1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

18

ἀπαθὴς δὲ, ἐπειδὴ Θεός· ἀλλὰ στενοχωρούμενοι λογίζεσθε, ὅτι, ἐὰν ὁμολογήσητε Θεὸν καὶ ἄνθρωπον τὸν Χριστὸν, οὐκ ἔτι ἕνα, ἀλλὰ δύο λέγετε· ἀνάγκη ὑμᾶς ἢ τὴν οἰκονομίαν τοῦ πάθους καὶ τοῦ θανάτου καὶ τῆς ἀναστάσεως δόκησιν λέγειν, κατὰ Μαρκίωνα καὶ τοὺς ἄλ λους αἱρετικοὺς, ἢ τὴν θεότητα τοῦ Λόγου παθη τὴν ὀνομάζειν, κατὰ Ἄρειον καὶ τοὺς κατ' αὐ τόν. 26.1153 Εἰ γὰρ, ἀναγινώσκοντες τὰς θείας Γραφὰς, κατενοήσατε ὅπως ἐν νόμῳ καὶ προφήταις, Εὐαγ γελίοις τε καὶ ἀποστόλοις πανταχοῦ πρῶτον ἄνθρω πον προσαγορεύουσι τὸν Κύριον, καὶ τότε τὸ πάθος προσάγουσιν, ἵνα μήποτε κατὰ τῆς θεότητος βλάσφημον πρόωνται ῥῆμα· διὸ οὔτε γέννησιν τῆς τοῦ Λόγου θεότητος εἰρήκασιν, ἀλλὰ Πατέρα ὁμολογοῦσι, καὶ τὸν Υἱὸν κηρύττουσιν· ἐκ δὲ Μαρίας υἱὸν ∆αβὶδ καὶ τοῦ Ἰωσὴφ γενεαλογοῦσι τὸν Χριστὸν τὸ κατὰ σάρκα τῇ προσλήψει τῆς τοῦ δούλου μορ φῆς, ἵνα τὸ ἀνθρώπινον αὐτοῦ ἐξ ἀνθρώπων πιστευθῇ, καὶ ἐκ Πατρὸς Θεοῦ Θεὸς Λόγος ὁμολογηθῇ, φέρων τὰ ὑπὲρ ἀνθρώπων πάθη, τῷ ἐξ ἀνθρώπων παθη τικῷ μορφώματι ἐν τῷ πάσχοντι σώματι τὴν ἀπάθειαν ἐπιδεικνύμενος, καὶ ἐν τῷ θνήσκοντι τὴν ἀθανασίαν, καὶ ἐν τῷ θαπτομένῳ τὴν ἀφθαρσίαν, καὶ ἐν τῷ πειρασθέντι τὴν νίκην, καὶ ἐν τῷ παλαιωθέντι τὴν καινότητα· ὅτι ὁ παλαιὸς ἡμῶν ἄνθρωπος συνεσταυρώθη· αὕτη γάρ ἐστιν ἡ χάρις· οὐδαμοῦ δὲ θεότης πάθος προσίεται δίχα πά σχοντος σώματος· οὔτε ταραχὴν καὶ λύπην ἐπι δείκνυται δίχα ψυχῆς λυπουμένης καὶ ταραττομένης· οὔτε ἀδημονεῖ καὶ προσεύχεται δίχα νοήσεως ἀδη μονούσης καὶ προσευχομένης· ἀλλὰ γὰρ κἂν μὴ ἡτ τήματι φύσεως συνέβαινε τὰ λεγόμενα, ἀλλ' ἐπιδείξει ὑπάρξεως ἐπράττετο τὰ γινόμενα· πῶς οὖν γεγράφατε, ὅτι Θεὸς ὁ διὰ σαρκὸς παθὼν καὶ ἀναστάς; εἰ γὰρ Θεὸς ὁ διὰ σαρκὸς παθὼν καὶ ἀναστὰς, παθητὸν ἐρεῖτε καὶ τὸν Πατέρα, καὶ τὸν Παράκλητον, ἑνὸς ὄντος τοῦ ὀνόματος, καὶ μιᾶς τῆς θείας φύσεως. Ἐκ δὲ τῆς ῥήσεως ταύτης ἔστι συνιδεῖν ὑμῶν τὴν διάνοιαν, οἵαν ὡς μὴ φοβουμένων τὸν