1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

11

Σῶμα γὰρ ἔμψυχον λέγεται, ἐφ' ᾧ ἐνυποστάτως τὸ τῆς ψυχῆς φέρεται ὄνομα. Σῶμα δὲ ἀνθρώπου σῶμα λέγεται, καὶ οὐ ψυχή· καὶ ψυχὴ ἀνθρώπου λέγεται, καὶ οὐ σῶμα, ἕτερον πρὸς ἕτερον ὂν, τουτέστι πνεῦμα πρὸς σῶμα. Τίς δὲ, φησὶν, ἔγνω νοῦν Κυρίου; Νοῦς Κυρίου οὔπω Κύριος, ἀλλὰ Κυρίου θέλησις, ἢ βουλὴ, ἢ ἐνέργεια πρός τι. Πῶς οὖν ταῦτα λαλεῖν ἐπινοεῖτε, πλαστοῖς λόγοις καπηλεύοντες τὸν Λόγον τοῦ Θεοῦ; Ἀλλ' ἡ τοῦ Θεοῦ Ἐκκλησία οὔτε οὕτω παρείληφεν, οὔτε οὕτω παρ έδωκεν· ἀλλὰ, καθὼς γέγραπται, τὸν Θεὸν καὶ Λόγον, τὸν ὄντα πρὸς τὸν Θεὸν πρὸ αἰώνων, ἐπὶ συντελείᾳ τῶν αἰώνων ἐπιδημήσαντα, καὶ ἐξ ἁγίας Παρθένου, καὶ ἐκ Πνεύματος ἁγίου γεννηθέντα Υἱὸν ἀνθρώπου, ὡς γέγραπται· Ἕως οὗ ἔτεκε τὸν Υἱὸν αὐτῆς τὸν πρωτότοκον· ἵνα γένηται πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς, αὐτὸς ὢν Θεὸς ἀληθινός· ἵνα καὶ πάθῃ ὑπὲρ ἡμῶν, ὡς ἄνθρωπος, καὶ λυτρώση ται ἡμᾶς ἐκ πάθους καὶ θανάτου, ὡς Θεός. Μάτην οὖν φαντάζεσθε, τοῦ φρονοῦντος καὶ ἄγοντος τὴν σάρκα ἐν ἑαυτοῖς δύνασθαι τὴν καινότητα κατ εργάζεσθαι, οἰόμενοι διὰ μιμήσεως· οὐ νοοῦντες, ὅτι μίμησις, προαγούσης πραγματείας γίνεται μίμησις· ἐπεὶ οὐκ ἂν λέγοιτο μίμησις. Ἐν δὲ Χριστῷ, σαρκὸς μόνης καινότητα ὁμολογοῦντες, πλανώμενοι βλασφη μεῖτε. Εἰ γὰρ τοῦ ἄγοντος τὴν σάρκα δυνατὸν 26.1129 ἦν ἀνθρώποις τὴν καινότητα κατεργάσασθαι ἑαυ τοῖς χωρὶς Χριστοῦ, ἕπεται δὲ τῷ ἄγοντι τὸ ἀγόμενον· τίς ἦν χρεία τῆς Χριστοῦ ἐπιδημίας; Μάταιοι δὲ καὶ οἱ λέγοντες, ὡς ἐπὶ ἕνα τῶν προφητῶν ἐπιδεδημηκέναι τὸν Λόγον. Τίς γὰρ τῶν προφητῶν, Θεὸς ὢν, ἄνθρωπος γέγονε; ∆ιὰ τί δὲ ὁ νόμος οὐδὲν ἐτελείωσε; διὰ τί δὲ καὶ ἐβασίλευσεν ὁ θάνατος καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας ἐν τῷ ὁμοιώματι τῶν πρωτοπλάστων; διὰ τί δὲ καὶ ὁ Κύριος ἔλεγεν· Ἐὰν ὑμᾶς ὁ Υἱὸς ἐλευθερώσῃ, ὄντως ἐλεύθεροι ἔσεσθε; Οὐχὶ κατὰ τὴν καινότητα, τὴν ἐν αὐτῷ, καὶ τὴν τελειότητα, δι' ἧς