1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

51

9. «Εἰ μὲν ἐν λόγοις ἡμᾶς καὶ βουλαῖς ἠδίκουν Ῥωμαῖοι, καλῶς ἂν καὶ ἡμεῖς τοῖς ὁμοίοις αὐτοὺς ἀμυνόμενοι διετελοῦμεν· νῦν δὲ πῶς ἀνεκτὸν 94 τοὺς μὲν ἤδη τὰ πάντων δεινότατα δεδρακέναι, ἡμῖν δὲ τὸν τοῦ ἀντι δρᾶσαι καιρὸν εἰς τὸ μέλλειν καὶ βουλεύεσθαι διαρρυῆναι; 2 οὐ γὰρ δὴ πάρεστι λέγειν, ὡς πολέμιοι μὲν οὔπω τοῖς ἔργοις ὄντες πεφώρανται, εἰκασθεῖεν δὲ ἂν μόνον μελετῶσι τοῦτο καὶ βουλομένοις, οὐδὲ τεκμηρίων τινῶν ἐπιμνησθῆναι δεήσει πρὸς ἔλεγχον δῆθεν ἐπιβουλῆς λανθανούσης. 3 ἀλλὰ Γουβάζης μὲν ὁ τηλίκος οὕτω πως ἀθλίως ἠφάνισται ὥσπερ τις τῶν πολλῶν καὶ ἠμελημένων. οἴχεται δὲ φροῦδον τὸ παλαιὸν τῶν Κόλχων ἀξίωμα, καὶ τὸ λοιπὸν οὐ τοῦ ἄρχειν ἑτέρων ἀνθεκτέον ἡμῖν, ἀλλ' ἀγαπητόν, εἴπερ ἐξῇ τῶν πρώην ὑπηκόων μὴ σφόδρα μειονεκτεῖσ θαι. 4 πῶς οὖν οὐ λίαν παράλογον, εἰ περὶ τῶν οἷς ταῦτα κατείργασται καθεδούμεθα διασκοποῦντες, πότερον αὐτοὺς ἐχθίστους ἢ φίλους εἶναι κρινοῦμεν; 5 καίτοι γιγνώσκειν χρεών, ὡς οὐδὲ μέχρι τούτων αὐτοῖς τὸ θράσος ἑστήξει· ἀλλὰ καὶ μεθιέντων ἡμῶν τὸ ἐπίκλημα, οἱ δὲ οὐκ ἀφέξονται καὶ ἠρεμοῦντας ἀδεέστερον λυμανοῦνται. εἰσὶ γὰρ ἀμέλει θαρραλεώτατοι πρὸς τοὺς ὑπείκοντας καὶ ὑπερφρονεῖν εἰθισμένοι τὸ θεραπεῦον. 6 ἔχουσι δὲ καὶ βασιλέα πανουργότατον καὶ ταῖς μετα βολαῖς τῶν ἀεὶ παρόντων ἡδόμενον· ὅθεν δὴ καὶ τὰ τῆς μιαιφονίας ἀθρόον διήνυσται, τοῦ μὲν ἐμβριθῶς ἐγκελευσαμένου, τῶν δὲ προθύμως ὑπηρετησάντων. 7 καὶ πεπορθήμεθα μονονουχὶ πρὸς αὐτῶν οὔτε ἀδικήματος ἄρξαντες οὔτε τινὸς ἔχθους συμβάντος, ἀλλ' ὁποίας πρότερον εἴχοντο συνηθείας, τῆς αὐτῆς ἔχεσθαι δοκοῦντες πεπράγασιν ὅμως τὰ πάντων ἀνοσιώτατα, ὥσπερ αὐθωρὸν ἀναπλησθέντες ὠμότητος καὶ μανίας καὶ μίσους καὶ πάντων ὁμοῦ τῶν τοιῶνδε. 