1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

57

βουλομένῳ καὶ ὁ πάτριος ὑπηγόρευε τρόπος. 6 Σωτήριχος δὲ ὁ στρατηγὸς αὐτίκα εἴχετο τῆς πορείας, ἐφ' ᾗπερ καὶ ἔσταλτο. χρυσίον γὰρ ἐκ βασιλέως ἐκόμιζεν, ἐφ' ᾧ τοῖς προσοίκοις βαρβάροις κατὰ τὸ ξυμμαχικὸν διανέμοι, εἰθισμένον γε τοῦτο ἐκ πλείστου καὶ ἀν' ἔτος γιγνόμενον. 7 εἵποντο 104 δὲ αὐτῷ καὶ τῶν παίδων οἱ πρεσβύτεροι, Φιλάγριός τε καὶ Ῥωμύλος, ὡς ἂν εὐθὺς ἀφ' ἑστίας μοχθεῖν ἐν δέοντι παιδευθεῖεν, ἐπεὶ καὶ ἐς ἥβης μέτρον ἤδη ἄμφω ἐληλυθέτην καὶ ἤστην οἵω διαπονεῖσθαι. ὁ γὰρ δὴ τρίτος αὐτῶν, Εὐστράτιος, ἐν Βυζαντίῳ ἐλέλειπτο, νέος γε ὢν ἔτι κομιδῇ καὶ ἄλλως τὸ σῶμα οὐ ῥωμαλέος. 8 ὡς δὲ ἐς τὴν τῶν καλουμένων Μισιμιανῶν ὁ Σωτήριχος ἀφίκετο χώραν, οἳ δὴ κατήκοοι μὲν τοῦ βασι λέως τῶν Κόλχων τυγχάνουσιν ὄντες καθά που καὶ οἱ Ἀψίλιοι, γλώττῃ δὲ ὅμως χρῶνται ἀποκεκριμένῃ καὶ νόμοις ἑτέροις· εἰσὶ δὲ τούτου δὴ τοῦ Ἀψιλίων γένους βορειότεροι καὶ τετραμμένοι ἠρέμα ἐς ἥλιον ἀνιόντα· 9 ἐπειδὴ οὖν ἐς τούσδε παραγέγονεν, ἔννοιά τις αὐτοὺς εἰσῆλθεν, ὡς ἄρα ἕν τι τῶν σφετέρων φρουρίων ἀμφ' αὐτὰ δὴ τὰ Λαζῶν ὅρια ἱδρυ μένον, ὃ δὴ Βούχλοος ὀνομάζουσιν, τοῦτο δὲ ὅ γε βούλοιτο τοῖς Ἀλανοῖς καταπροέσθαι, ὡς ἂν οἱ τῶν ἐθνῶν πρέσβεις τῶν ἀπωτέρω οἰκούντων αὐτοῦ ἀγειρόμενοι τὸν μισθὸν ἀποφέροιντο καὶ μηκέτι ἀνάγκη τις εἴη τῷ τὰ χρήματα παρεχομένῳ τὰς τοῦ Καυκάσου περινοστεῖν ὑπωρείας καὶ αὐτὸν ἐπ' ἐκείνους ἰέναι.

