1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

76

πραγμάτων ἀσφαλείας ἀνθαιρεῖσθαι μᾶλλον τὴν ἐπὶ τοῖς λόγοις κομψείαν. ἀλλ' οὐ συνεχώρουν, ὦ κακοδαίμονες, οἱ Πέρσαι παρόντες καὶ τοῖς ἔργοις ἐγκεί μενοι καὶ τῆς Κολχικῆς χώρας ἁπάσης ταῖς τούτου βουλαῖς ἐπιλαμβάνεσ θαι παρεσκευασμένοι. 4 ἐπεὶ δὲ πανταχόθεν ὁ Γουβάζης ἀποδέδεικται πολέμιός τε καὶ προδότης καὶ πρὸς τυραννικὰς ἐλπίδας ἠρμένος, τί διαφέρειν οἴονται σφίσιν οἱ Κόλχοι, εἴτε παρ' ἡμῶν εἴτε παρ' ἑτέρων ἀνῄρηται; 5 οὐ γὰρ στρατηγοῖς μόνοις ἢ τοῖς ἄλλως δυνατωτάτοις ὁ τῆς εὐνοίας ἐθέλει σκοπὸς ἐμφύεσθαι καὶ προσιζάνειν, ἀλλὰ παντὶ τῷ βουλομένῳ βατὸν δήπου καὶ προσῆκον τῆς ἐν ᾗ τέτακται πολιτείας ὑπεραλγεῖν καὶ τὸ κοινῇ συνοῖσον ἐς δύναμιν κατορθοῦν. 6 οὐκοῦν εἰ καὶ βδελυροὶ κατ' αὐτοὺς καὶ κατάπτυστοι καθεστήκαμεν, ἀλλὰ πιστό τατοι βασιλεῖ καὶ φιλορώμαιοι καὶ οἷοι τοῖς ἐπιβουλεύειν πειρωμένοις μὴ ἐφιέναι. εἰ δὲ δεῖ τι καὶ πλέον εἰπεῖν, ἴσθι σαφῶς, ὦ δικαστά, καλὸν μὲν ὡς ἀληθῶς καὶ δίκαιον τὸ παρ' ἡμῶν ἐν δέοντι τολμηθέν, οὐκ ἄνευ δὲ τῆς Μαρτίνου γνώμης γεγενημένον.»

11. Εἰρημένων δὲ καὶ τούτων ὁ Ἀθανάσιος τὸ μὲν παραυτίκα οὐχ ἧσσον τοὺς Ῥουστίκου προσίετο λόγους. συστάσης δὲ καὶ δὶς ἀγωνίας, ἐπειδὴ ἅπαντα ἐς τὸ ἀκριβὲς γνωματεύων καὶ ἀνερευνώμενος, οὐδέν τι αὐτῷ ἐναργὲς προδοσίας ἢ τυραννίδος ἐγχείρημα ἡμαρτῆσθαι ὑπὸ τοῦ Γουβάζου ἐδέδεικτο, ἄδικος δὲ μᾶλλον καὶ παρανομώτατος ὁ φόνος γεγενημένος, ὡς καὶ τῆς ἐπὶ τὴν Ὀνόγουριν συστρατείας οὐ μηδισ μοῦ χάριν ἀπαγορευθείσης, ἀλλὰ τῷ ἄχθεσθαί γε αὐτὸν κατὰ τῶν στρατηγῶν, ἀνθ' ὧν αὐτῆς καὶ ἀπεστέρηντο ῥᾳστώνῃ πολλῇ καὶ ἐκμελείᾳ κεχαυνωμένοι· ἐπειδὴ οὖν ταῦτα ἐγίγνωσκε, τότε δὴ τὸ μὲν ἐπὶ Μαρτίνῳ λεχθέν, ὡς ἄρα καὶ ἐκείνῳ μετῆν τῶν ἐς τοῦτο βεβουλευ μένων, ἀνοίσειν βασιλεῖ διενοεῖτο. 2 τοῖς γε μὴν τὸ ἀπεκτονέναι περιφανῶς ὡμολογηκόσι κρίσιν ἐπῆγεν ἀνάγραπτον, ἐν ᾗ διέταττε 137 θᾶττον αὐτοὺς διαφθαρῆναι ὑπὸ τὴν δικαστικὴν μάχαιραν γιγνομένους καὶ τὰς κεφαλὰς ἀφαιρουμένους. 3 καὶ οἱ μὲν ἐπὶ τοῖς ὀρεῦσιν ἥμε νοι καὶ ἀνὰ τὰς λεωφόρους περιενεχθέντες μέγιστον θέαμα τοῖς Κόλχοις εἶναι ἐδόκουν καὶ πλείστης ἄξιον εὐλαβείας. ἐτεθήπεσάν τε καὶ ἐπὶ τῷ κήρυκι τορόν τι μάλα βοῶντι καὶ διαπρύσιον καὶ παρεγγυῶντι δεδιέναι τοὺς νόμους καὶ φόνων ἀδίκων ἀπέχεσθαι. 4 ἐπεὶ δὲ αὐτοῖς καὶ ἀπετέτ μηντο οἱ αὐχένες, τότε δὴ ἅπαντες ἐς οἶκτον ἐτράποντο, ἀποβεβληκότες τὸ χαλεπαῖνον. καὶ ἐπὶ τούτοις ἐλέλυτο μὲν ὁ ἀγών· οἱ δὲ Κόλχοι αὖθις διετέλουν εὖνοι ὄντες ἐς τὰ μάλιστα Ῥωμαίοις καὶ τὸν πρότερον ἀνα νεούμενοι τρόπον.

