1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

107

αἱ μάστιγες κατεπείγουσαι προανέστελλον τοῦ τάχους τὸ ἐνδόσιμον. 12 ἐπελελοίπει δὲ αὐτοὺς ὑπὸ τοῦ δέους καὶ αὐτὸ δὴ ἐφ' ὅτῳ μέγα φρονοῦσι τὸ ἐπιτήδευμα· φεύγοντες γὰρ οἵδε οἱ βάρβαροι μᾶλλον ἀμύνονται τοὺς ἐς τὴν δίωξιν ἐγκειμένους, μετα στροφάδην ἐπιτοξεύοντες. τότε γὰρ καὶ βιαιότερον κατὰ σκοποῦ τὰ βέλη ἐμπήγνυται, ἡνίκα τὰ μὲν πολλῇ τῇ ῥύμῃ φέρεται ἰθὺ τῶν διω κόντων, οἱ δέ, ἀντίξοι καταθέοντες, ἀντεμπίπτουσι καὶ ἀντεπιφέρονται σφοδροτέραν τε τὴν πληγὴν σφίσιν αὐτοῖς ἐκτελοῦσι τῷ ὑπαντιάζειν καὶ ὡς πλησιαίτατα ὑποδέχεσθαι.

20. Ἀλλὰ τότε γε ἅπαντα τοῖς Οὔννοις ἀμήχανα εἶναι ἐδόκει, καὶ οὐδὲ ἐς πεῖραν ἐλθεῖν τέχνης τινὸς ἠβούλοντο ἀμυντηρίας. ἐτεθνήκεσαν δὲ αὐτῶν μὲν ἀμφὶ τοὺς τετρακοσίους, Ῥωμαίων δὲ ὅστις οὐδείς· μόνον δὲ τραυματίαι ὀλίγοι ἐγεγένηντο. 2 μόλις δὴ οὖν Ζαβεργάν τε ὁ ἡγεμὼν καὶ οἱ ἐκφυγόντες ἄσμενοι ἐς τὸ στρατόπεδον ἵκοντο· οἱ γὰρ δὴ τῶν Ῥωμαίων ἵπποι πρὸς τὴν δίωξιν ἀπειρηκότες αἰτιώτατοι αὐτοῖς τοῦ περιεῖναι γεγένηνται, ἐπεὶ ἂν αὐτοβοεὶ ἅπαντας κατειρ γάσαντο. νῦν δὲ οἱ μὲν ἐν τοῖς χαρακώμασι σὺν πλείστῳ θορύβῳ ἐμβαλόντες ξυνεκύκησαν ἅπαν τὸ λοιπὸν στράτευμα, ὑποτοπήσαντας αὐτίκα μάλα διαφθερεῖσθαι. οἰμωγή τε ἠκούετο μακρὰ βαρβαρική· τοῖς γὰρ ξιφιδίοις τὰς παρειὰς καταξαίνοντες ὠλοφύροντο κατὰ τὸν πάτριον νόμον. 3 Ῥωμαῖοι δὲ ξὺν Βελισαρίῳ ἀπεχώρουν ἐς τὰ ὀπίσω, κρείτ τονα μὲν ἐλπίδος ὡς ἐκ τῶν παρόντων διαπραξάμενοι, ἄξια δὲ ὅμως τῆς τοῦ στρατηγοῦ προμηθείας. τούτου δὲ τοῦ πάθους τοῖς βαρβάροις ξυνενεχθέντος αὐτίκα οἵ γε ἄραντες ἐκ Μελαντιάδος ᾤχοντο ἐς τὰ ὀπίσω πεφοβημένοι. 4 Βελισάριος δὲ καίτοι κατὰ τὸ εἰκὸς οἷός τε ὢν αὐτοὺς πορευομένους μᾶλλόν τι διαχειρίσασθαι καὶ πημῆναι, ἐπισπόμενος ἀνθρώποις ἤδη κατεπτηχόσι καὶ οἷον φυγὴν τὴν ἀναχώρησιν ποι ουμένοις, ὁ δὲ εὐθὺς ὅμως ἀνὰ τὴν πόλιν ἐπανῄει οὐ μάλα ἑκών, ἀλλ' ἐκ βασιλέως αὐτῷ προστεταγμένον. 