1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

9

προσκατέλιπε τῷ ἄρχοντι τοῦ κόσμου τούτου. Ἢ καὶ διὰ τοῦτο οὐδὲν ηὕρισκεν ἐν αὐτῷ, τελείαν τὴν καινότητα ἐπιδειξαμένου τοῦ Χριστοῦ, ἵνα τελείαν τὴν σωτηρίαν κατεργάσηται ὅλου τοῦ ἀν θρώπου, ψυχῆς λογικῆς καὶ σώματος, ἵνα τελεία ᾖ καὶ ἀνάστασις. Μάτην οὖν Ἀρειανοὶ σοφίζονται, σάρκα μόνην ὑποτιθέμενοι ἀνειληφέναι τὸν Σωτῆρα, τὴν δὲ τοῦ πάθους νόησιν ἐπὶ τὴν ἀπαθῆ θεότητα ἀναφέροντες ἀσεβῶς. Μάτην δὴ καὶ ὑμεῖς καθ' ἑτέραν ἐπίνοιαν, τὰ ἴσα τούτοις φρονοῦντες, λέγετε τῷ περιέχοντι σχήματι, τουτέστι τῷ ὀργανικῷ προσκεχρῆσθαι· ἀντὶ δὲ τοῦ ἔσωθεν ἐν ἡμῖν ἀνθρώπου, νοῦς ἐπουράνιος ἐν Χριστῷ. Καὶ πῶς ἦν λυπούμενος καὶ ἀδημονῶν, καὶ προσευχόμενος; Καὶ, Ἐταράχθη δὲ τῷ πνεύματι ὁ Ἰησοῦς, γέγραπται. Ταῦτα δὲ οὔτε σαρκὸς ἀνοήτου ἂν εἴη, οὔτε θεότητος ἀτρέπτου, ἀλλὰ ψυχῆς νόησιν ἐχούσης, λυπουμένης, καὶ ταραττομένης, καὶ ἀδημονούσης, καὶ νοητῶς ἐπαισθα νομένης τοῦ πάθους. Εἰ δὲ τοίνυν ταῦτα οὕτω νοεῖν οὐ βούλεσθε, τριῶν προσκειμένων νοημάτων, φαντασίας καὶ βλασφημίας καὶ ἀληθείας, ποίαν ἕλοισθε ἄν; Τῷ γὰρ ὑπονοεῖν δοκήσει εἰρῆσθαι τὰ εἰρημένα, φαντασία ἂν νομισθείη καὶ τὰ γενόμενα. Εἰ δὲ ἐπ' ἀληθείας εἴρηται, ἀλλοτρία δὲ καθόλου ἡ ψυχὴ τοῦ Κυ ρίου ἐγεγόνει τῆς ἰδίας νοήσεως, Θεὸν τὸν Λόγον ἔχουσα νοῦν, τετράφθαι τὸ ἄτρεπτον εἰς λύπην, καὶ ἀδημονίαν, καὶ ταραχὴν, τὸ ἐννοεῖν ἀσεβές ἐστι· κἂν λέγῃ τὰ Εὐαγγέλια, ὅτι Ἐταράχθη Ἰησοῦς τῷ πνεύματι· ἀλλὰ δείκνυσι τὸν νοῦν ὁ Κύριος εἰρηκώς· Ἡ ψυχή μου τετάρακται. Εἰ δὴ ψυχῆς ἰδίας νόησιν ὁ Κύριος ἐπιδείκνυται, εἰς συμπάθειαν τῆς ἡμετέρας ψυχῆς, ἵνα οὕτω καὶ αὐτοῦ νοήσωμεν εἶναι τὸ πάθος, καὶ αὐτὸν ἀπαθῆ ὁμολογῶμεν. Ὥσπερ γὰρ τῷ αἵματι τῆς σαρκὸς αὐτοῦ ἐλυτρώσατο ἡμᾶς, οὕτω καὶ τῇ νοήσει τῆς ψυχῆς αὐτοῦ τὴν νίκην ὑπὲρ ἡμῶν ἐπιδείκνυται, λέγων· Ἐγὼ νενίκηκα τὸν κόσμον· καὶ ἀλλαχοῦ δέ· ∆ιδόντι ἡμῖν τὸ νῖκος. Ἀλλ' ὥσπερ τὸ αἷμα οὐκ ἂν κοινὸν τοῖς εὐσεβέσι νοηθείη, ὥσπερ τοῖς ἀπίστοις, ἀλλὰ σωτή ριον· οὕτως καὶ ἡ νόησις λεγομένη, οὐκ ἀνθρωπίνῃ ἀσθενείᾳ περικειμένη, ἀλλὰ Θεοῦ φύσιν ἐπι δεικνυμένη. Καὶ οὕτως ἂν λέγοιτο τέλειος Θεὸς καὶ τέλειος ἄνθρωπος ὁ Χριστός· οὐχ ὡς τῆς θεϊκῆς τε 26.1124 λειότητος εἰς ἀνθρωπίνην τελειότητα μεταποιηθείσης, ὅ ἐστιν ἀσεβές· οὔτε μὴν ὡς δύο τελειοτήτων κατὰ διαίρεσιν ὁμολογουμένων, ὅ ἐστιν ἀλλότριον εὐσεβείας· οὔτε δὲ κατὰ προκοπὴν ἀρετῆς, καὶ πρόσληψιν δικαιοσύνης, μὴ γένοιτο! ἀλλὰ καθ' ὕπαρξιν ἀνελ λιπῆ· ἵνα εἷς ᾖ τὰ ἑκάτερα, τέλειος κατὰ πάντα, Θεὸς καὶ ἄνθρωπος ὁ αὐτός. ∆ιὰ τοῦτο γὰρ καὶ ὁ Κύριος ἔλεγε· Νῦν ἡ ψυχή μου τετάρακται, καὶ κατώδυνός ἐστι. Τὸ δὲ νῦν, τοῦτ' ἔστιν, ὅτε ἠθέλησεν. Ὅμως μέντοι τὸ ὂν ἐπεδείκνυτο· οὐ γὰρ τὸ μὴ ὂν ὡς παρὸν ὠνόμαζεν, ὡς δοκήσει λεγομένων τῶν γινομένων· φύσει γὰρ καὶ ἀληθείᾳ τὰ πάντα ἐγένετο. Φύσει οὖν καὶ οὐ θέσει τοῦ Κυρίου ἀνθρώπου γενομένου, οὔτε κατὰ φύσιν, οὔτε κατὰ πρᾶξιν ἀνθυπο φέρειν ὑμᾶς δυνατὸν τὴν ἁμαρτίαν ἐν τῷ ∆ημιουργῷ. Ἐν μὲν γὰρ τῇ ἡμετέρᾳ φύσει καὶ τῆς εὑρέσεως ἡ μάχη ἔτι γίνεται, καὶ τῆς ἐπισπορᾶς ἡ προσχώρησις διὰ τὸ ἡμῶν ἀσθενές· ἡ δὲ τοῦ Λόγου σάρκωσις κατὰ φύσιν Θεοῦ γενομένη, ἀνεπίδεκτος γέγονε τῶν ἐν ἡμῖν ἐκ τῆς παλαιότητος ἔτι πολιτευομένων πραγμάτων· καὶ διὰ τοῦτο διδασκό μεθα ἀπεκδύσασθαι τὸν παλαιὸν καὶ ἐπενδύσασθαι τὸν νέον. Καὶ ἐν τούτῳ τὸ θαυμαστὸν, ὅτι καὶ ἄνθρω πος γέγονεν ὁ Κύριος, καὶ χωρὶς ἁμαρτίας· ὅτι και νότης ὅλη γέγονεν, ἵνα ἐνδείξηται τὸ δυνατὸν αὐτοῦ. Καὶ ὅσα μὲν αὐτὸς συνέταξε θελήσας τῇ φύσει, εἰς ἑαυτὸν ἀνεδέξατο, ὅσα ἠθέλησε, τουτέστι γεννήσεως τῆς ἐκ γυναικὸς, αὐξήσεώς τε ἡλικίας, ἐτῶν ἀριθμήσεως, κόπου, καὶ πείνης, καὶ δίψης, καὶ ὕπνου, καὶ λύπης, καὶ θανάτου, καὶ ἀναστάσεως. ∆ιὰ τοῦτο καὶ ὅπου διεφθάρη τὸ τοῦ ἀνθρώπου σῶμα, ἐκεῖ προΐεται Ἰησοῦς τὸ ἴδιον σῶμα· καὶ ὅπου κεκράτητο ἡ ψυχὴ ἡ ἀνθρωπίνη ἐν θανάτῳ, ἐκεῖ ἐπιδείκνυται ὁ Χριστὸς τὴν ἀνθρωπίνην ψυχὴν ἰδίαν οὖσαν, ἵνα καὶ παρῇ ὡς