1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

2

πλήρωσιν, καὶ τῆς τελειοτάτης εὐεργεσίας τὴν χάριν· ἀντερωτήσαντες τούτων τὰ νοήματα, εἰ τοῖς προφητικοῖς μηνύμασι συνᾴδουσιν· εἰ τοῖς ἀποστολικοῖς διδάγμασιν ἀκολουθοῦσιν· εἰ τοῖς τῶν 26.1097 Πατέρων παραγγέλμασι στοιχοῦσιν· εἰ τὰς ἐναπο δείκτους τοῦ ∆εσπότου φωνὰς οὐκ ἀθετοῦσιν· ἵν' ἐκ τῶν προφητικῶν μηνυμάτων, καὶ τῶν ἀποστολι κῶν διδαγμάτων, καὶ τῶν ὑπὸ τοῦ Κυρίου πληρω θέντων πραγμάτων, γίγνηται τῆς ἀληθείας ἡ ὁμολογία, καὶ τῆς πλάνης ἡ ἔλεγξις. Εἴπατε τοίνυν οἱ ἐφευρεταὶ τοῦ καινοῦ καθ' ὑμᾶς Εὐαγγελίου, ὃ οὐκ ἔστιν ἄλλο, πόθεν ὑμῖν κατηγγέλθη σάρκα ἄκτιστον λέγειν, ὥστε ἢ τὴν θεότητα τοῦ Λόγου εἰς μετάπτωσιν σαρκὸς φαντάζεσθαι, ἢ τὴν οἰκονομίαν τοῦ πάθους καὶ τοῦ θανάτου καὶ τῆς ἀναστάσεως, ὡς δόκησιν νομίζειν. Ἄκτιστος μὲν γὰρ πέφηνε μόνη ἡ ἁγία Τριὰς τῆς θεότητος, ἀΐδιός τε καὶ ἄτρε πτος, καὶ ἀναλλοίωτος. Χριστοῦ δὲ κατὰ σάρκα ἐξ ἀνθρώπων ἀνισταμένου ἐκ τῶν ἀδελφῶν ἡμῶν, ὡς γέγραπται, καὶ παθητοῦ καὶ πρωτοτόκου ἐξ ἀναστάσεως νεκρῶν, προκαταγγείλαντος τοῦ νόμου, πῶς τὸ ἄκτιστον παθητὸν λέγετε; ἢ πῶς τὸ παθη τὸν ἄκτιστον ὀνομάζετε; Καὶ γὰρ καὶ τὴν ἄκτιστον οὐσίαν τοῦ Λόγου παθητὴν λέγοντες, εἰς τὴν θεό τητα βλασφημεῖτε· καὶ τὴν παθητὴν σάρκα, ὀστέοις τε καὶ αἵματι, καὶ ψυχῇ, καὶ ὅλου τοῦ καθ' ἡμᾶς σώματος ἁρμοσθεῖσαν, ψηλαφητήν τε καὶ ὁρα τὴν γενομένην, ἄκτιστον λέγοντες, δυσὶ περιπίπτετε πτώμασιν· ἢ φαντασίαν τὴν δεῖξιν καὶ τὴν ἀνοχὴν τοῦ πάθους ὑπολαμβάνοντες, κατὰ τὴν τῶν Μανιχαίων ἀσέβειαν· ἢ τοιαύτην ὑποτίθεσθε τῆς ἀκτί στου θεότητος τὴν οὐσίαν. Καὶ τί ἔτι μέμφεσθε τοῖς ἐν ἀνθρωπίνῃ μορφῇ τῇ κατὰ σάρκα τὸν Θεὸν φαν ταζομένοις; Ἀλλὰ λέγετε, ὅτι ἄκτιστος γέγονε τῇ ἑνώ σει τῇ πρὸς τὸν ἄκτιστον. Ἐντεῦθεν δὲ ὑμῶν ἡ πλάνη δειχθήσεται αὐτέλεγκτος· ἡ γὰρ τῆς σαρκὸς ἕνωσις πρὸς τὴν τοῦ Λόγου θεότητα ἐκ μήτρας γέγονεν· ἐντεῦθεν γὰρ αὐτὴν ἀνεστήσατο ὁ Λόγος, ἐξ οὐρανῶν ἐπιδημήσας· οὐ προϋπάρξασαν τῆς τοῦ Λόγου ἐπιδημίας, ἢ τῆς Θεοτόκου Μαρίας, μόνης ἐκ τοῦ Ἀδὰμ καταγομένης, καὶ ἐκ τοῦ Ἀβραὰμ καὶ ἐκ τοῦ ∆αβὶδ γενεαλογουμένης, σὺν τῷ Ἰωσὴφ τῷ μεμνηστευμένῳ αὐτὴν, ὄντων ἑκατέρων εἰς σάρκα μίαν, καθὼς γέγραπται, οὐ τῇ πρὸς ἀλλήλους συν αφείᾳ, ἀλλὰ τῇ ἐξ ἑνὸς ὑπάρξει· ὅτι γὰρ ἀθιγεῖς διέμειναν, μεμαρτύρηται. Γεννᾶται οὖν ὁ Χριστὸς ἐν Βηθλεὲμ τῆς Ἰουδαίας, τὸν Ἰωσὴφ πατέρα καλῶν, ταυτὸν τῇ Μαρίᾳ τυγχάνοντα τοῦ ∆αβίδ· 26.1100 ἐν σπαργάνοις ἀνακλιθεὶς, καὶ ὑπὸ τοῦ Συμεῶνος ἐν τῷ ἱερῷ βασταχθεὶς, καὶ περιτομὴν σαρκὸς προσ αγόμενος κατὰ τὸν νόμον, καὶ αὔξησιν ἡλικίας ποιού μενος. Εἰ τοίνυν ἄκτιστος τῇ ἑνώσει γέγονε, πῶς οὐκ αὐτοτελὴς ὤφθη, ἀλλὰ, θελήσαντος τοῦ Λόγου, ἡ τοῦ σώματος αὔξησις ἐγίνετο; Ἀκτίστῳ δὲ προσάγειν αὔξησιν ἀσεβές ἐστι. Τὸ γὰρ ἄκτιστον τῇ φύσει ἄκτιστον λέγεται, μήτε αὔξησιν, μήτε ἐλάττω σιν ἐπιδεχόμενον. Τὸ δὲ τῷ ἀκτίστῳ κοινωνῆσαν ἢ ἑνωθὲν, ἴδιον μὲν τοῦ ἀκτίστου λέγεται, οὐ μὲν αὐτὸ ἄκτιστον, ἵνα μὴ ἐπιλησθῇ τῆς ἑνώσεως ἡ εὐεργεσία, καὶ καταργηθῇ τῆς εὐεργεσίας ἡ ὀφειλὴ, καὶ εἰς ἀνελπιστίαν καταπέσῃ ἡ ἐν ἀσθενείᾳ ἔτι τυγχάνουσα ἀνθρωπότης, διδασκομένη καθ' ὑμᾶς μὴ ἔχειν πρὸς Θεὸν οἰκειότητα, καὶ ἀμαυρωθῇ ἡ χάρις. Τίς γὰρ, ἄκτιστον ἀκούων τὸ τοῦ Κυρίου σῶμα, ἑαυτὸν δὲ ποιηθέντα καὶ κτισθέντα εἰδὼς, οὐκ ἐννοηθήσεται ψευδεῖς μὲν εἶναι τὰς ἁγίας Γρα φὰς, ἑαυτὸν δὲ μὴ ἔχειν πρὸς τὸν Χριστὸν κοινωνίαν; Εἰ ὁ ἄκτιστος ἄκτιστον σῶμα ἀνελάβετο, κατήργηται τοίνυν ἡ πρώτη πλάσις, ἀπόλωλεν ὁ ἀρχέτυπος Ἀδὰμ, οὗ ἡμεῖς μέχρι σήμερον ἀπόγονοι τυγχάνομεν κατὰ τὴν τῆς σαρκὸς διαδοχήν. Πῶς οὖν Χριστὸς ἡμᾶς μετόχους ἑαυτοῦ κατεστήσατο; πῶς δὲ καὶ ὁ Ἀπόστολος λέγει, Ὅ τε γὰρ ἁγιάζων καὶ οἱ ἁγιαζόμενοι ἐξ ἑνὸς πάντες; Μή τις δὲ τολμάτω περὶ τῆς θεότητος τοῦ Υἱοῦ ἐννοῆσαι, ὅτι, ὥσπερ αὐτὸ ἐκ τοῦ Θεοῦ, οὕτω καὶ ἡμεῖς, καθάπερ οἱ ἀσεβέστατοι Ἀρειανοὶ λέγειν τολ μῶσιν· ἢ πάντως κατὰ τὴν τῆς σαρκὸς ἐπίδειξιν, καὶ κατὰ τὴν μορφὴν τοῦ δούλου,