1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

20

ἐποίουν καὶ ἔφευγον. οἱ δὲ Φράγγοι τῇ φυγῇ ἐξηπατημένοι καὶ ἀληθὲς τὸ δέος εἶναι ὑποτοπήσαντες αὐτίκα θαρραλέοι τήν τε φάλαγγα διέλυσαν καὶ τῆς ὕλης ὑπεκβάντες ἐς τὴν δίωξιν ἠπείγοντο. 3 καὶ πρῶτοι μὲν ἐξέθεον οἱ ἱππόται· εἵποντο δὲ καὶ τῶν πεζῶν ὁπόσοι ἀλκιμώτατοι καὶ ποδώκεις· καὶ ἅπαντες ἀφειδῶς ἐνέκειντο, ὡς αὐτὸν δή που τὸν Ναρσῆν αὐτίκα μάλα ζωγρήσοντες καὶ πόνῳ ξὺν βραχεῖ πέρας εὐκτὸν ἐπιθήσον τες ἅπαντι τῷ πολέμῳ. 4 καὶ οἱ μὲν εὐκοσμίας ἁπάσης ἐπιλελησμένοι χύδην τε καὶ ἀφύλακτα ἐχώρουν, γεγηθότες καὶ εὐωχούμενοι τῆς ἐλπίδος. οἱ δὲ Ῥωμαῖοι ἀνὰ τὰ πρόσω ἐφέροντο ἀφειμένοις τοῖς ἵπποις, φαίης τε ἂν αὐτοὺς ἔργῳ τρέσαντας ἀλεείνειν· οὕτω δή τι ἐγγύτατα τοῦ ἀληθοῦς τὸ δεδιέναι ὑπεκρίνοντο. 5 ἐπεὶ δὲ οἱ βάρβαροι ἐν γυμνῷ ἤδη τῷ πεδίῳ ἐσκεδάννυντο τῆς ὕλης ὡς πορρωτάτω ἀποσπασθέντες, τότε δὴ 39 ἀθρόον, τοῦ στρατηγοῦ σημήναντος, ἐπιστρέψαντες οἱ Ῥωμαῖοι τοὺς ἵππους καὶ ἐς τἀναντία σφᾶς αὐτοὺς ἐξελίξαντες ὑπηντίαζον τοῖς διώκου σιν ἀντιμέτωποι καὶ ἅπαντας τῷ ἀπροσδοκήτῳ καταπεπληγμένους ἔπαιον ἀφειδῶς καὶ ἀντώθουν, καὶ ἐς παλίωξιν τὰ τῆς φυγῆς μετεχώ ρει. 6 οἱ μὲν οὖν ἱππόται τῶν βαρβάρων ξυναισθόμενοι τοῦ περιστάν τος κινδύνου καὶ τάχιστα ἐκδραμόντες ἀνὰ τὴν ὕλην αὖθις καὶ τὸ σφῶν στρατόπεδον ἄσμενοι ἀπεσῴζοντο. οἱ δὲ πεζοὶ ἐκτείνοντο ἀκλεῶς, μηδὲ χεῖρα κινεῖν ὑποστάντες, ἀλλὰ τῷ παραλόγῳ τῆς μεταβολῆς τεθηπότες καὶ οἷον παράφρονες γεγενημένοι. ἅπαντες τοιγαροῦν ἔκειντο σποράδην, ὥσπερ ἀμέλει ὑῶν ἢ προβάτων ἀγέλη οἰκτρότατα διαφθαρέντων. 7 ἐπεὶ δὲ ἐκεῖνοι ἀνῄρηντο οἱ ἄριστοι ἄνδρες, πλείους ὄντες ἢ ἐννακό σιοι, αὐτίκα οἱ ἄλλοι ἀπεχώρουν καὶ μετανίσταντο καὶ ἐπὶ τοὺς σφετέ ρους ἡγεμόνας ἐπανῄεσαν, ὡς οὐκέτι αὐτοῖς ἐν τῷ ἀσφαλεῖ ἐσόμενον τοῦ λοιποῦ πλήθους ἀποκεκρίσθαι. 8 Ναρσῆς δὲ αὖθις ἐς Ῥάβενναν ἀφικό μενος καὶ ἅπαντα τὰ τῇδε ἄριστα διαθεὶς ἀνὰ τὴν Ῥώμην ἐχώρει καὶ αὐτοῦ διεχείμαζεν. 40

ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ ΙΣΤΟΡΙΩΝ Β 1. Ἤδη δὲ τοῦ ἦρος ἐπιγινομένου ἐνταῦθα κατὰ τὸ προστεταγμένον

ξυνεκροτοῦντο αἱ δυνάμεις καὶ ἅπαντα ἤθροιστο τὰ στρατεύματα. 2 Ναρσῆς δὲ ἐξασκεῖν γε ἐπὶ πλέον αὐτοὺς ἐκέλευε τὰ πολέμια καὶ ἐπερ ρώννυε τὸν θυμὸν ταῖς καθ' ἡμέραν μελέταις, τροχάζειν τε ἀναγκάζων καὶ ὑπὲρ τῶν ἵππων ἐν κόσμῳ ἀναπάλλεσθαι ἔς τε πυρρίχην τινὰ ἐνόπλιον περιδινεῖσθαι καὶ θαμὰ τῇ σάλπιγγι καταβομβεῖσθαι τὸ ἐνυάλιον ἐπη χούσῃ, ὡς μὴ πάμπαν τῷ ἀνειμένως διαχειμάζειν ἐπιλελησμένοι τοῦ πολέμου, εἶτα ἐν αὐτῷ δὴ τῷ ἀγῶνι μαλθακισθεῖεν. 3 Ἐν τούτῳ δὲ οἱ βάρβαροι σχολαίτερον πορευόμενοι τὰ ἐν ποσὶν ἅπαντα ἐδῄουν καὶ ἐλυμαίνοντο. ὑπερβάντες δὲ ὡς ἀνωτάτω Ῥώμην τε τὴν πόλιν καὶ ἅπασαν τὴν περιοικίδα ᾔεσαν ἀνὰ τὰ πρόσω, ἐν δεξιᾷ μὲν ἔχοντες τὰ Τυρσηνικὰ πελάγη, ἐπὶ θάτερα δὲ αὐτοῖς παρετέταντο αἱ τοῦ Ἰονίου κόλπου ῥηγμῖνες. 4 ἐπεὶ δὲ ἐς Σάμνιον τὴν χώραν οὕτω καλουμένην ἀφίκοντο, ἐνταῦθα διεκρίθησαν ἐφ' ἑκατέραν πορείαν. καὶ Βουτιλῖνος μὲν ἅμα τῷ πλείονι καὶ ἀλκιμωτάτῳ στρατῷ ἀνὰ τὰς Τυρσηνικὰς ἠϊόνας ἐχώρει καὶ Καμπανίας τε τὰ πλεῖστα ἐληΐσατο καὶ μὲν δὴ καὶ Λευκανίας ἐπέβη, καὶ εἶτα Βρεττίᾳ προσέβαλλε καὶ μέχρι τοῦ πορθμοῦ προῆλθεν, ὃς δὴ Σικελίαν τε τὴν νῆσον καὶ τὸ τέρμα τῆς Ἰταλίας ἀποκρίνει. 5 Λεύθαρις δὲ τὰ λοιπὰ στρατεύματα ἐπαγόμενος Ἀπουλίαν ἔλαχε σίνεσθαι καὶ Καλαβρίαν καὶ ἕως Ὑδροῦντος τῆς πόλεως ἵκετο, ἣ δὴ ἐπὶ τῷ αἰγιαλῷ ἵδρυται τῆς Ἀδριάδος θαλάττης,