1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

8

ἄνθρωπος ἐνομίσθη ὑπὸ τοῦ θανάτου; ἵνα ψυχαῖς ταῖς ἐν δεσμοῖς κατεχομέναις, μορφὴν ἰδίας ψυχῆς ἀνεπίδεκτον ὡς δεκτικὴν τῶν δεσμῶν τοῦ θανάτου παραστήσας, παροῦσαν παρούσαις, διαῤῥήξῃ τὰ δεσμὰ ψυχῶν τῶν ἐν ᾅδῃ κατεχομένων, τὸν τῆς ἀνα στάσεως διαπηξάμενος ὅρον· ἵνα ὁ πλάστης καὶ ποιητὴς τοῦ ἀνθρώπου, καὶ καταδίκῃ τοῦτον ὑποβα λὼν, αὐτὸς παρὼν, ἐλευθερώσῃ δι' ἑαυτοῦ ἐξ ὁλοκλή ρου τὸν ἄνθρωπον ἐν μορφῇ τῇ ἑαυτοῦ. Οὔτε γὰρ θάνατος ὑπερισχύσας ὑπηγάγετο ἑαυτῷ τὴν ἀνθρω πίνην τοῦ Λόγου ψυχὴν εἰς δεσμῶν κατοχήν· οὔτε πάλιν ἡ φθορὰ τυραννικῶς διαρπάσασα τὸ σῶμα ἐνεργεῖ εἰς διαφθορὰν, ὡς ἀπρονοήτων ὄντων τῶν πραγμάτων. Οὕτως γὰρ ἐννοεῖν τὸ τοιοῦτον ἀσεβές· ἀλλ' ὁ τὴν ἐξέτασιν τῆς παρακοῆς ποιησάμενος καὶ κρίσιν ἐπαγαγὼν, διπλῆν τῆς τιμωρίας τὴν ἀπό φασιν δέδωκε· τῷ μὲν γηΐνῳ εἰρηκώς· Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ· καὶ οὕτως ὑποδέχεται φθορὰ τὸ σῶμα, ∆εσπότου ἀποφηναμένου· τῇ δὲ ψυχῇ· Θανάτῳ ἀποθανῇ· καὶ οὕτως διχῆ διαιρεῖται ὁ ἄνθρωπος, καὶ ἐν δυσὶ τόποις οἴχεσθαι καταδικάζεται. ∆ιὰ τοῦτο χρεία γέγονε τοῦ ἀποφηναμένου, ἵνα αὐτὸς δι' ἑαυτοῦ λύσῃ τὴν ἑαυτοῦ ἀπόφασιν, ἐν μορφῇ τοῦ καταδικασθέντος ἀκαταδικάστῳ καὶ ἀναμαρτήτῳ ὀφθείς· ἵνα καὶ ἡ καταλλαγὴ τοῦ Θεοῦ πρὸς τὸν ἄνθρωπον γένηται, καὶ ἡ ἐλευθερία τοῦ παντὸς ἀν θρώπου δι' ἀνθρώπου ὑπάρξῃ, ἐν τῇ καινότητι 26.1120 τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν. Εἰ δὲ καὶ ἕτερον τόπον καταδίκης δεῖξαι δύνασθε, εἰκότως ἂν λέγοιτε τριχῆ διαιρεῖσθαι τὸν ἄνθρωπον· καὶ ἐκ μὲν τῶν δύο τόπων τὴν ἀνά κλησιν γεγονέναι, ἐν δὲ τῷ τρίτῳ μένειν ἐν δεσμοῖς τὸ δεδεμένον. Εἰ δὲ μὴ ἔχετε δεῖξαι ἕτερον τόπον παρὰ τὸν τάφον καὶ τὸν ᾅδην, ἐξ ὧν ἠλευθέρωται τελείως ὁ ἄνθρωπος, Χριστοῦ ἐλευθερώσαντος ἡμᾶς ἐν τῇ ἑαυτοῦ καθ' ἡμᾶς μορφῇ τελείᾳ καὶ ἀλη θεστάτῃ· πῶς ἔτι ταῦτα λέγετε, ὡς οὐδέπω καταλ λαγέντος τῇ ἀνθρωπότητι τοῦ Θεοῦ; Πῶς οὖν