1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

64

τὰ ἐπίκαιρα τῶν χωρίων ὑπε κρύπτοντο αὐτοῦ καὶ ἀνέμενον τοὺς οὐδαμῶς παρεσομένους, γνώμην ἔχοντες ἀφυλάκτως αὐτοῖς τῷ ἀπροσδοκήτῳ τυχὸν προϊοῦσιν ἐπι πεσεῖσθαι καὶ τὸ τάχος ἀνακόψαι τῆς πορείας, ἕως οἱ ἐν τῷ ἄστει ἐκπο λιορκηθεῖεν. 4 οὕτω μὲν οὖν δύναμις οὐ λίαν ἐλαχίστη τῶν Περσῶν μάτην ἠσχόλητο, τοῦ ἄλλου πλήθους ἀφῃρημένη. εὐθὺς δὲ ὁ Ναχοραγὰν ἐξῆγε καὶ ὣς τὸν στρατόν, φθάσαι τὴν ἐπήλυσιν δῆθεν βουλόμενος τῶν οὐδαμῶς παρεσομένων, καὶ πολλῷ ξὺν φρονήματι κατὰ τῶν Ῥωμαίων ἐχώρει, ἐπικομπάζων ἀναφανδὸν καὶ ἐπομνύμενος ἦ μὴν αὐθημερὸν τὴν πόλιν ἅπασαν αὐτοῖς ἀνδράσιν ἐμπρῆσαι. 5 ἐπελέληστο γάρ, ὡς ἔοικεν, ὑπὸ αὐθαδείας ὁ ἔμπληκτος, ὡς ἄρα ἐπὶ πόλεμον ᾔει, πρᾶγμα οὕτω ἀφανές τε καὶ ἀδηλότατον καὶ πολλὰς ἐπιδεχόμενον ἐφ' ἑκά τερα ῥοπὰς καὶ μεταβάσεις μάλιστά τε πάντων θείας τινὸς καὶ ὑπερτέ ρας ἀνάγκης ἀπηρτημένον, ὅσῳ καὶ σμικρὸν οὐδὲν ἐν αὐτῷ γίγνεται, ἀλλ' ἔθνη τε ἀνθρώπων μυρία καὶ πόλεις συχναὶ καὶ πολιτεία ξύμπασα, οὕτω παρασχόν, ἀνακινεῖται καὶ διαταράττεται καὶ τὰς ὑπὲρ τῶν ὅλων ἐλπίδας σαλεύει. 6 ὁ δὲ ἐς τοσοῦτον ἐπῆρτο ἀλαζονείας, ὡς καὶ τοῖς 116 ἐργοπόνοις καὶ ὑπηρέταις, οἳ δὴ ἀνὰ τὴν ὕλην σκεδαννύμενοι τὰ δένδρα κατέτεμνον, τυχὸν μὲν ξυλείας ἕνεκα, τυχὸν δὲ καὶ ἐπισκευῆς τῶν πολε μικῶν μηχανημάτων, τούτοις δὴ οὖν ἅπασιν ἐκέλευεν, ἐπειδὰν καπνὸν ἀρθέντα θεάσαιντο, τοὺς δὲ γιγνώσκειν, ὡς πῦρ ἤδη τῷ τῶν Ῥωμαίων περιβόλῳ εἴη ἐμβεβλημένον, καὶ μεθεῖναι μὲν τὰ ἐν χερσὶν ἔργα, δρομαίους δὲ ὡς αὐτὸν ἥκειν καὶ ξυνεπιβάλλειν τὴν φλόγα, ὡς ἂν ῥᾳδίως ἅπαντα πυρποληθείη. καὶ ὁ μὲν τοιαῦτα ἐφ' ἑαυτῷ βρενθυόμενος εἴχετο τῆς ἐφόδου. 7 Ἰουστῖνον δὲ τὸν Γερμανοῦ (οὐ γὰρ ᾤετο ἐν τῷ τότε τὸν Ναχοραγὰν παρέσεσθαι) ἔννοιά τις θεόθεν, οἶμαι, εἰσῆλθε πρός τινα νεὼν τῶν παρὰ Χριστιανοῖς σεμνοτάτων, οὐ πόρρω τῆς πόλεως ἀφεστηκότα, παραγενέσθαι ὡς τάχιστα καὶ ἐπιθειάσαι. 8 καὶ τοίνυν ἀπολεξάμενος ἐκ τῆς Μαρτίνου καὶ τῆς οἰκείας δυνάμεως ὅ τι καρτερόν τε καὶ μαχιμώ τατον, καὶ πεντάκις χιλίους ἱππότας ἀγείρας ἅπαντάς τε ὡς ἐς πόλεμον ἄριστα ἐξοπλίσας, ὁ δὲ ξὺν ἐκείνοις ἀπήλαυνε, τῶν τε σημείων οἱ ἑπο μένων καὶ τῆς ἄλλης στρατηγικῆς εὐκοσμίας. 9 οὕτω δὲ ξυνενεχθὲν οὔτε οἱ Πέρσαι κατεῖδον τούτους πορευομένους, οὐ μὲν οὖν οὐδὲ οἱ ἀμφὶ Ἰουστῖνον ἐκείνους ἐπιφοιτῶντας. ἀλλ' ἑτέρωθεν γὰρ ἀφιγμένοι ἀθρόον τῷ περιβόλῳ προσέβαλον πλείονί τε ἢ πρότερον τοξείᾳ ἐχρῶντο, ὡς οὕτω δὴ καὶ μᾶλλον τοὺς Ῥωμαίους ἐκπλήξοντες καὶ τάχιστα τὴν πόλιν ἀναρπασόμενοι.

