1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

3

τουτέστι τοῦ πρω τοπλάστου Ἀδὰμ, ἣν ἔλαβεν ὁ ἐν μορφῇ Θεοῦ ὑπάρχων Θεός. Ὅλως μὲν οὖν ἐν τοῖς ποιήμασι τὸ λεγόμενον ἄκτιστον, τὸ μηδέπω ὑπάρξαν λέγεται, ὅτι μὴ γέγονε. Μή τι οὖν ἄρα, μήθ' ὅλως γεγο νέναι ἐν τῷ Λόγῳ σάρκα ὑπολαμβάνοντες, εὐφήμῳ λέξει ποιεῖσθαι καὶ τὴν ἄρνησιν εὐθὺς ἐννοεῖτε, ἵνα μηδὲν ἐν τῷ ἀκτίστῳ ὁμολογήσητε. Ἄκτιστος γὰρ ὕπαρξις μόνη ἡ τῆς θεότητος νοεῖται· ὥστε καὶ τὴν ἄκτιστον παθητὴν λέγειν ἀσεβὲς, καὶ τὴν παθητὴν ἄκτιστον ὀνομάζειν. Τὴν γὰρ ποιηθεῖσαν τῆς ἀνθρωπότητος φύσιν, μὴ τῇ ἑνώσει τοῦ Λόγου εἶναι ἰδίαν, ἀλλὰ συναΐδιον, καὶ τῇ τοῦ Θεοῦ φύσει ἐξ ισουμένην τῇ ταυτότητι τῆς φύσεως ἐννοεῖν, ἀσεβές. Σαρκὸς γὰρ καὶ αἵματος καὶ ὀστέων ἐπίδειξιν ἐποιή σατο Κύριος, καὶ ψυχῆς λυπουμένης, καὶ ταραττο μένης, καὶ ἀδημονούσης. Ταῦτα δὲ οὐκ ἄν τις εἴποι φύσιν εἶναι θεότητος· ἴδια δὲ Θεοῦ κατὰ φύσιν 26.1101 γέγονεν, εὐδοκήσαντος τοῦ Λόγου ἀνασχέσθαι γεννήσεως ἀνθρωπίνης, καὶ τὴν ἑαυτοῦ ποίησιν τὴν ἐν ἁμαρτίᾳ καὶ φθορᾷ καὶ θανάτῳ διαχυθεῖσαν ἐν ἑαυτῷ συστήσασθαι ἐν εἰκόνι καινότητος. ∆ιὸ τῆς μὲν ἁμαρτίας τὴν κατάκρισιν ἐπὶ γῆς ἐποιήσατο· τῆς δὲ κατάρας τὴν καθαίρεσιν ἐπὶ ξύλου· τῆς τε φθορᾶς τὴν ἀπολύτρωσιν ἐν τῷ τάφῳ· καὶ τοῦ θανάτου τὴν κατάλυσιν ἐν τῷ ᾅδῃ· παντὶ ἐπιβὰς τόπῳ, ἵνα τοῦ σύμπαντος ἀνθρώπου τὴν σωτηρίαν κατεργάσηται, μορφὴν τῆς ἡμετέρας εἰκόνος ἐν ἑαυτῷ ἐπιδεικνύμενος. Ἐπεὶ τίς ἦν χρεία Θεῷ γεννήσεως τῆς ἐκ γυναικὸς ἀνασχέσθαι; αὐξήσεώς τε ἡλικίας, καὶ ἐτῶν ἀριθμήσεως τῷ ποιητῇ τῶν αἰώνων; ἢ πάλιν σταυροῦ, ἢ τάφου, ἢ ᾅδου, οἷς ἡμεῖς ὑποπεπτώκαμεν, εἰ μὴ ἡμᾶς ἐζήτει, διὰ τῆς καθ' ἡμᾶς μορφῆς ζωοποιῶν ἡμᾶς καὶ εἰς ὁμοίωσιν καὶ μίμησιν τελείας εἰκόνος προσκαλούμενος; Μί μησις δὲ πῶς ἂν γένοιτο πρὸς τελειότητα, μὴ προϋπ αρξάσης τῆς ἀνενδεοῦς τελειότητος; κατὰ τὸν λέ γοντα Ἀπόστολον· Ἀπεκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον, καὶ ἐνδυσάμενοι τὸν νέον τὸν κατὰ Θεὸν κτισθέντα, ἐν ὁσιότητι