Πῶς οὖν λέγετε, ὁ Θεὸς ὁ διὰ σαρκὸς πα θὼν καὶ ἀναστάς; Φεῦ τῆς ἀτοπίας καὶ τῆς βλασφη μίας! Ἀρειανῶν τὰ τοιαῦτα τολμήματα. Ἐκεῖνοι γὰρ τὴν τοιαύτην βλασφημίαν προβάλλονται ἀδεῶς, προσποιητῶς ὀνομάζειν Θεὸν τὸν Υἱὸν τοῦ Θεοῦ μεμαθηκότες· καίτοι τῆς Γραφῆς διδασκούσης, ὅτι διὰ Θεοῦ ἐν σαρκὶ αὐτοῦ τὸ πάθος γέγονε, καὶ οὐχὶ Θεὸς διὰ σαρκὸς ἔπαθεν. Οἱ τοίνυν τῆς ὁμοουσιότητος τὴν ὁμολογίαν προϋπισχνούμενοι πῶς εἰς πάθος καθέλκετε τὸ ἀδιαίρετον ὄνομα; τὴν ἀμέριστον φύσιν, τὴν ἄφραστον θεότητα, τὴν ἄτρεπτον καὶ ἀναλλοίωτον ὁμοουσιότητα εἰς πάθος καθέλκοντες, καὶ ἐξ ἀναστάσεως ὁμολογοῦντες; Εἰ μὲν γὰρ ἐξ ἑαυτοῦ μεταποιήσας σάρκα ὁ Λόγος μέχρι πάθους κεχώρηκε, μηδὲν πα θητικὸν ἢ ἀνάστασιν ἐπιδεχόμενον ἐν ἑαυτῷ προσλα βόμενος, αὐτὸς ἂν εἴη ὁ παθὼν καὶ ἀναστὰς ἐκ νε κρῶν· ἔσται δὲ κοινὸν τῆς Τριάδος τὸ πάθος κατὰ Οὐα λεντῖνον, ἀδιαιρέτου ἐκ Πατρὸς τοῦ Λόγου τυγχάνοντος κατὰ τὴν θείαν φύσιν. Εἰ δὲ ταῦτα οὕτω νοεῖν βού λεσθε, τίς ἡ διὰ τῶν προφητῶν ἐπαγγελία, ἢ τῶν εὐαγγελιστῶν ἡ γενεαλογία, ἢ τῶν ἀποστόλων ἡ μαρ τυρία, ἢ τῆς μητρὸς Μαρίας ἡ παράστασις, ἢ τῆς ἡλικίας ἡ αὔξησις, ἢ τῆς βρώσεως ἡ ἐπίδειξις, ἢ τῆς κατὰ πάντα συμπαθείας ἡ ἔνδειξις, ἢ τοῦ ὀνό ματος ἡ προσαγωγὴ, ἢ ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ υἱὸς ἀνθρώπου γέγονεν, ἢ ὅτι ἄνθρωπος Ἰησοῦς Χριστὸς, ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ ἡμῶν; ἢ ὅτι δεῖ τὸν Υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν καὶ ἀποκτανθῆναι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐκ νεκρῶν ἀναστῆναι; Εἰ δὲ μὴ πιστεύετε, ὅτι παθητὸς ὁ Χριστὸς, ἐπειδὴ ἄνθρωπος·