1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

15

ἦλθεν ὁ Υἱὸς τοῦ Θεοῦ ταύτην ἐν τῇ ἰδίᾳ φύσει καταστήσα σθαι ἐκ νέας ἀρχῆς καὶ γενέσεως θαυμαστῆς· οὐ τὴν ἀρχῆθεν σύστασιν καταμερίσας, ἀλλὰ τὴν ἐπι σπαρεῖσαν ἀθέτησιν ἀθετήσας, ὡς μαρτυρεῖ ὁ προ φήτης, λέγων· Πρὶν ἢ γνῶναι τὸ παιδίον ἀγαθὸν ἢ κακὸν, ἀπειθεῖ πονηρίᾳ τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν. Εἰ δὲ μὴ ἐν τῇ ἁμαρτησάσῃ φύσει ἡ ἀναμαρτησία ὤφθη, πῶς κατεκρίθη ἡ ἁμαρτία ἐν τῇ σαρκὶ, μήτε τῆς σαρκὸς τὸ πρακτικὸν ἐχούσης, μήτε τῆς θεότητος ἁμαρτίαν γινωσκούσης; Πῶς δὲ ὁ Ἀπόστολος λέγει· Ὅπου ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις; οὐ τόπον διαγράφων, ἀλλὰ φύσιν ὑποτιθέμενος· Ἵνα, ὥσπερ, φησὶ, δι' ἑνὸς ἀνθρώπου ἡ ἁμαρτία εἰσῆλθεν εἰς τὸν κό σμον, καὶ διὰ τῆς ἁμαρτίας ὁ θάνατος, οὕτω καὶ δι' ἑνὸς ἀνθρώπου Ἰησοῦ Χριστοῦ ἡ χάρις βασι λεύσῃ διὰ δικαιοσύνης εἰς ζωὴν αἰώνιον· ἵνα δι' ἧς φύσεως ἡ προχώρησις τῆς ἁμαρτίας γέγονε, δι' αὐτῆς καὶ ἡ ἐπίδειξις τῆς δικαιοσύνης γένηται· καὶ οὕτω λυθῇ τὰ ἔργα τοῦ διαβόλου, ἐλευθερωθεί σης τῆς ἀνθρώπων φύσεως ἀπὸ τῆς ἁμαρτίας, καὶ δοξασθῇ ὁ Θεός. 26.1144 Ἀλλὰ πάλιν λέγετε· Εἰ ἄνθρωπος ὁ Χριστὸς, μέρος ἔσται τοῦ κόσμου· μέρος δὲ κόσμου κόσμον σῶσαι οὐ δύναται. Ὢ ἐπίνοια ἀπάτης, καὶ ἀπόνοια βλασφημίας! Λεγέτωσαν γὰρ ποίας Γραφῆς οὗτος ὁ ὅρος, ἢ τοῦ διαβόλου σόφισμα· καίτοι τοῦ προφήτου λέγοντος· Ἀδελφὸς οὐ λυτροῦται, λυτρώσεται ἄνθρωπος· καὶ ἀλλαχοῦ· Καὶ ἄνθρωπος ἐγεννήθη ἐν αὐτῇ, καὶ αὐτὸς ἐθεμελίωσεν αὐτὴν ὁ Ὕψιστος. Πῶς οὖν Χριστὸς οὐ σώζει κόσμον, γενόμενος ἄνθρωπος; ὁπότε δὴ πρόδηλον, ὅτι ἐν ᾗ φύσει ἐπράχθη ἡ ἁμαρτία, ἐν αὐτῇ γέγονεν ἡ περισσεία τῆς χά ριτος. Τίς δὲ περισσεία τῆς χάριτος; ὅτι ὁ Λόγος ἅνθρωπος γέγονε, μένων Θεός· ἵνα, καὶ ἄνθρω πος γενόμενος, Θεὸς πιστευθῇ· ὡς καὶ ἄνθρωπος ὢν ὁ Χριστὸς, Θεός ἐστιν, ὅτι Θεὸς ὢν γέγονεν ἄν θρωπος, καὶ σώζει τοὺς πιστεύοντας ἐν ἀνθρώπου μορφῇ. Ἐὰν γὰρ ὁμολογήσῃς Κύριον Ἰησοῦν ἐν τῷ στόματί σου, καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου, ὅτι ὁ Θεὸς ἤγειρεν αὐτὸν ἐκ νεκρῶν, σωθήσῃ. Νέκρωσιν δὲ Θεὸς οὐκ ἐπιδέχεται, οὔτε ἀναστάσεως δέε ται, ἀλλὰ ἐκ νεκρῶν ἀνίστησιν. Ὅθεν χρεία γέγονεν ἔχειν τι τὸν Θεὸν, ὃ προσενέγκῃ ὑπὲρ ἡμῶν, εἴτε ἐν θανάτῳ εἴτε ἐν ζωῇ· ὥστε τούτῳ μᾶλλον σώζει ὁ Λόγος, ὅτι ἄνθρωπος γέγονεν. Ἀλλὰ πάλιν λέγετε· Καὶ πῶς δύναται ἡ ἐν συν ηθείᾳ τῆς ἁμαρτίας γενομένη φύσις, καὶ τὴν διαδο χὴν τῆς ἁμαρτίας διαδεξαμένη, χωρὶς ἁμαρτίας εἶναι; ὅ ἐστιν ἀδύνατον· ἔσται δὲ καὶ ὁ Χριστὸς, ὡς εἷς τῶν ἀνθρώπων. Ταῦτα δὲ καὶ Μαρκίων ἐφρόνη σε· ταύτην καὶ Μανιχαῖος εἰσηγήσατο τὴν γνώ μην, τοῦ ἀνθρώπου τὴν σάρκα καὶ αὐτὴν τὴν γέννη σιν ὑπὸ τὸν ἄρχοντα τῆς κακίας τάσσων, καὶ Ἐξουσια στὴν τοῦτον ἐπιγραφόμενος· ἐπειδὴ ᾧ τις ἥττηται, τούτῳ καὶ δεδούλωται. Τούτων καὶ ὑμεῖς ἀνα νεοῦσθε τὴν γνώμην, καθ' ἕτερον τρόπον τὴν νοερὰν τοῦ ἀνθρώπου φύσιν, ἥτις νοεῖται ψυχὴ, προσεπιδι δόντες, καὶ ἄφευκτον ταύτην τῆς ἁμαρτίας διοριζόμε νοι· κἂν ὅτι μάλιστα καὶ ψυχὴν σαρκικὴν γεγράφατε, πόθεν μαθόντες οὐ συνεπίσταμαι· οὔτε γὰρ ἐκ τῶν ἁγίων Γραφῶν ἔστιν εὑρεῖν τοῦτο, οὔτε ἐν τῷ κοινῷ τῶν ἀνθρώπων λογισμῷ, τοῦ Κυρίου λέγοντος· Μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι. Καὶ πῶς, εἰ σαρκικὴ ἡ ψυχὴ καθ' ὑμᾶς, οὐ συνθνήσκει τῷ σώμα τι, καὶ συμφθείρεται; πῶς δὲ καὶ ὁ Πέτρος, τὰς ἐν 26.1145 ᾅδῃ κατεχομένας ψυχὰς πνεύματα ὀνομάσας, ἔλεγεν· Ἐπορεύθη τοῖς ἐν φυλακῇ κατακεκλει σμένοις πνεύμασιν εὐαγγελίσασθαι τὴν ἀνάστασιν; Ἀλλὰ ὑμεῖς πάντα παρὰ φύσιν λέγετε καὶ ὀνομάζετε, ἵνα μή ποτε κατὰ φύσιν διηγούμενοι τὴν οἰ κονομίαν ἐπαληθεύσητε τῷ Λόγῳ, ὅτι καὶ ἄνθρωπος γέγονεν ἀληθῶς ὁ Λόγος. Εἰρήκατε γὰρ, ὅτι φωνὴ Θεοῦ ἐστιν ἡ λέγουσα, ὅτι Ἔγκειται ἡ διάνοια τοῦ ἀνθρώπου ἐπὶ τὰ πονηρὰ ἐπιμελῶς ἐκ νεότη τος· οὐ νοοῦντες, ὅτι, ἐκ νεότητος, εἰρηκὼς, τὸ ἐξ ἐπισπορᾶς καὶ ἐπίκηρον ἐδήλωσε. ∆ιὰ τοῦτο ὤ μοσε Κύριος τῷ ∆αβὶδ ἀλήθειαν, ἐκ καρποῦ τῆς κοιλίας αὐτοῦ