12. Τούτων δὲ γεγενημένων τὰ μὲν τῶν Ῥωμαίων στρατόπεδα διεχείμαζεν ἀνὰ τὰ πολίσματά τε καὶ φρούρια, ὥς πῃ ἑκάστῳ διετέτακτο. 2 ἐν τούτῳ δὲ ἄνδρες τῶν παρὰ Μισιμιανοῖς δυνατωτάτων ἐς Ἰβηρίαν παρὰ τὸν Ναχοραγὰν ἀφικόμενοι ἅπαντά οἱ διήγγειλαν τὰ ἐπὶ Σωτη ρίχῳ πρὸς αὐτῶν τετολμημένα, τὴν μὲν ἀληθεστάτην αἰτίαν ἠρέμα ὑποκρυπτόμενοι, λέγοντες δέ, ὡς ἐπειδὴ ἐκ πλείστου τὰ Περσῶν ἐτύγ χανον ᾑρημένοι, προπηλακίζεσθαι σφᾶς ὑπό τε Κόλχων αὐτῶν καὶ Ῥωμαίων καὶ ἐν τοῖς ἀτιμοτάτοις τετάχθαι, πέρας δὲ Σωτήριχον αὐτοῖς ἐπιστῆναι, λόγῳ μὲν ὡς δὴ χρυσίον τοῖς ξυμμάχοις διανεμοῦντα, ἔργῳ δὲ τὰ ἐπὶ λύμῃ τε καὶ καθαιρέσει τοῦ παντὸς γένους διαπραξόμενον. 3 «Παρὸν τοίνυν ἡμῖν» ἔφασαν οἱ πρέσβεις «ἢ ἄρδην ἀπολωλέναι ἢ προτερήσασι δόξαν μέν τινα ἴσως παρ' ἐνίοις ἀπενέγκασθαι προπετείας καὶ ὡς τοιοίδε κακίζεσθαι, βιοτεύειν δὲ ὅμως ἔτι κατ' ἐξουσίαν καὶ τὰ ἡμέτερα αὐτῶν ᾗ ἂν συνοίσειν δοκοίη διατιθέναι, εἱλόμεθα τὰ ἀμείνονα καὶ τοῦ ἀνθρωπείου μᾶλλον ἐχόμενα τρόπου, τῶν μὲν λοιδοριῶν καὶ κατηγορημάτων ὀλίγα φροντίσαντες, περὶ πλείστου δὲ ποιησάμενοι τὴν σωτηρίαν. 4 Σωτήριχόν τε γὰρ ἀπεκτείναμεν καὶ τοὺς ἅμα αὐτῷ ἐς τοῦτο ἐληλυθότας, ὡς ἂν