ἐπεδήμησεν ὁ Σωτήρ; ἢ ὡς ἀδύνατος τὸν σύμπαντα λῦσαι ἄνθρωπον; ἢ ὡς βδελυξάμενος τὸν ἅπαξ ἁμαρ τήσαντα νοῦν; ἢ ὡς δεδοικὼς μὴ καὶ αὐτὸς μέτοχος γένηται τῆς ἁμαρτίας, εἰ τέλειος γένηται ἄνθρωπος, Θεὸς ὤν; Ἀλλ' ἀσεβείας ἔμπλεοι οἱ ταῦτα οὕτως ἐννοοῦντες. Τί γὰρ περὶ τῆς ἁμαρτίας ὁριζόμενοι ταῦτα λαλεῖτε, φυσικὴν εἶναι τὴν ἁμαρτίαν λέγοντες, κατὰ τὸν ἀσεβέστατον Μανιχαῖον; Ταῦτα οὕτως φρονεῖτε κατήγοροι γινόμενοι τοῦ δημιουργοῦ τῆς φύσεως. Ὅτε τὸν Ἀδὰμ ἀρχῆθεν ἔπλασεν ὁ Θεὸς, μήτιγε σύμφυτον αὐτῷ δέδωκε τὴν ἁμαρτίαν; Τίς οὖν ἔτι χρεία ἦν τῆς ἐντο λῆς; πῶς δὲ αὐτὸν κατεδίκασεν ἁμαρτήσαντα; πῶς δὲ καὶ πρὸ τῆς παρακοῆς οὐκ ἐγίνωσκε καλὸν καὶ πονηρὸν ὁ Ἀδάμ; Ὃν ἔπλασεν ὁ Θεὸς ἐπὶ ἀφθαρσίᾳ καὶ εἰκόνι τῆς ἰδίας ἀϊδιότητος, ἐποίησεν αὐτὸν φύσιν ἀναμάρτητον, καὶ θέλησιν αὐτεξούσιον· Φθόνῳ δὲ διαβόλου θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον, εὑραμένου τῆς παραβάσεως τὴν ἐπίνοιαν. Καὶ οὕτως ἐκ παρακοῆς, ἐντολῆς Θεοῦ γέγονεν ὁ ἄνθρωπος δεκτικὸς τῆς ἐπισπορᾶς τοῦ ἐχθροῦ. Καὶ ἐνήργει λοιπὸν ἡ ἁμαρτία ἐν τῇ φύσει τοῦ ἀνθρώπου πρὸς πᾶσαν ἐπιθυμίαν· οὐ φύσιν ἐν αὐτῷ ἐργασαμένου τοῦ διαβόλου, μὴ γένοιτο! οὐδὲ γὰρ φύσεως ἂν εἴη δη μιουργὸς ὁ διάβολος, κατὰ τὴν τῶν Μανιχαίων ἀσέ βειαν· ἀλλὰ φύσεως παρατροπὴν ἐκ παραβάσεως εἰργάσατο· καὶ οὕτως ἐβασίλευσεν ὁ θάνατος πάντων ἀνθρώπων. ∆ιὰ τοῦτο οὖν, φησὶν, ἦλθεν ὁ Υἱὸς τοῦ Θεοῦ, ἵνα λύσῃ τὰ ἔργα τοῦ διαβόλου. Ποῖα ἔργα τοῦ διαβόλου ἔλυσεν ὁ Υἱὸς τοῦ Θεοῦ; ὅτι φύσιν, ἣν ἐποίησεν ὁ Θεὸς ἀναμάρτητον, παρέτρεψεν ὁ διάβολος εἰς παράβασιν ἐντολῆς Θεοῦ, καὶ εὕρεσιν ἁμαρτίας θανάτου, ταύτην ἑαυτῷ ἀνεστήσατο ὁ Θεὸς Λόγος, ἀνεπίδεκτον τῆς τοῦ διαβόλου παρατροπῆς καὶ εὑρέσεως ἁμαρτίας. Καὶ διὰ τοῦτο ἔλεγεν ὁ Κύριος· Ἔρχεται ὁ ἄρχων τοῦ κόσμου τούτου, καὶ ἐν ἐμοὶ εὑρίσκει οὐδέν. Εἰ δὲ ὁ ἄρχων τοῦ 26.1121 κόσμου τούτου οὐδὲν τῶν ἑαυτοῦ πραγμάτων ηὕρισκεν ἐν τῷ Χριστῷ, πολλῷ μᾶλλον ὁ Χριστὸς οὐδὲν τῆς ἰδίας ποιήσεως