5 ἐπειδὴ γὰρ ἅπας ὁ δῆμος, τοῦ ἔργου σφίσιν ἀπηγγελμένου, ᾖδον τε αὐτὸν καὶ ἀνύμνουν κατὰ ξυλλό γους, ὡς ὑπ' ἐκείνου περιφανέστατα σεσωσμένοι, τοῦτο δὲ ἔδακε 190 πολλοὺς τῶν ἐν τέλει καὶ ἠνίασε φθόνῳ ληφθέντας καὶ βασκανίᾳ, πάθεσιν οὕτω δεινοῖς καὶ ἀεὶ τὰ κάλλιστα λυμαινομένοις. τοιγάρτοι διέβαλλον τὸν ἄνδρα ὡς μεγαλαυχοῦντα καὶ διαθρυπτόμενον ἐπὶ τῇ τοῦ ὁμίλου εὐνοίᾳ καὶ ἐς ἄλλας ὁρῶντα ἐλπίδας. 6 ὧν δὴ ἕνεκα τάχιστά τε ἀφῖκται, ὡς μὴ τελεώτατον ἄροιτο κλέος, καὶ οὐδὲ ἐπὶ τοῖς ἤδη πεπονημένοις τιμῆς ἀπώνατο τῆς προσηκούσης· ἀλλὰ διέρρει αὐτῷ τὰ τῆς νίκης, τό γε ἐπ' ἐκείνοις, φροῦδα καὶ ἄμισθα καὶ παντάπασι σεσιγημένα. 7 ὡς μὲν οὖν τῶν ἀρίστων ψυχῶν ἀμβλύνεται τὸ δραστήριον, ἡνίκα μὴ ἐπαινοῖντο μηδὲ τοῦ πρέποντος ἀπολαύοιεν, καὶ ὅπως ἐνθένδε τὰ κοινὰ καταδεέστερα γίγνεται τῷ μὴ ὀρθῶς ἀσκεῖσθαι τὰ ἀτιμαζόμενα, εἴτε πολέμων εἶεν ἀγῶνες εἴτε λόγων παιδεῖαι εἴτε ἄλλο τι τῶν οὕτω και ριωτάτων, εἴρηται μὲν ἤδη τοῖς πάλαι σοφοῖς καὶ ἀποδέδεικται, ῥᾴδιον δέ, οἶμαι, καὶ παντὶ τῷ προστυχόντι διαγιγνώσκειν ἐκ τῶν ὁσημέραι ξυμφερομένων. 8 οἱ δὲ Οὖννοι τὰ μὲν πρῶτα δίωξίν τινα ὑποτοπή σαντες καὶ ξὺν θορύβῳ πολλῷ τῶν μακρῶν καλουμένων τειχῶν ὑπεκ βάντες, ἐπειδὴ ἔγνωσαν, ὡς Βελισάριος μετάπεμπτος ἐγεγόνει καὶ οὐδὲ ἕτερός τις αὐτοῖς ἐπεφοίτα, πάλιν σχολαίτερον ἐπορεύοντο.

21. Ἐν τούτῳ δὲ ἅτερος τῶν βαρβάρων ἀποδασμός, οἳ δὴ ἐτύγχανον ἐφεδρεύοντες τῇ Χερρονήσῳ, πολλάκις μὲν τῷ περιβόλῳ προσ έβαλλον, κλίμακάς τε προσάγοντες καὶ τὰς μηχανὰς τὰς ἑλεπόλεις, πολλάκις δὲ ὑπὸ τῶν ἔνδον ὄντων Ῥωμαίων ἀπεκρούοντο σθένει παντὶ ἀμυνομένων. 2 ἡγεῖτο δὲ τούτων Γερμανὸς ὁ ∆ωροθέου, νέος μέν γε ὢν κομιδῇ καὶ πρῶτος ἤδη ὑπηνήτης, φρονήματι δὲ στρατηγικῷ δια πρέπων καὶ πολλῷ πλέον τῆς ἡλικίας τὸ μεγαλουργὸν κεκτημένος.