1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

14

Εὐαγγελίου ὁ ὅρος, καὶ τῶν ἀποστόλων τὸ κήρυγμα, καὶ τῶν προφητῶν ἡ μαρτυρία, καὶ τῆς πληρωθείσης οἰκονομίας ἡ κατανόησις. Εἴπατε τοίνυν, πῶς λέγετε Θεὸν ἐκ Ναζαρὲτ γεγενῆσθαι, τῆς θεότητος ὡς ἀρχὴν γενέσεως ἀπαγγέλλοντες κατὰ Παῦλον τὸν Σαμοσατέα, ἢ τῆς σαρ 26.1140 κὸς τὴν γέννησιν ἀρνούμενοι κατὰ Μαρκίωνα καὶ τοὺς ἄλλους αἱρετικοὺς, οὐ τῷ εὐαγγελικῷ στοιχοῦντες ὅρῳ, ἀλλ' ἐκ τῶν ἰδίων λαλεῖν θέλοντες; ∆ιὰ τοῦτο γὰρ λέγετε Θεὸν γεγεννῆσθαι ἐκ Παρθένου, καὶ οὐχὶ Θεὸν καὶ ἄνθρωπον κατὰ τὸν εὐαγγελικὸν ὅρον· ἵνα μήποτε, γέννησιν σαρκὸς ὁμολογήσαντες, φυσικὴν αὐτὴν εἴπητε, ἐπαληθεύοντες τῷ λόγῳ· ἀλλὰ Θεὸν γεννηθέντα, ἰδίαν δὲ σάρκα δείξαντα ὡς ἐν δοκήσει. Οὐ γὰρ ἀρχὴν γεννήσεως ἐκ Ναζαρὲτ ὁ Θεὸς ἐπιδείκνυται· ἀλλ' ὁ ὑπάρχων πρὸ τῶν αἰώνων Λό γος Θεὸς ἐκ Ναζαρὲτ ἄνθρωπος ὤφθη, γεννηθεὶς ἐκ Μαρίας τῆς Παρθένου καὶ Πνεύματος ἁγίου ἐν Βηθλεὲμ τῆς Ἰουδαίας, ἐκ σπέρματος ∆αβὶδ καὶ Ἀβραὰμ, καὶ τοῦ Ἀδὰμ, ὡς γέγραπται· πάντα λαβὼν ἐκ Παρθένου, ὅσα ἀρχῆθεν ὁ Θεὸς εἰς σύστασιν ἀνθρώπου ἔπλασε καὶ ἐποίησε χωρὶς ἁμαρτίας· ὡς καὶ ὁ Ἀπόστολος λέγει· Καθ' ὁμοιότητα κατὰ πάν τα, χωρὶς ἁμαρτίας, οὐ τῆς θεότητος μεταποίησιν ἐπιδειξάμενος, ἀλλὰ τῆς ἀνθρωπότητος καινοποίησιν ἐργασάμενος, κατὰ τὸ αὐτοῦ θέλημα· ὥστε εἶναι τὰ ἔθνη σύσσωμα, καὶ συμμέτοχα τοῦ Χριστοῦ, ὡς καὶ ὁ Ἀπόστολος γράφει· ἵνα καὶ ὁ ἄνθρωπος ᾖ Θεὸς ἀληθῶς, καὶ ὁ Θεὸς ᾖ ἄνθρωπος ἀληθῶς, ἵνα ᾖ καὶ ἄνθρωπος ἀληθῶς καὶ Θεὸς ἀληθῶς· οὐχὶ ἀν θρώπου πρὸς τὸν Θεὸν ὄντος, ὡς ὑμεῖς συκοφαντοῦν τες λέγετε, διασύροντες τὸ τῶν Χριστιανῶν μυστή ριον· ἀλλὰ Θεοῦ τοῦ μονογενοῦς εὐδοκήσαντος τῷ πληρώματι τῆς θεότητος αὐτοῦ τὴν τοῦ ἀρχετύπου πλάσιν ἀνθρώπου, καὶ ποίησιν καινὴν, ἐκ μήτρας Παρθένου ἀναστήσασθαι ἑαυτῷ, φυσικῇ γεννήσει καὶ ἀλύτῳ ἑνώσει· ἵνα τὴν ὑπὲρ ἀνθρώπων σωτήριον πραγματείαν ποιήσηται, ἐν πάθει καὶ θανάτῳ καὶ ἀναστάσει τὴν σωτηρίαν τῶν ἀνθρώπων κατεργαζόμενος. Ἀλλὰ λέγετε, ὅτι, εἰ πάντα ἔλαβε, πάντως δή που καὶ τοὺς ἀνθρωπίνους λογισμοὺς εἶχεν· ἀδύνα τον δέ ἐστιν ἐν λογισμοῖς ἀνθρωπίνοις ἁμαρτίαν μὴ εἶναι· καὶ πῶς ἔσται χωρὶς ἁμαρτίας ὁ Χριστός; Εἴπατε τοίνυν· Εἰ τῶν ἁμαρτητικῶν λογισμῶν δημιουργὸς ὁ Θεὸς, προσακτέον τῷ Θεῷ τὴν ἰδίαν δη μιουργίαν· ἦλθε γὰρ προσάγεσθαι τὴν ἰδίαν ποίησιν. Ἀλλὰ ἄδικος ἔσται πάλιν ἡ κρίσις καταδικάζουσα τὸν ἁμαρτήσαντα· εἰ γὰρ ἁμαρτητικοὺς λογι σμοὺς ἐδημιούργησεν ὁ Θεὸς, πῶς καταδικάζει τὸν ἁμαρτήσαντα; καὶ πῶς οἷόν τε παρὰ Θεοῦ τοιαύτην κρίσιν γενέσθαι; Εἰ δὲ καὶ ὁ Ἀδὰμ ὑπέκειτο τοῖς 26.1141 τοιούτοις λογισμοῖς, πρὶν ἢ παρακούσῃ τῆς τοῦ Θεοῦ ἐντολῆς, καὶ πῶς οὐκ ἐγίνωσκε καλὸν καὶ πονηρόν; λογικὸς μὲν ὢν τὴν φύσιν, ἐλεύθερος δὲ τὸν λογισμὸν, πεῖραν κακοῦ οὐκ εἰδὼς, μόνον δὲ τὸ καλὸν γινώ σκων, καὶ ὥσπερ τις μονότροπος ὤν· παρακούσας δὲ τῆς ἐντολῆς τοῦ Θεοῦ, ὑποπέπτωκε τοῖς ἁμαρτη τικοῖς λογισμοῖς· οὐ τοῦ Θεοῦ δημιουργήσαντος τοὺς αἰχμαλωτίζοντας λογισμοὺς, ἀλλὰ τοῦ διαβόλου ἐξ ἀπάτης ἐπισπείραντος τῇ λογικῇ φύσει τοῦ ἀνθρώ που, ἐν παραβάσει γενομένῃ, καὶ ἀπωσθείσῃ ἀπὸ τοῦ Θεοῦ; ὥστε τὸν διάβολον καὶ νόμον ἁμαρτίας κατα στήσασθαι ἐν τῇ φύσει τοῦ ἀνθρώπου, καὶ θάνατον βασιλεύοντα διὰ τοῦ ἔργου τῆς ἁμαρτίας. ∆ιὰ τοῦτο οὖν ἦλθεν ὁ Υἱὸς τοῦ Θεοῦ, ἵνα λύσῃ τὰ ἔργα τοῦ διαβόλου. Ἀλλὰ λέγετε· Ἔλυσε μὴ ἁμαρτήσας. Ἀλλ' οὐκ ἔστιν αὕτη λύσις τῆς ἁμαρτίας. Οὐ γὰρ ἐν ἐκείνῳ ἀρχῆθεν εἰργάσατο ὁ διάβολος τὴν ἁμαρτίαν, ἵνα, ἐλθόντος αὐτοῦ εἰς τὸν κόσμον, καὶ μὴ ἁμαρτήσαντος, λυθῇ ἡ ἁμαρτία· ἀλλ' ἐν τῇ λογι κῇ καὶ νοερᾷ φύσει τοῦ ἀνθρώπου ἐπισπείρας εἰργά σατο διάβολος τὴν ἁμαρτίαν. ∆ιὰ τοῦτο ἀδύνατον γέγονε τῇ φύσει, λογικῇ οὔσῃ καὶ ἑκουσίως ἁμαρ τησάσῃ, καὶ ὑπὸ καταδίκην θανάτου γενομένῃ, ἑαυ τὴν ἀνακαλέσασθαι εἰς ἐλευθερίαν, ὥς φησιν ὁ Ἀπό στολος· Τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκός. ∆ιὰ τοῦτο δι' ἑαυτοῦ