1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

8

ἐπιστρατεύειν, ὡς οὐδέν τι ὀθνεῖον μαστεύσοντες, ἀλλὰ κτήματα τῶν σφετέρων προγόνων ἀνα κομιούμενοι. 6 τοιοῦτο γὰρ δή τι καὶ ἡμῖν ἐπαγαγόντες ἐπίκλημα, ὡς δὴ Θευδερίχου πάλαι τοῦ ἡμετέρου ἡγεμόνος καὶ οἰκιστοῦ οὐ προ σηκόντως τῆς Ἰταλίας ἐπιλαβομένου, ἀφῄρηνται μὲν ἡμᾶς τὰ οἰκεῖα, τὸ δὲ πλεῖστον ἀπεκτόνασι τοῦ γένους, γύναια δὲ καὶ παῖδας τῶν παρ' ἡμῖν εὐδαιμόνων ἀνδρῶν ἀφειδῶς ἠνδραποδίσαντο. 7 καίτοι Θευδέ ριχος οὐ βίᾳ ἑλών, ἀλλὰ Ζήνωνος πρότερον τοῦ σφῶν βασιλέως ἐπι τρέψαντος προσηγάγετο τὴν Ἰταλίαν, οὐδὲν Ῥωμαίους ἀφελόμενος, (ἤδη γὰρ αὐτῆς ἀπεστέρηντο,) ἀλλ' Ὀδόακρον καθελὼν τὸν ἐπηλύτην, τὸν τύραννον, τἀκείνου ἅπαντα κατέσχε τῷ τοῦ πολέμου θεσμῷ. 8 οἱ δέ, ἐπειδὴ βιάζεσθαι αὐτοῖς μᾶλλον ἐξῆν, οὐδὲν ἐνδίκως πεπράχασιν, ἀλλὰ Θευδάτῳ πρότερον Ἀμαλασούνθης δῆθεν ἕκατι χαλεπήναντες καὶ ταύτην ἀρχήν τε καὶ πρόφασιν τῷ πολέμῳ θέμενοι, εἶτα μέχρι νῦν οὐ μεθιᾶσιν, ἀλλὰ φέρουσι βιαίως ἅπαντα οὗτοι δὴ οἱ σοφοί τε καὶ δεισιδαίμονες καὶ μόνοι σὺν δικαιοσύνῃ πολιτεύεσθαι βρενθυόμενοι. 9 ἵνα δὴ οὖν μὴ ταὐτὰ παθοῦσιν ὑμῖν μεταμελήσῃ τῆς ῥᾳθυμίας ὕστερον οὐκ ἐν δέοντι, προτερητέον ἐν τῷδε τοὺς πολεμίους καὶ οὐ διαμαρτητέον τοῦ παρόν τος καιροῦ, ἀλλὰ στράτευμά τε στέλλειν ἐπ' αὐτοὺς ἀξιόμαχον καὶ στρατηγὸν ἐξ ὑμῶν αὐτῶν ἀγαθὸν τὰ πολέμια, ὃς δὴ τὸν πρὸς Ῥωμαίους πόλεμον ἄριστα διανύσας ἀπελάσει τε αὐτοὺς ἐνθένδε ὡς τά χιστα καὶ τὴν χώραν ἡμῖν ἀνασώσει. 10 οὕτω γὰρ ποιοῦντες τῷ τε Γοτθικῷ γένει ἐς τὰ μάλιστα χαριεῖσθε, σωτῆρες ἀναφανέντες καὶ ἀλεξί κακοι, τά τε ὑμέτερα αὐτῶν ἐν τῷ ἀσφαλεῖ θήσεσθε, εἴ γε μηδὲν ὑμῖν ἔτι 17 πολέμιον ἐκ γειτόνων παρείη· πρὸς δέ γε καὶ χρήματα ὑμῖν ἔσονται μυρία, οὐ μόνον τὰ Ῥωμαίων ληϊσαμένοις, ἀλλὰ γὰρ δὴ καὶ αὐτοὶ ἕτερα καταθήσομεν.»

