1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

10

ἄνθρωπος ὁ ἀκράτητος ἐν θανάτῳ, καὶ λύσῃ τὴν κράτησιν τοῦ θανάτου, ὡς Θεός· ἵνα ὅπου ἐσπάρη ἡ φθορὰ, ἐκεῖ ἀνατείλῃ ἡ ἀφθαρσία· καὶ ὅπου ἐβασίλευσεν ὁ θάνατος ἐν μορφῇ ψυχῆς ἀνθρωπίνης, παρὼν ὁ ἀθάνατος ἐπιδεί ξηται τὴν ἀθανασίαν· καὶ οὕτως ἡμᾶς μετόχους κα ταστήσῃ τῆς ἑαυτοῦ ἀφθαρσίας καὶ ἀθανασίας ἐν ἐλπίδι ἀναστάσεως τῆς ἐκ νεκρῶν· ὅπως ἂν καὶ τὸ φθαρτὸν τοῦτο ἐνδύσηται ἀφθαρσίαν, καὶ τὸ θνητὸν τοῦτο ἐνδύσηται ἀθανασίαν, ὡς γέγραπται· ἵν', ὥσπερ δι' ἑνὸς ἀνθρώπου ἡ ἁμαρτία εἰς τὸν κόσμον εἰσῆλθε, καὶ διὰ τῆς ἁμαρτίας ὁ θάνατος, 26.1125 οὕτως καὶ δι' ἑνὸς ἀνθρώπου Ἰησοῦ Χριστοῦ ἡ χάρις βασιλεύσῃ διὰ δικαιοσύνης εἰς ζωὴν αἰώνιον, καθὼς γέγραπται. Πῶς οὖν λέγετε, Ἀντὶ τοῦ ἔσω θεν ἀνθρώπου τοῦ ἐν ἡμῖν, νοῦς ἐπουράνιος ἐν Χρι στῷ; Μήτιγε, διχῆ μερίσας τὸ ἔξωθεν καὶ τὸ ἔσω θεν, καὶ ἐν τάφῳ ἐπεδείκνυτο καὶ ἐν ᾅδῃ; Ἀλλ' οὐχ οἷόν τε ἦν ἕτερον ἀνθ' ἑτέρου ἀντιδοῦναι λύτρον· ἀλλὰ σῶμα ἀντὶ σώματος, καὶ ψυχὴν ἀντὶ ψυχῆς δέδωκε, καὶ τελείαν ὕπαρξιν ὑπὲρ ὅλου ἀν θρώπου· τοῦτ' ἔστι τὸ ἀντάλλαγμα τοῦ Χριστοῦ, ὃ ὠνείδισαν ἐπὶ τοῦ σταυροῦ οἱ ἐχθροὶ τῆς ζωῆς Ἰου δαῖοι παραπορευόμενοι, καὶ κινοῦντες τὰς κε φαλὰς αὐτῶν. Οὔτε γὰρ ὁ ᾅδης ἤνεγκεν ἀπαρακαλύπτου θεότητος ἐπίβασιν· τοῦτο καὶ προφῆται καὶ ἀπόστολοι μαρτυροῦσιν. Ἔστι δὲ καὶ ἐπὶ τῆς τοῦ σταυροῦ οἰκονομίας συνιδεῖν τὸ λεγόμενον· ὅπως ὁ Κύριος τῇ μὲν προ βολῇ τοῦ αἵματος τὴν βεβαιότητα τῆς σαρκὸς ἐπ εδείκνυτο· τῇ δὲ προσθήκῃ τοῦ ὕδατος τὴν ἄχραντον καθαρότητα ἐδήλου, καὶ ὅτι τοῦ Θεοῦ τὸ σῶμα· κρά ξας δὲ καὶ κλίνας τὴν κεφαλὴν, καὶ παραδοὺς τὸ πνεῦμα, τὸ ἔσωθεν τοῦ ἰδίου σώματος, τουτέστι τὴν ψυχὴν ἐσήμανε· περὶ ἧς καὶ εἴρηκεν, ὅτι Τίθημι ὑπὲρ τῶν προβάτων τῶν ἐμῶν. Ὥστε τὴν ἔκπνευσιν οὐκ ἄν τις εἴποι θεότητος μετάστασιν, ἀλλὰ ψυχῆς ἀποχώρησιν. Εἰ γὰρ κατὰ μετάστασιν θεότη τος ὁ θάνατος γέγονε καὶ ἡ τοῦ σώματος νέκρωσις, ἴδιον ἄρα θάνατον ἀπέθανε, καὶ οὐ τὸν ἡμέτερον. Καὶ πῶς εἰς ᾅδου κατῆλθεν ἀπαρακαλύπτῳ τῇ θεότητι; Ποῦ οὖν ἡ ψυχὴ, ἣν ἐπηγγείλατο ὁ Κύριος τιθέναι ὑπὲρ τῶν προβάτων, περὶ ἧς καὶ προφῆται προμηνύουσιν; εἰ δὲ ψυχῆς ἀποχώρησις γέγονε, διὰ τοῦτο εἴρηται, ὅτι τὸν ἡμέτερον ἀνεδέξατο θάνατον, τουτέστι τῆς καθ' ἡμᾶς διαλύσεως ἀνασχόμενος, ὥσπερ καὶ γεννήσεως. Μάταιον οὖν ὑμῶν τὸ σόφισμα· ἐπεὶ πῶς ἂν ὁ θάνατος ἐγεγόνει, εἰ μὴ καὶ τὸν ἔσωθεν καὶ τὸν ἔξωθεν συνεστήσατο ἑαυτῷ ὁ Λόγος, τουτέστι σῶμα καὶ ψυχήν; Πῶς δὲ καὶ ὑπὲρ τοῦ παντὸς ἀντέ δωκεν ἀντίλυτρον; ἢ πῶς ἡ κράτησις τοῦ θανάτου τελείαν ἐλάμβανε τὴν λύσιν, εἰ τὸ κατὰ φρόνησιν ἁμαρτῆσαν, τὴν ψυχὴν, Χριστὸς ἀναμάρτητον οὐ συνεστήσατο ἐν ἑαυτῷ; Ἔτι οὖν βασιλεύει ὁ θά νατος τοῦ ἔσωθεν ἀνθρώπου· τίνος γὰρ ἄλλου καὶ ἐβασίλευσέ ποτε, οὐχὶ ψυχῆς τῆς ἐν φρονήσει ἁμαρτησάσης; καθὼς εἴρηται· Ψυχὴ ἡ ἁμαρτάνουσα, αὕτη καὶ ἀποθανεῖται· ὑπὲρ ἧς τὴν ἰδίαν ψυχὴν τέθεικεν ὁ Χριστὸς λύτρον ἀντιδιδούς. 26.1128 Τίνος δὲ καὶ ἀρχῆθεν κατέγνω ὁ Θεός; τῆς πλάσεως τοῦ πλάσαντος, ἢ τῆς πράξεως τοῦ πλάσματος; Εἰ τῆς πλάσεως τοῦ πλάσαντος κατέγνω Θεὸς, ἑαυτοῦ κατέγνω· καὶ ἔσται ὡς οἱ ἄνθρωποι. Εἰ δὲ ἀσεβὲς τοῦτο περὶ Θεοῦ ἐννοεῖν, κατέγνω δὲ τῆς πράξεως τοῦ πλάσματος, περιαιρεῖ τοίνυν τὴν πρᾶξιν, καὶ καινοποιεῖ τὴν πλάσιν· αὐτοῦ γάρ ἐσμεν ποίημα, κτισθέντες ἐπὶ ἔργοις ἀγαθοῖς. Ἀλλὰ πάλιν λέγετε· Ἡμεῖς Θεὸν λέγομεν τὸν ἐκ Μαρίας. Πῶς τοίνυν λέγετε, ὡς Μαρκίων, Θεὸν ἐπιδημήσαντα, καὶ Θεὸν ἀθιγῶς προσεληλυθότα, φύσιν ἔχοντα ἀνεπίδεκτον σαρκὸς ἀνθρωπίνης; Ἢ πῶς λέγετε Θεὸν, ὡς Παῦλος ὁ Σαμοσατεύς; τοῦτο γὰρ τῆς ἐκείνου ἀσεβείας τὸ πρόσχημα, Θεὸν ὁμολογεῖν τὸν ἐκ Μαρίας, πρὸ αἰώνων μὲν προορι σθέντα, ἐκ δὲ Μαρίας τὴν ἀρχὴν τῆς ὑπάρξεως ἐσχηκότα. Λόγον δὲ ἐνεργῆ ἐξ οὐρανοῦ καὶ σοφίαν ἐν αὐτῷ ὁμολογεῖ, πλεῖον παρ' ὑμᾶς χαριζόμενος κατὰ τὴν ἑαυτοῦ ἀσέβειαν· ὥσπερ ὑμεῖς λέγετε νοῦν ἐπουράνιον ἐν σώματι ἐμψύχῳ. Οὔτε δὲ σῶμα ἔμ ψυχον ἤδη ἄνθρωπος τέλειος, οὔτε νοῦς ἐπουράνιος ἤδη Θεός.