25. Τοιγάρτοι βέλη ἐφέρετο ἅμα συχνὰ καὶ εἶτα ἕτερα καὶ ἄλλα ἐπὶ τούτοις· ἅπαντά τε τὸν μεταξὺ ἀέρα ἐπεκάλυπτον τῇ συνεχείᾳ, ὥσπερ ἀλλήλοις ξυμπεφυκότα. εἴκασεν ἄν τις τὸ χρῆμα νιφετῷ μεγάλῳ ἢ χαλάζῃ πολλῇ ξὺν βιαίῳ πνεύματι καταρραγείσῃ. 2 ἄλλοι δὲ τάς τε μηχανὰς ἐκίνουν καὶ βέλη πυρφόρα ἠκόντιζον ἔς τε τοὺς καλουμένους σπαλίωνας ὑπεισδυόμενοι πελέκεσι κατὰ τοῦ τείχους ἐπεφέροντο, ὡς ξύλινόν τε ὂν καὶ ταύτῃ ῥᾳδίως διατεμνόμενον. οἱ δὲ τὸ δάπεδον διορύτ τειν ἐπειρῶντο καὶ τῆς πρώτης βάσεως ἐφικνεῖσθαι οὕτω τε ἀνατρέπειν καὶ διασπαράττειν τὸ ξυμπεπηγὸς καὶ ἐνηρμοσμένον. 3 ἀλλὰ γὰρ καὶ οἱ Ῥωμαῖοι, ἔς τε τοὺς πύργους καὶ τὰς ἐπάλξεις ἑστῶτες, ἀντεῖχον 117 ξὺν προθυμίᾳ καὶ ἀπεμάχοντο, ὥσπερ τῇ πείρᾳ δεικνύναι βουλόμενοι τὸ μὴ χρῆναι αὐτοῖς ἑτέραν δύναμιν προσγενέσθαι. 4 ἥ τε τοῦ Μαρτί νου ἀπάτη ἐν αὐτῷ δὴ τῷ ἔργῳ διεφάνη, ὡς χρήσιμός τε ἦν καὶ ἐνεργο τάτη. ἅπαντες γὰρ ἀφειδῶς διεπονοῦντο, οὐδένα ὅντινα τρόπον ἀμυντή ριον μεθιέντες. 5 δόρατα μὲν γὰρ πολλὰ ἐκ τοῦ μετεώρου ἀκοντιζό μενα τοὺς πολεμίους ἐτίτρωσκεν, ἅτε δὴ πλήθει γυμνῷ ἐρυμάτων προσ πίπτοντα καὶ οὐδὲ ἐνὸν ἑτέρωθι φέρεσθαι. λίθοι δὲ ἁμαξιαῖοι κατὰ τῶν σπαλιώνων ἐρρίπτοντο, τὰ