καὶ δικαιοσύνῃ τῆς ἀληθείας. Πόθεν οὖν διδαχθέντες, λέγετε ἄκτιστον; Εἰ τοίνυν φύσις ἐκ μεταποιήσεως ἄκτιστος γίνεται, ἄρα καὶ ἀόρατος καὶ ἀθάνατος· οὐκ ἐκ θανάτου, ἀλλ' ἀνεπίδεκτος θανάτου. Πῶς οὖν ἀπέθανεν ὁ Κύριος, εἰ ὁ ἄκτιστος ἀκτίστως ἐπεδήμησεν ἐπὶ γῆς; ἢ πῶς ὁρατὸς καὶ ψηλαφητὸς γέγονεν; ὡς γέγρα πται· Ὃ ἑωράκαμεν, καὶ αἱ χεῖρες ἡμῶν ἐψηλά φησαν. Πῶς οὖν λέγετε, ἃ μὴ γέγραπται, μήτε θέμις ἐννοεῖν; ∆ώσετε γὰρ πᾶσιν αἱρετικοῖς κατὰ τὴν τοῦ ποτὲ λεγομένου Ῥητορίου ἔννοιαν ἀσεβεστά την, οὗ καὶ τὴν ἀσέβειαν ἐξειπεῖν φοβερόν. Ἢ τοί νυν ἀρνήσασθε τὰς θείας Γραφὰς, ἢ ταύτας ὁμολογοῦντες, μὴ ἕτερα παρὰ τὰ γεγραμμένα ἐπινοεῖτε λαλεῖν ῥήματα ἀπάτης ἀνιάτου. Ἀλλὰ πάλιν λέγετε, ὅτι Ἡμεῖς κτίσματι οὐ προσκυνοῦμεν. Ὦ ἀνόητοι! διὰ τί οὐ λογίζεσθε, ὅτι καὶ ποιηθὲν τὸ σῶμα τοῦ Κυρίου οὐ κτιστὴν ἀποφέρεται τὴν προσκύνη σιν; Τοῦ γὰρ ἀκτίστου Λόγου γέγονε σῶμα· οὗ γὰρ σῶμα γέγονε, τούτῳ προσάγετε καὶ τὴν προσκύνη σιν. Ἄρ' οὖν καὶ προσκυνεῖται ὀφειλομένως, καὶ θεϊκῶς προσκυνεῖται· Θεὸς γὰρ ὁ Λόγος ἐστὶν, οὗ τὸ σῶμα ἴδιον τυγχάνει· ἐπεὶ καὶ ὅτε προσῄεσαν αἱ γυναῖκες τῷ Κυρίῳ, διακωλύων ἔλεγε, Μή μου ἅπτου· οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν Πατέρα μου, ση μαίνων, ὅτι χρεία ἀναβάσεως, καὶ ὅτι μία ἔσται ἡ 26.1104 ἀνάβασις. Ὅμως, προσελθοῦσαι, ἐκράτησαν αὐτοῦ τοὺς πόδας, καὶ προσεκύνησαν. Πόδας ἐκράτη σαν, Θεὸν προσεκύνησαν. Πόδας ὀστέων καὶ σαρκὸς ἔχοντας ψηλάφησιν, ἀλλὰ Θεοῦ ὄντας, προσεκύνησαν Θεόν. Καὶ ἀλλαχοῦ δὲ ὁ Κύριος ἔλεγε, Ψηλαφή σατέ με καὶ γνῶτε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα, καίτοι πνεῦμα ὢν αὐτός· Πνεῦμα γὰρ ὁ Θεός. Καὶ λέγων ἔχειν, καὶ ἐπίδειξιν ποιούμενος, πῶς ἔλεγεν, ὅτι Πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ, φησὶν, οὐχὶ ὄντα, ἀλλ' ἔχοντα θεωρεῖτε, ἢ τοῦτο διδάσκων, ὅτι ἡ τοῦ πνεύματος φύσις ἄῤῥητός ἐστιν· αὕτη δὲ ἡ ψηλάφησις σώματος τοῦ καθ' ἡμᾶς ἐστιν, ὅπερ ἑαυτῷ περιεποιήσατο ἐκ Παρθένου, οὐκ ἐνεργείας τόπῳ, ἀλλὰ φυσικῇ