καὶ οἱ πιστεύσαντες ἀνακαινιζόμεθα, κατὰ μίμησιν καὶ μετοχὴν τῆς τελείας καινότητος τοῦ Χριστοῦ, Ἀλλὰ ὑμῖν πάντα ἐπινενόηται, ἵνα μίαν τῆς ἀρνήσεως κατασκευάσητε γνώμην. Καὶ τὴν μὲν ψυχὴν κατὰ μετάφρασιν, ποτὲ μὲν νοῦν παράφρονα ὀνομά ζοντες, ποτὲ δὲ ἁμαρτίαν ἐνυπόστατον, ποτὲ δὲ, ὡς ἐργάτιν τῆς ἁμαρτίας, ἐξωθεῖτε· καὶ τὴν σάρκα ποτὲ μὲν ἄκτιστον, ποτὲ δὲ ἐπουράνιον, ποτὲ δὲ ὁμοούσιον τῷ Λόγῳ, ἵνα τελείαν ἑαυτοῖς τὴν ἄρνησιν βεβαιώσητε. Ὥσπερ δὲ Ἄρειος, ἀπολισθήσας ἀπὸ τῆς πίστεως, τῆς ἐν τῇ ἀῤῥήτῳ καὶ ἀληθεστάτῃ τοῦ Υἱοῦ ἐκ Πατρὸς γεννήσει, πάθος καὶ τομὴν καὶ ῥεῦσιν προεξεῦρεν· ἵνα διὰ τῶν ἀσεβῶν ῥημάτων καταβάλῃ τοὺς ἀστηρίκτους εἰς τὸν τῆς παρανομίας βόθρον· Βόθρος γὰρ βαθὺς στόμα παρανόμου· οὕτω δ' αὖ πάλιν Σαβέλλιος, ἀνυπόστα τον τὸν Υἱὸν ἐννοήσας, καὶ ἀνύπαρκτον τὸ ἅγιον Πνεῦμα. διαίρεσιν θεότητος, καὶ ἀρχῶν, καὶ θεῶν ἀρίθμησιν καταιτιώμενος, τῇ Ἰουδαϊκῇ στηρίζεται γνώμῃ· οὕτω δὴ Μανιχαῖος, ἀπιστήσας τῇ σαρκώσει καὶ ἐνανθρωπήσει τοῦ Κυρίου, ἀσεβὴς κατὰ πάντα γέγονε, λέγων δυσὶν ὑποκεῖσθαι ∆ημιουρ γοῖς τὸν ἄνθρωπον, πονηρῷ τε καὶ ἀγαθῷ· τὸν αὐτὸν τρόπον καὶ ὑμεῖς συκοφαντοῦντες λέγετε ἡμᾶς δύο λέγειν Υἱοὺς, καὶ ἀνθρωπολάτρας ἡμᾶς ὀνομάζετε, ἢ τὴν ἁμαρτίαν ἀνθυποφέρετε, οὐχ ἵνα εὐσεβή σητε, ἀλλ' ἵνα τὴν πλάνην ὑμῶν ταῖς κακαῖς ἐφευρέσεσιν εὐπροχώρητον δείξητε, καὶ ἐκκλίνητε τοὺς ἀστηρίκτους ἀπὸ τῆς πίστεως τοῖς ἀσεβέσιν ὑμῶν ῥήμασιν. Ὁ μέντοι στερεὸς θεμέλιος τοῦ Θεοῦ ἕστηκεν, ἔχων τὴν σφραγῖδα ταύτην. 26.1132 Ταῦτα ἔγραψα, ἀγαπητέ· κἂν ὅτι μάλιστα οὐδὲν πλέον ἔδει γράφειν· αὐτάρκης γὰρ ἡ εὐαγγε λικὴ παράδοσις· ἀλλ' ἐπειδὴ ἠρώτησας περὶ τῆς ἐν ἡμῖν πίστεως, καὶ ἕνεκά γε τῶν ἐρεσχελεῖν βουλομέ νων ταῖς ἐφευρέσεσι, καὶ οὐ λογιζομένων, ὅτι ὁ ἐκ τῶν ἰδίων λαλῶν τὸ ψεῦδος λαλεῖ. Οὔτε γὰρ κάλλος, οὔτε δόξαν σώματος Χριστοῦ ἐφικτὸν διανοίᾳ ἀνθρώπου ἐξειπεῖν· ἀλλά γε καὶ τὰ γενόμενα, ὡς γέγραπται, ὁμολογεῖν, καὶ τὸν ὄντα Θεὸν προσκυνεῖν εἰς