1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

88

παρὰ Ῥωμαίοις ὁ μὲν Ἀφρικανὸς τυχόν, ὁ δὲ Γερμανικός, ὁ δὲ ἐξ ἄλλου του γένους νενικημένου ἐπεκλήθη. 3 ἐπὶ τούτοις Ἰσδιγέρδης ὁ Σαβώρου τὴν Περσικὴν ἡγεμονίαν παραλαμβάνει, ὁ πολὺς παρὰ Ῥωμαίοις καὶ περιλάλητος. φασὶ γὰρ Ἀρκάδιον τὸν βασιλέα πρὸς τῷ θανάτῳ γεγενημένον καὶ τὰ μετ' αὐτόν, ὥς πῃ τοῖς ἀνθρώποις νενό μισται, διατάττοντα, τούτῳ δὴ φύλακι χρήσασθαι καὶ κηδεμόνι ἐπί τε τῷ παιδὶ Θεοδοσίῳ καὶ πάσῃ τῇ Ῥωμαϊκῇ καταστάσει. 4 ᾄδεται γὰρ οὗτος ὁ λόγος ἐπὶ πλεῖστον ἐν ἡμῖν ἐκ παλαιοῦ τῇ μνήμῃ παραδο θεὶς τοῖς ἐφεξῆς καὶ μέχρι νῦν παρά τε τοῖς λογίμοις καὶ τῷ δήμῳ περια γόμενος· γραφῇ δέ τινι καὶ λόγοις ἱστορικοῖς οὐκ οἶδα εὑρὼν τοῦτο φερόμενον, οὐδὲ παρ' οἷς τυχὸν τὰ τῆς Ἀρκαδίου τελευτῆς ἀπεμνημόνευ ται, ὅτι μὴ μόνον ἐν τοῖς Προκοπίῳ τῷ ῥήτορι ξυγγεγραμμένοις. καὶ οὐδέν, οἶμαι, θαυμαστὸν ἐκεῖνον μὲν ὡς πλεῖστα μεμαθηκότα καὶ πᾶσαν, ὡς εἰπεῖν, ἱστορίαν ἀναλεξάμενον καὶ τήνδε παραλαβεῖν τὴν ἀφήγησιν ἑτέρῳ πρότερον ἐκπεπονημένην, ἐμὲ δὲ αὐτὴν μηδαμῶς ἔτι ἑλεῖν ἐλάχιστα εἰδότα, εἴ γε ἄρα δὴ καὶ ἐλάχιστα. 5 ἀλλ' ἐκεῖνο καὶ μάλα θαύματος 157 ἄξιον εἶναι ἡγοῦμαι, ὅτι διεξιὼν τὰ περὶ τούτων οὐχ ἁπλῶς οὕτω τὰ ἐγνωσμένα διέξεισιν, ἀλλ' ἐπαινεῖ τὸν Ἀρκάδιον καὶ ἀποσεμνύνει, ὡς ἀρίστῃ χρησάμενον εὐβουλίᾳ. φησὶ γὰρ αὐτὸν οὐ λίαν ἀγχίνουν εἶναι τὰ ἄλλα πεφυκότα ἐν τούτῳ δὴ μόνῳ φρενήρη τε καὶ προμηθέστατον ἀποδεδεῖχθαι. 6 ἐμοὶ δὲ δοκεῖ ὁ τοῦτο ἀγάμενος οὐ τῇ πρώτῃ ὁρμῇ τοῦ βουλεύματος τὸ εὔλογον κρίνειν, ἀλλὰ τῷ ὕστερον ἀποβεβηκότι. ἐπεὶ πῶς ἂν εἶχε καλῶς ἀνδρὶ ὀθνείῳ καὶ βαρβάρῳ καὶ γένους ἄρχοντι πολεμιωτάτου καὶ ὅπως αὐτῷ μετῆν πίστεώς τε καὶ δικαιοσύνης ἠγνοη μένῳ καὶ πρός γε τὰ ἐς θεὸν πεπλανημένῳ καὶ ἀλλογνώμονι τὰ φίλτατα παραδοῦναι; 7 εἰ δὲ μηδὲν ὁτιοῦν ἐπὶ τῷ βρέφει ἡμάρτηται, ἀλλὰ μεμένηκεν ἡ τούτου βασιλεία βεβαιότατα πρὸς τοῦ κηδεμόνος φυλαττο μένη, καὶ ταῦτα ἔτι ὑπὸ μαζῷ τιθηνουμένου, ἐκεῖνον ἂν μᾶλλον ἐπαινε τέον τῆς εὐγνωμοσύνης ἢ Ἀρκάδιον τοῦ ἐγχειρήματος. τούτων μὲν οὖν ἕνεκεν, ὥς πῃ ἕκαστος γνώμης τε καὶ ἀκριβείας ἔχοι, ὧδε κρινέτω. 8 ὁ δὲ Ἰσδιγέρδης εἴκοσι πρὸς τῷ ἑνὶ βασιλεύσας ἐνιαυτοὺς οὐδένα πώποτε κατὰ Ῥωμαίων ἤρατο πόλεμον οὐδὲ ἄλλο τι κατ' αὐτῶν ἄχαρι ἔδρασεν· ἀλλὰ μεμένηκεν ἐς ἀεὶ εὔνους τε ὢν καὶ εἰρηναῖος, εἴτε οὕτω συμβάν, εἴτε καὶ ὡς ἀληθῶς φειδοῖ τοῦ παιδὸς καὶ τῶν κοινῶν τῆς κηδεμονίας νομίμων.

27. Ἐκείνου δὲ τεθνηκότος Οὐαραράνης ὁ υἱὸς προστὰς τῆς ἀρχῆς εἰσβολὴν μὲν κατὰ Ῥωμαίων πεποίηται· φιλίως δὲ αὐτὸν καὶ ὑφειμένως τῶν ἐν τοῖς ὁρίοις ἱδρυμένων στρατηγῶν προσδεξαμένων, ὁ δὲ θᾶττον ἀπηλλάγη καὶ ἐς τὴν ὑπήκοον ἐπανῆκεν, οὔτε προσπολεμήσας τοῖς πέλας οὔτε ἄλλως τὴν χώραν σινάμενος. 2 εἴκοσι δὲ κρατήσας ἐνιαυ τοὺς παραδίδωσι τὴν βασιλείαν Ἰσδιγέρδῃ θατέρῳ τῷ οἰκείῳ παιδί, ᾧ δὴ χρόνος ἐν τῇ βασιλείᾳ διηνύσθη ἐτῶν ἑπτακαίδεκα καὶ μηνῶν δήπου τεττάρων. 3 Περόζης δὲ μετ' ἐκεῖνον ἀναδείκνυται βασιλεύς, ἀνὴρ τολμητίας μὲν ἄγαν καὶ φιλοπόλεμος καὶ πρὸς τὸ μεγαλουργὸν τῆς γνώμης ἀεὶ τετραμμένος· λογισμῷ δὲ στερρῷ καὶ βεβηκότι οὐ μάλα ἐχρῆτο, ἀλλὰ πλέον ἦν ἐν αὐτῷ τοῦ βουλευομένου τὸ θρασυνόμενον. 4 ἀπόλωλε δὴ οὖν κατὰ τῶν Νεφθαλιτῶν ἐπιστρατεύσας, οὐ τοσοῦτον, οἶμαι, τῇ ῥώμῃ τῶν δυσμενῶν, ὁπόσον τῇ οἴκοθεν ἀκοσμίᾳ· δέον γὰρ αὐτὸν ξὺν τῷ ἀσφαλεῖ κατὰ τὴν πολεμίαν πορεύεσθαι τὰς ἀδήλους 158 ἐπιβουλὰς προδιασκοποῦντα καὶ φυλαττόμενον, ὁ δὲ λέληθεν ἑαυτὸν ἐνέδραις ἀθρόον περιπεσὼν καὶ βόθροις καὶ διώρυξιν, ἐπὶ μήκιστον τοῦ πεδίου πρὸς τὸ ἀπατηλὸν μεμηχανημέναις, αὐτοῦ τε ξὺν τῇ στρατιᾷ διεφθάρη τετάρτῳ καὶ εἰκοστῷ τῆς βασιλείας ἐνιαυτῷ, καὶ καταλύει τὸν βίον ἀκλεῶς, ἅτε δὴ ὑπὸ τῶν Οὔννων κατεστρατηγημένος· Οὐννι κὸν γὰρ γένος οἱ Νεφθαλῖται. 5 Οὐάλας δὲ ὁ