1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

6

∆εσπότην, καὶ Θεὸν ἀληθινόν. Ἀλλὰ ἀναιρεῖν βούλεσθε τὸ τοῦ σώματος ὄνομα, ἢ τὸ ἔτι λέγεσθαι ἄνθρωπον τὸν Χριστόν. Πῶς ἔτι τὰς θείας Γραφὰς ἀναγινώσκειν δύνασθε; τοῦ μὲν Ματθαίου γράφοντος· Βίβλος γε νέσεως Ἰησοῦ Χριστοῦ, υἱοῦ ∆αβὶδ, υἱοῦ Ἀβραάμ· τοῦ δὲ Ἰωάννου· Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν· καὶ Θεὸς ἦν ὁ Λόγος. Λό 26.1112 γον δὲ καὶ Θεὸν καὶ υἱὸν ∆αβὶδ εἰ κατὰ διαίρε σιν βούλεσθε θεωρεῖν, δύο καθ' ὑμᾶς ἂν λέγοιντο· εἰ δὲ πιστεύοιτε, διδασκόμενοι ἀπὸ τῶν θείων Γρα φῶν, ὅτι Θεὸς ὢν ὁ Λόγος υἱὸς ἀνθρώπου γέγονε, γνώσεσθε, ὅτι εἷς ἐστιν ὁ Χριστὸς, καὶ Θεὸς καὶ ἄν θρωπος ὁ αὐτός· ἵνα τὸ διπλοῦν κήρυγμα τῆς αὐτοῦ ἐπιδημίας εὐαπόδεικτον ἔχῃ τὴν πεισμονὴν τοῦ τε πάθους καὶ τῆς ἀπαθείας. Ὡς ὅταν λέγει ὁ Ἀπόστολος· Ἄνθρωπος Χριστὸς Ἰησοῦς, ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ ἡμῶν, ὁ ὢν ἐπὶ πάντων Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν. Καὶ Τιμοθέῳ δὲ γράφων ἔλεγε· Μνημόνευε Χριστὸν Ἰη σοῦν ἐγηγερμένον ἐκ νεκρῶν ἐκ σπέρματος ∆α βίδ· καὶ ὁ αὐτὸς δὲ πάλιν· Τὸν θάνατον αὐτοῦ καταγγέλλομεν, ἄχρις οὗ ἔλθῃ. Εἰ οὖν ἐκ τῆς ὁμολογίας τοῦ ὁμοουσίου ἀναι ρεῖτε τῆς σαρκὸς τὸ ὄνομα, καὶ τὸ ἄνθρωπον λέγεσθαι τὸν Χριστόν· ἢ οὐκέτι τὸν θάνατον αὐτοῦ κατ αγγέλλετε, ἄχρις οὗ ἔλθῃ, ἀναιροῦντες τὰς Γραφάς· ἢ τὸν θάνατον καταγγέλλοντες καθ' ὑμᾶς τοῦ ὁμοου σίου τοῦ Πατρὸς καὶ τοῦ ἁγίου Πνεύματος· μὴ ὁμολογοῦντες σαρκὶ πεπονθέναι τὸν Χριστὸν, καὶ αὐτὴν τοῦ Πατρὸς τὴν θεότητα καὶ τοῦ ἁγίου Πνεύμα τος ἐρεῖτε δεκτικὴν εἶναι θανάτου· καὶ γεγόνατε ἀσεβέστεροι πάντων τῶν αἱρετικῶν. Ὁ γὰρ θάνατος τῆς σαρκὸς, γέγονε τοῦ ὁμοουσίου Λόγου. Οὐδὲ γὰρ ὁ Πατὴρ σάρκα ἐφόρεσεν, οὐδὲ τὸ ἅγιον Πνεῦμα, ὡς οἱ κατὰ Οὐαλεντῖνον ἀσεβοῦντες φαντάζονται· ἀλλ' ὁ Λόγος σὰρξ ἐγένετο. ∆ιὸ ἡμεῖς, ὁμολογοῦντες Θεὸν καὶ ἄνθρωπον τὸν Χριστὸν, οὐ διαιρέσεως ἕνεκεν ταῦτα λέγομεν, μὴ γένοιτο! ἀλλὰ πάλιν κατὰ τὰς Γραφὰς, ἵνα πάθους καὶ θανάτου γενομένου καὶ καταγγελλομένου, ἄχρις οὗ ἔλθῃ, ἐπὶ μὲν τῆς σαρκὸς τοῦ Λόγου τὸ πάθος καὶ τὸν θάνατον ὁμολογῶμεν, αὐτὸν δὲ τὸν Λόγον, ἄτρεπτον καὶ ἀναλλοίωτον πιστεύωμεν. ∆ιὸ αὐτός ἐστιν ὁ παθὼν καὶ μὴ παθών· τῇ μὲν θεϊκῇ φύσει ἀπαθὴς καὶ ἄτρεπτος καὶ ἀναλλοίωτος ὢν, τῇ δὲ σαρκὶ παθὼν, ὡς εἶπεν ὁ Πέτρος, καὶ θανάτου γεύσασθαι θελήσας· ὅτι γέγονε μεσίτης Θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Χριστὸς, ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ ἡμῶν· 26.1113 καὶ πάλιν· Ὅτι γέγονε μεσίτης Θεοῦ καὶ ἀνθρώπων. Ὁ δὲ μεσίτης ἑνὸς οὐκ ἔστιν· ὁ δὲ Θεὸς εἷς ἐστιν. ∆ιὸ πλανῶνται καὶ οἱ λέγοντες, ὅτι ἄλλος ἐστὶν ὁ παθὼν Υἱὸς, καὶ ἄλλος ὁ μὴ παθών. Οὐ γὰρ ἕτερός ἐστι παρὰ τὸν Λόγον, ὁ τὸν θάνατον καὶ τὸ πάθος ἀναδεδεγμένος· ἀλλ' αὐτὸς ὁ ἀπαθὴς καὶ ἀσώματος Λόγος, γενέσεως σαρκὸς ἀνθρωπίνης ἀνα σχόμενος, τὰ πάντα πεπλήρωκεν, ἵνα ἔχῃ τι, ὃ προσενέγκῃ ὑπὲρ ἡμῶν. Καὶ λέγεται κρείττων γενόμε νος τῶν ἀγγέλων· οὐκ αὐτὸς ὁ ποιητὴς τῶν ἀγ γέλων Λόγος κρείττων γέγονεν, ὡς ἥττων ὤν ποτε, ἀλλὰ ἡ μορφὴ τοῦ δούλου, ἣν αὐτὸς ὁ Λόγος ἰδιο ποιήσατο φυσικῇ γεννήσει, κρείττων ἀνατείλασα ἐκ τῆς τοῦ πρωτοπλάστου γενέσεως, καὶ ἡμᾶς προσ οικειοῦται, ὡς εἴρηται, συμπολίτας τῶν ἁγίων καὶ οἰκείους Θεοῦ γενομένους· καὶ κατὰ φύσιν Θεοῦ γέγονεν, ἰδία οὐχ ὁμοούσιος οὖσα ἡ σὰρξ τῆς τοῦ Λόγου θεότητος, ὡς συναΐδιος· ἀλλὰ ἰδία κατὰ φύσιν γενομένη, καὶ ἀδιαίρετος κατὰ ἕνωσιν, ἐκ σπέρ ματος ∆αβὶδ, καὶ τοῦ Ἀβραὰμ, καὶ τοῦ Ἀδὰμ, ἐξ οὗ καὶ ἡμεῖς γεγεννήμεθα. Εἰ δὲ ὁμοούσιος τοῦ Λόγου ἡ σὰρξ καὶ συναΐδιος, ἐκ τούτου ἐρεῖτε καὶ τὰ πάντα κτίσματα συναΐδια τῷ τὰ πάντα κτίσαντι Θεῷ. Καὶ πῶς ἔτι Χριστιανοὶ, οἱ τοιαύταις συμπλεκόμενοι στραγγαλιαῖς; Τὸ γὰρ ὁμοούσιον καὶ ἀπαθὲς καὶ ἀνεπίδεκτον θανάτου, πρὸς τὸ ὁμοούσιον ἕνωσιν καθ' ὑπόστασιν οὐκ ἐπιδεχόμενόν ἐστιν, ἀλλὰ κατὰ φύσιν· καθ' ὑπόστασιν δὲ τὴν ἰδίαν τελειότητα ἐκ δεικνύμενον. Ὥστε τῇ νομιζομένῃ ὑμῶν εὐφή μῳ ἐφευρέσει, ἢ τὴν ἐκ τῆς Παρθένου τῆς Θεοτόκου σάρκα ἀρνεῖσθε, ἢ τὴν θεότητα βλασφημεῖτε. Εἰ δὲ οὕτω