6 Ταῦτα ἐπεὶ ἔφασαν οἱ πρέσβεις, Θευδίβαλδος μὲν (ἦν γὰρ μει ράκιον ἀγεννὲς καὶ ἀπόλεμον ἤδη τε νοσώδης κομιδῇ ἐγεγόνει καὶ τὸ σῶμά οἱ πονήρως διέκειτο,) τούτων δὴ οὗν ἕκατι οὐ μάλα ὅ γε τῶν πρέσβεων ἦν οὐδὲ ᾤετο χρῆναι ὀθνείων ἕνεκα συμφορῶν οἰκείους καρ πώσασθαι πόνους. 2 Λεύθαρις δὲ καὶ Βουτιλῖνος, εἰ καὶ τὸν βασιλέα σφῶν ἥκιστα ἤρεσκεν, ἀλλ' αὐτοὶ ἀνεδέχοντο τὴν ξυμμαχίαν. τούτω δὲ τὼ ἄνδρε ἤστην μὲν ἀδελφὼ καὶ τὸ γένος Ἀλαμανώ, δύναμιν δὲ παρὰ Φράγγοις μεγίστην εἰχέτην, ὡς καὶ τοῦ σφετέρου ἔθνους ἡγεῖσθαι, Θευδιβέρτου πρότερον παρασχόντος. 3 οἱ δὲ Ἀλαμανοί, εἴ γε χρὴ Ἀσινίῳ Κουαδράτῳ ἕπεσθαι, ἀνδρὶ Ἰταλιώτῃ καὶ τὰ Γερμανικὰ ἐς τὸ ἀκριβὲς ἀναγεγραμμένῳ, ξύγκλυδές εἰσιν ἄνθρωποι καὶ μιγάδες, καὶ τοῦτο δύναται αὐτοῖς ἡ ἐπωνυμία. 4 τούτους δὲ πρότερον Θευδέριχος ὁ τῶν Γότθων βασιλεύς, ἡνίκα καὶ τῆς ξυμπάσης Ἰταλίας ἐκράτει, ἐς φόρου ἀπαγωγὴν παραστησάμενος κατήκοον εἶχε τὸ φῦλον. ὡς δὲ ὁ μὲν ἀπε βίω, ὁ δὲ μέγιστος Ἰουστινιανῷ τε τῷ Ῥωμαίων αὐτοκράτορι καὶ τοῖς Γότθοις πόλεμος ξυνερράγη, τότε δὴ οἱ Γότθοι ὑποθωπεύοντες τοὺς Φράγγους, καὶ ὅπως ἂν αὐτοῖς φίλοι τε ἐς τὰ μάλιστα καὶ εὖνοι γένοιντο μηχανώμενοι, ἑτέρων τε πολλῶν ἐξίστανται χωρίων καὶ μὲν δὴ καὶ τὸ Ἀλαμανικὸν γένος ἀφίεσαν. 5 ἀγείρειν τε γὰρ ἐν τῷ τότε πανταχόθεν τὰς σφετέρας ᾤοντο χρῆναι δυνάμεις καὶ τῆς ὑπηκόου ὁπόσα περιττὰ καὶ οὐ λίαν ἐπίκαιρα μεθιέναι, ὡς οὐκέτι ἀρχῆς τε πέρι καὶ δόξης ἀγωνιού μενοι, ἀλλ' ἤδη τὸν ὑπὲρ αὐτῆς τῆς Ἰταλίας καὶ τοῦ μὴ πάμπαν ἀπο λωλέναι ἀναρρίψοντες κίνδυνον. καὶ τοίνυν τὸ τοῦ μέλλοντος σφαλερὸν τῷ αὐθαιρέτῳ δῆθεν τῆς γνώμης προκαταλαβόντες ἑκουσίαν πεποίηνται τὴν ἀνάγκην. 6 οὕτω δὴ οὖν καὶ τὸ τῶν Ἀλαμανῶν ἔθνος ὑπὸ Γότθων 18 ἀφειμένον Θευδίβερτος αὐτὸς ἐχειρώσατο· ἐκείνου τε διαφθαρέντος, ᾗπέρ μοι ἤδη ἐρρήθη, ἐπὶ τὸν παῖδα Θευδίβαλδον τῇ λοιπῇ ἅμα ὑπηκόῳ καὶ οἵδε ἐχώρουν.