16. Ταῦτα δὴ οἱ Μισιμιανοὶ εἴτε γνόντες εἴτε ὑποτοπήσαντες στέλ λουσιν ἄνδρας δύο τῶν παρὰ σφίσι λογίμων, Χάδον ὄνομα καὶ Θυάνην. 2 οἱ δὲ εὑρόντες αὐτὸν ἀγχοῦ που ἐκείνου δὴ τοῦ ἐρύματος ἐναυλιζόμενον καὶ πλέον ἐς τὴν δόκησιν ἐπιρρωσθέντες «ἀλλ' οὐ δίκαια δράσειν ἡμᾶς» ἔφασαν «ὦ στρατηγέ, διενοήθης· χρὴ γάρ σε μηδὲ ἄλλῳ τῳ ἐφιέναι τὰ ἡμέτερα παραιρουμένῳ, μή τί γε καὶ αὐτὸν οὕτω ἐθέλειν. εἰ δέ σε ὡς ἀληθῶς μὴ ταῦτα ἀρέσκει, ἄγε ὅπως ἐνθένδε ὡς τάχιστα μεταβὰς ἐν ἑτέρῳ ἀποδιατρίψεις χωρίῳ· καί σε τὰ ἐπιτήδεια ἥκιστα ἐπιλείψουσιν, ἀλλ' ἡμεῖς ἅπαντα οἴσομεν. ἐνταῦθα γάρ σοι οὐ μενετέα παντάπασιν, οὐδὲ ἀνεξόμεθά σου μέλλοντος ἐς τόδε καὶ σκηπτομένου.» 3 οὕτω δὲ αὐτῶν αὐθαδιζομένων, οὐκ ἀνεκτὰ ἡγησάμενος ὁ Σωτήριχος, εἰ τοῖς τῶν Κόλχων κατηκόοις ἐξείη κατὰ Ῥωμαίων θρασύνεσθαι τῶν ὑφ' οὓς οἱ Κόλχοι τετάχαται, παρακελεύεται τοῖς ὀπαδοῖς παίειν αὐτοὺς αἷς ἐπεφέροντο βακτηρίαις. οἱ δὲ καθίκοντο αὐτῶν ἀφειδῶς καὶ ἐς τοὐ πίσω ἡμιθνῆτας ἀπέπεμψαν. 4 τούτου δὲ γεγενημένου, Σωτήριχος 105 μὲν οὐδὲν ἀντίπαλον ᾤετο ἔσεσθαι, ἀλλ' ὥσπερ ἀμέλει οἰκέτας οἰκείους ἡμαρτηκότας διαχειρισάμενος καὶ οὐδὲν ὁτιοῦν εὐλαβητέον αὐτῷ ἔμενέ τε κατὰ χώραν καὶ εἶτα, νυκτὸς ἐπιγενομένης, ἐκάθευδε σφόδρα ἀδεῶς καὶ ἀφυλάκτως· οὕτω δὲ οἵ τε παῖδες καὶ οἱ δορυφόροι καὶ ὁπόσον αὐτῷ ἄλλο θητικὸν εἵπετο ἢ καὶ δοῦλον, ἐκμελέστερον καὶ οὗτοι ἅπαντες ἢ ὡς ἐν πολεμίᾳ κατεσκηνημένοι, ἀνεπαύοντο. 5 ἐν τούτῳ δὲ οἱ Μισιμιανοὶ τὴν ὕβριν οὐκ ἐνεγκόντες ἐπιφοιτῶσιν αὐτοῖς καρτερώτατα ἐξωπλισμένοι, καὶ αὐτίκα ἐπὶ τὸ δωμάτιον χωρήσαντες, οὖ δὴ ὁ στρα τηγὸς ἀνεκέκλιτο, κατακτείνουσι προτέρους τοὺς παρευναστῆρας τῶν θεραπόντων. 6 θορύβου δέ, ὥσπερ εἰκός, καὶ πατάγου πολλοῦ κινηθέντος ξυναίσθησις μὲν τοῦ κακοῦ αὐτῷ τε Σωτηρίχῳ καὶ τοῖς ἀμφ' αὐτὸν ἅπασιν ἐγίγνετο· καὶ τοίνυν ὑπὸ δέους ἐκ τῶν εὐνῶν ἀνεπάλ λοντο, ἔτι δὲ τῷ ὕπνῳ καρηβαροῦντες καὶ παρειμένοι, ἀμύνεσθαι αὐτοῖς οὔ τι μάλα παρῆν. 7 οἱ μὲν γὰρ ταῖς σισύραις τὼ πόδε περιελιττόμενοι εἴργοντο τῆς πορείας, οἱ δὲ καὶ ἤδη ἐπὶ τὰ ξίφη ὁρμήσαντες καὶ σχεδιά ζειν πειρώμενοι τὰ πολέμια ἀλύοντες ἦσαν οἰκτρότατα οἶα ἐν σκότῳ καὶ ἀπορίᾳ ἔς τε τοὺς τοίχους περιρρηγνύμενοι καὶ ὅπῃ ἐτύγχανον κείμενα τὰ ὅπλα ἐπιλελησμένοι· ἔνιοι δὲ αὐτῶν καὶ τῷ ἤδη ξυνειλῆφθαι ἀπειρηκότες οὐδὲν ὅ τι