Θεὸν, μήτε πειθομένων ταῖς θείαις Γραφαῖς· τοῦ μὲν Μω σέως περὶ Θεοῦ γράφοντος, ὅτι Ὁ Θεὸς ἡμῶν πῦρ καταναλίσκον· περὶ δὲ τῆς ἐν σαρκὶ αὐτοῦ ἐπιδημίας, προφήτην ἐκ τῶν ἀδελφῶν ὑμῶν λέγει ἀναστησόμενον τὸν Κύριον, καὶ τὴν ζωὴν ἐπὶ ξύ λου κρεμαμένην ὡσανεὶ τοῦ σώματος τοῦ Κυρίου, εἰς ζωὴν ἡμῖν γινομένου· καὶ Ἡσαΐας δὲ βοᾷ περὶ μὲν Θεοῦ λέγων· Θεὸς ὁ μέγας, ὁ αἰώνιος, ὁ κατασκευά σας τὰ ἄκρα τῆς γῆς, οὐ πεινάσει οὐδὲ κοπιάσει, 26.1156 καὶ τὰ ἑξῆς· περὶ δὲ τοῦ πάθους. Ἄνθρωπος ἐν πληγῇ ὢν, καὶ εἰδὼς φέρειν μαλακίαν. Τί δέ ἐστι τὸ, Εἰδὼς φέρειν μαλακίαν; ὅτι ἐκ τοῦ πεπονθό τος τὸ παθητικὸν ἐπεδείκνυτο. ∆ιὰ τοῦτο γὰρ καὶ, Γράψον, φησὶ, γραφίδι ἀνθρώπου ἐν τῷ καινῷ τόμῳ, καὶ οὐ σαρκὸς ἀμόρφου. Καὶ ὁ Ἀπόστο λος δὲ λέγει· Ἄνθρωπος, Χριστὸς Ἰησοῦς, ὁ δοὺς ἑαυτὸν ὑπὲρ ἡμῶν· διὸ καὶ τῷ ἐκ σπέρματος ∆α βὶδ προσάγει τὴν ἀνάστασιν, τὸ κατὰ σάρκα λέγων· περὶ δὲ τῆς θεότητος αὐτοῦ· Ζῶν γὰρ ὁ Λόγος τοῦ Θεοῦ, καὶ ἐνεργὴς, καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον. Καὶ ὁ Κύριος δὲ τὸ πάθος ἐπὶ Υἱοῦ ἀνθρώπου ἵστησι, δεικνὺς τὸ κατὰ σάρκα· περὶ δὲ τῆς θεότητος αὐτοῦ· Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν· καὶ, Οὐδεὶς οἶδε τὸν Υἱὸν, τίς ἐστιν, εἰ μὴ μόνος ὁ Πατήρ. Οὐδαμοῦ δὲ αἷμα Θεοῦ δίχα σαρκὸς παραδεδώκασιν αἱ Γραφαὶ, ἢ Θεὸν διὰ σαρκὸς παθόντα καὶ ἀναστάντα. Ἀρειανῶν τὰ τοιαῦτα τολμήματα, ἐπειδὴ μήτε Θεὸν ἀληθινὸν τὸν Υἱὸν τοῦ Θεοῦ ὁμολογοῦσιν. Αἱ δὲ ἅγιαι Γραφαὶ ἐν σαρκὶ Θεοῦ καὶ σαρκὸς Θεοῦ ἀνθρώπου γενομένου, αἷμα, καὶ πά θος, καὶ ἀνάστασιν κηρύττουσι σώματος Θεοῦ, ἀνάστασιν ἐκ νεκρῶν γενομένην. Ὑμεῖς δὲ, τὸ ἔμπα λιν λέγετε, ὡς σοφώτεροι τῶν ἀποστόλων, καὶ μυστικώτεροι τῶν προφητῶν, καὶ ἐξουσιαστικώτεροι τῶν εὐαγγελιστῶν, ἢ καὶ αὐθεντικώτεροι τοῦ Κυρίου· ἐψευσμένῃ ὑμῶν εὐφημίᾳ ἀπαρνούμενοι μὲν τὴν ἀλήθειαν, κατὰ δὲ τῆς θεότητος φθεγγόμενοι, τῆς οἰκονομίας σαφῶς καὶ ἐπὶ τοῦ σταυροῦ δεικνυμένης, ἐν μὲν προβολῇ αἵματος σαρκὸς βεβαιουμένης· φωνῆς· δὲ