8 ἀλλ' οὐ τὰ Περ σῶν ἤθη τοιάδε, πολλοῦ γε καὶ δεῖ. φίλους τε γὰρ οὓς ἂν ἐξ ἀρχῆς κτήσαιντο, βεβαιότατα στέργειν πειρῶνται καὶ τὴν ὀργὴν πρὸς τὸ ἀντί παλον διατηροῦσιν, ἔστ' ἂν ἀντίπαλον ᾖ. 9 ἠβουλόμην μὲν οὖν τῇ Κολχικῇ πολιτείᾳ τὴν παλαιὰν δύναμιν προσγενέσθαι, ὡς μηδαμῶς αὐτὴν ξένης τινὸς καὶ ἐπήλυδος ἐπικουρίας προσδεῖσθαι, ἀλλ' εἶναι τοῖς πᾶσιν ἔς τε πόλεμον καὶ ἐς εἰρήνην αὐταρκεστάτην. 10 ἐπεὶ δὲ εἴτε χρόνου περιφορᾷ εἴτε τύχης ἐναντιώμασιν εἴτε καὶ ἀμφοτέροις ἐκβιασ θέντες ἐς τοῦτο ἥκομεν ἀσθενείας, ὡς ὑφ' ἑτέροις τετάχθαι, κράτιστον οἶμαι προσχωρεῖν τοῖς ἐμφρονεστέροις καὶ τὴν εὔνοιαν πρὸς τὸ οἰκεῖον καὶ ἔνσπονδον ἐν τῷ ἀτρέπτῳ παρεχομένοις. 11 οὕτω δὲ καὶ πε ριεσόμεθα τῶν ὡς ἀληθῶς πολεμίων, τῷ μήτε παντάπασι τὸ φθάσαν 95 ἀτιμώρητον καταλειφθῆναι καὶ τοῦ μέλλοντος πέρι, ὅπως ἐν τῷ ἀσφαλεῖ κείσεται, τὰ δέοντα παρεσκευάσθαι. 12 τὸ μὲν γὰρ ὕπουλον ἐκεῖνο τοῦ τρόπου καὶ βωμολόχον, ὃ προβαλλόμενοι μετὰ πραότητος δολερᾶς καὶ ὁμιλίας μεμηχανημένης τοὺς πιστεύοντας ἀδικοῦσι, περιττὸν ἔσται καὶ ἀνόνητον, καὶ οὐχ ἕξουσιν, ὅπως αὐτῷ χρήσονται καθ' ἡμῶν διὰ τὸ ἄμικτον τῆς δυσμενείας καὶ περιφανῶς ἀποκεκριμένον. 13 εἰ δὲ καὶ πολεμεῖν πειραθεῖεν, ἀλλὰ πρὸς Λαζοὺς ἅμα καὶ Πέρσας παραταττό μενοι, καὶ ταῦτα ἐν πολεμίᾳ γῇ, τὸ γοῦν ἐντεῦθεν οὐκ ἂν οὐδὲ τὴν ὁρμὴν ὑποσταῖεν. 14 οἵ γε καὶ ἀρτίως παντὶ τῷ στρατῷ μοίρᾳ τινὶ τῶν Μή δων ἐλαχίστῃ προσμίξαντες καὶ πρὸς φυγὴν εὐθὺς αἰσχίστην τραπέντες μέχρι καὶ νῦν μονονουχὶ πνευστιῶσιν ὑπὸ τοῦ δρόμου, ἅπασι μὲν ὡς εἰπεῖν τοῖς ἄλλοις ἐλαττωθέντες, μόνῳ δὲ τῷ τάχει τοὺς διώκοντας νενικηκότες.

10. «Τούτου δὲ τὸ μὲν ἐμφανὲς καὶ προχειρότατον αἴτιον ἀνανδρίαν εἴποι τις ἂν καὶ τὸ μὴ τὰ προσήκοντα βεβουλεῦσθαι. πρόσεστι γὰρ αὐτοῖς ὡς ἀληθῶς καθάπερ οἰκεῖα καὶ συγγενῆ καὶ τὰ τοιαῦτα ὀνείδη· πλὴν ἀλλὰ τοῖς ἐκ φύσεως μοχθηροῖς τὸ αὐθαίρετον ἀδίκημα προστεθὲν ἐδιπλασίασεν αὐτοῖς τὸ ἀτύχημα τῆς τοῦ κρείττονος προμηθείας διὰ τὸ ἄγος ἐκπεπτωκόσιν. 2 τὸ γὰρ νικᾶν οὐχ οὕτω τοῖς ὅπλοις, ὅσον τῷ