1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

4

γεννήσει· ἵνα καὶ κατὰ φύσιν ᾖ τὸ σῶμα, καὶ ἀδιαίρετον ᾖ πάλιν κατὰ φύσιν τῆς τοῦ Λόγου θεότητος. Οὕτω γὰρ καὶ ὁ θάνατος γέγονε· τοῦ μὲν σώματος κατὰ φύσιν δεχομένου, τοῦ δὲ Λόγου κατὰ θέλησιν ἀνεχομένου καὶ ἐξουσιαστικῶς τὸ ἴδιον σῶμα εἰς θάνατον προϊεμένου· ἵνα καὶ πάθῃ φυσικῶς ὑπὲρ ἡμῶν, καὶ ἀναστῇ θεϊκῶς ὑπὲρ ἡμῶν. Καὶ ὅλη τῆς γεννήσεως καὶ τοῦ θανάτου ἡ πραγματεία εἰς τὴν ἡμετέραν ζήτησιν καὶ ἀνάκτησιν θεωρεῖται. Τούτων δὲ οὕτως ἐχόντων, καὶ ὁμολογουμένων ἐν τῇ τοῦ Θεοῦ καθολικῇ Ἐκκλησίᾳ, πῶς ὑμεῖς πάλιν λέγετε ἐξ οὐρανοῦ τὸ σῶμα; καὶ διὰ τί τοῦτο πεποίηκεν ὁ Χριστός; Εἴπατε, ἵνα ἐξ οὐρανῶν ἐπὶ γῆς κατενέγκῃ σῶμα, καὶ τὸ ἀόρατον ὁρατὸν ποιήσῃ, καὶ τὸ ἀνύβριστον ὕβρεως δεκτικὸν, καὶ τὸ ἀπαθὲς καὶ ἀθάνατον θνητὸν καὶ παθητόν; Καὶ τίς ἦν ἐν τούτοις εὐεργεσία, ὦ μάταιοι, εἰ ταῦτα ἐν Χριστῷ γεγονέναι λέγετε, ἃ γέγονεν ἐν τῷ πρωτο πλάστῳ Ἀδάμ; Εἰ μὴ τὸ τοῦ Ἀδὰμ σύμπτωμα εἰς ἀσύγκριτον ἀνάστημα Χριστὸς ἀνεστήσατο ἐν ὁμοιώ ματι σαρκὸς ἁμαρτίας ὀφθεὶς, καὶ κατακρίνας τὴν ἁμαρτίαν ἐν τῇ σαρκί· ὥστε καὶ σαρκὶ ἐπὶ γῆς πολιτεύσασθαι, καὶ ἀνεπίδεκτον ἁμαρτίας δεῖξαι τὴν σάρκα, ἣν ἐκ τῆς πρώτης πλάσεως ὁ Ἀδὰμ ἀναμάρτητον ἐσχηκὼς, ἐκ παραβάσεως δεκτικὴν ἁμαρτίας πεποίηκε, καὶ εἰς διαφθορὰν καὶ θάνατον καταπέπτωκε. Ταύτην ἀνίστησι κατὰ φύσιν ἀναμάρτη τον, ἵνα δείξῃ τὸν ∆ημιουργὸν ἀναίτιον τῆς ἁμαρτίας, καὶ κατὰ τὴν ἀρχέτυπον πλάσιν τῆς ἰδίας φύσεως κατεστήσατο· ἵνα αὐτὸς ᾖ τῆς ἀναμαρτησίας ἡ ἐπίδειξις. Μάτην οὖν φαντάζονται οἱ ἀλώμενοι, καὶ 26.1105 ἐξ οὐρανοῦ λέγοντες τὸ τοῦ Κυρίου σῶμα. Καίτοι ὃ Ἀδὰμ ἐξ οὐρανοῦ ἐπὶ τὴν γῆν κατενήνοχε, Χρι στὸς ἀπὸ γῆς εἰς οὐρανοὺς ἀνενήνοχε· καὶ ὅπερ Ἀδὰμ ἀναμάρτητον καὶ ἀκαταδίκαστον εἰς φθορὰν καὶ καταδίκην θανάτου κατενήνοχε, Χριστὸς τοῦτο ἄφθαρτον καὶ λυτήριον θανάτου ἀνέδειξεν· ὥστε ἔχειν ἐξουσίαν ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας, ἐκ δὲ τάφου τὴν ἀφθαρσίαν ἐπιδείκνυσθαι, καὶ ἐν ἐπιβάσει ᾅδου λύειν θάνατον, καὶ εὐαγγελίσασθαι πᾶσι τὴν ἀνάστασιν. Ὅτι ἔκτισεν ὁ Θεὸς τὸν ἄνθρω πον ἐπὶ ἀφθαρσίᾳ, καὶ εἰκόνα τῆς ἰδίας ἀϊδιό τητος ἐποίησεν αὐτόν. Φθόνῳ δὲ διαβόλου θάνα τος εἰσῆλθεν εἰς τὸν κόσμον· βασιλευόμενον δὲ ὑπὸ τοῦ θανάτου εἰς διαφθορὰν οὐχ ὑπερεῖδεν αὐτὸς γενόμενος ἄνθρωπος, οὐ τραπεὶς εἰς ἀνθρώπου μορφὴν, οὐδὲ παριδὼν τὴν τοῦ ἀνθρώπου ὕπαρξιν, σκιώδη τὴν δεῖξιν ἐποιεῖτο· ἀλλ' ὁ ὢν φύσει Θεὸς γεννᾶται ἄνθρωπος, ἵν' εἷς ᾖ τὰ ἑκάτερα, τέλειος κατὰ πάντα, φυσικὴν καὶ ἀληθεστάτην τὴν γέννησιν ἐπιδειξάμενος. ∆ιὸ εἴρηται· Καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, βασιλεύειν οὐ ρανῶν, καὶ ἐξουσίαν ἔχειν κρίσιν ποιεῖν. Ὁ γὰρ τῶν ὅλων δημιουργὸς Λόγος ὤφθη υἱὸς ἀνθρώπου, οὐχ ἕτερός τις γενόμενος, ἀλλὰ δεύτερος Ἀδάμ· ἵνα καὶ ἐκ τοῦ ὀνόματος γινώσκωμεν τὴν ἀλήθειαν. Καὶ προγενέστερον δείκνυσι τὸν πρω τόπλαστον ὁ Ἀπόστολος, πρῶτον τὸ ψυχικὸν δεικνὺς, ἔπειτα τὸ πνευματικόν. Ψυχικὸν δὲ καὶ πνευματικὸν λέγων, οὐχ ἕτερον καὶ ἕτερον δείκνυσι σῶμα, ἀλλὰ τὸ αὐτὸ σῶμα· τὸ μὲν πρῶτον ἐν ἐξουσίᾳ καὶ φύσει ψυχῆς, διὸ ψυχικόν· τὸ δὲ δεύτερον ἐν ἐξουσίᾳ καὶ φύσει Πνεύματος, διὸ πνευματικόν· Πνεῦμα γὰρ ὁ Θεὸς Λόγος· οὕτω γὰρ καὶ τὸ ἐφ' ἡμῖν εἰρημένον ἔστι συνιδεῖν, ἐν τῷ λέγειν· Ὁ δὲ πνευματικὸς ἀνακρίνει τὰ πάντα· ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ Πνεύματος. Καίτοι ἑνὸς ὄντος ἑκατέρων τοῦ σώματος, τὸ μὲν τοῦ Πνεύματος μέτ οχον νοεῖσθαι πνευματικὸν δείκνυσι, τὸν δὲ τῇ ἐξου σίᾳ τῆς ψυχῆς μόνῃ ἐμμείναντα δείκνυσθαι ψυ χικόν. ∆ιὰ τί δὲ ὅλως, εἰ καθ' ὑμᾶς ἐστιν, οὐχὶ ἄνθρω πος μόνον λέγεται ὁ Χριστὸς ὡς καινός τις ἐξ οὐρανῶν ἐπιδημήσας, ἀλλὰ υἱὸς ἀνθρώπου γέγονεν; Εἰ μὲν οὖν ἐπὶ γῆς γέγονεν υἱὸς ἀνθρώπου, καίτοι οὐκ ἐκ σπέρματος ἀνδρὸς, ἀλλ' ἐκ Πνεύματος ἁγίου γεννηθεὶς, ἑνὸς ὄντος τοῦ πρωτοπλάστου Ἀδὰμ υἱὸς 26.1108 νοηθήσεται. Οὐ γὰρ ἕτερός τις ἀναγέγραπται ἄνθρω πος ἐν οὐρανῷ ὑπάρξας παρὰ τὸν ἐκ γῆς Ἀδὰμ, ἵνα καὶ ἐξ οὐρανῶν ἔχῃ τὸ