1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

91

30. Ἀλλὰ γὰρ οὐκ οἶδα ὅντινά με τρόπον ἡ τοῦ λόγου φορὰ παρα λαβοῦσα καὶ τῷ ἀξιαγάστῳ, οἶμαι, τῶν πράξεων ἡδομένη ἐς τόδε ἤγαγε προπετείας, ὡς τὰ ἐν μέσῳ ὑπερβάντα τῶν πορρωτάτω ἐπιμνησ θῆναι. οὐκοῦν ἐπειδὴ νῦν γοῦν ἐπέγνων ὅποι ἀφῖγμαι καὶ ὅθεν ἐξέβην, ἐκεῖνα μὲν ἐατέον πρὸς τὸ παρόν, ἐν τοῖς οἰκείοις ἀναγραφησόμενα χρόνοις· ἐπανήξω δὲ αὖθις ἐς τὸ ξυνεχὲς καὶ ἀκόλουθον τῶν προτέρων. 162 2 ἥ τε γὰρ τῶν Περσικῶν βασιλέων διαδοχὴ καὶ ὁ τῶν ἐνιαυτῶν κατά λογος καὶ συλλήβδην φάναι ἅπαν μοι τὸ ἐπηγγελμένον ξυνετελέσθη. οἶμαι δὲ ἄγαν ἀληθῆ ταῦτα καθεστάναι καὶ ἐς τὸ ἀκριβὲς ἐκπεπονημένα, ὡς δὴ ἐκ τῶν Περσικῶν βίβλων μεταληφθέντα. 3 Σεργίου γὰρ τοῦ ἑρμηνέως ἐκεῖσε γενομένου καὶ τοὺς τῶν βασιλικῶν ἀπομνημονευμάτων φρουρούς τε καὶ ἐπιστάτας μεταδοῦναί οἱ τῆς περὶ ταῦτα γραφῆς ἐκλιπαρήσαντος (πολλάκις γὰρ αὐτὸν ἐς τοῦτο προτρέψας ἐτύγχανον), προσθέντος δὲ καὶ τὴν αἰτίαν, ὡς οὐκ ἄλλου του χάριν ζητοίη τῶνδε τυχεῖν ἢ ὥστε καὶ παρ' ἡμῖν ἀνάγραπτα ἔσεσθαι τὰ σφίσιν ἐγνωσμέ να καὶ τίμια, παρέσχον εὐθὺς εὖ γε ποιοῦντες ἐκεῖνοι, οὐκ ἄχαρι τὸ χρῆμα εἶναι ἡγούμενοι, ἀλλὰ καὶ πρὸς εὐκλείας τοῖς σφῶν βασιλεῦσιν ἐσόμενον, εἰ μέλλοιεν καὶ παρὰ Ῥωμαίοις γιγνώσκεσθαι, ὁποῖοί τε γεγόνασι καὶ ὁπόσοι, καὶ ὅπως ἡ τοῦ γένους αὐτοῖς ἀποσέσωσται τάξις. 4 λαβὼν οὖν ὁ Σέργιος τά τε ὀνόματα καὶ τοὺς χρόνους καὶ τῶν ἐπ' αὐτοῖς γεγενημένων τὰ καιριώτερα καὶ μεταβαλὼν εὐκόσμως εἰς τὴν Ἑλλάδα φωνήν (ἦν γὰρ δὴ ἑρμηνέων ἄριστος ἁπάντων καὶ οἷος ὑπ' αὐ τοῦ Χοσρόου θαυμάζεσθαι, ὡς ἐν ἑκατέρᾳ πολιτείᾳ τὰ πρωτεῖα λαχὼν τῆς ἐπιστήμης), εἰκότως οὖν ἀκριβεστάτην ποιησάμενος τὴν μετάφρασιν ἀπεκόμισέ τέ μοι ἅπαντα μάλα πιστῶς καὶ φιλίως καὶ προὔτρεψε διανύειν τὴν αἰτίαν, ἐφ' ᾗπερ αὐτὰ καὶ παρείληφε. καὶ τοίνυν διήνυσται. 5 ὥστε εἰ καὶ Προκοπίῳ τῷ ῥήτορι ἔνια τῶν ἐπὶ Καβάδῃ ἀφηγηθέντων ἑτέρως ἀπήγγελται, ἀλλ' ἡμῖν ἀκολουθητέον τοῖς Περσικοῖς χειρογράφοις καὶ τῶν ἐν αὐτοῖς φερομένων ὡς ἀληθεστέρων ἀντιληπτέον. τούτου δὴ οὖν ἡμῖν τοῦ πόνου τελεώτατα ἐξειργασμένου, φέρε πρὸς αὐτὴν αὖθις ἐπανίωμεν τὴν τῆς ἱστορίας ξυνέχειαν, ἣν ἐκ τῶν ἀμφὶ τὴν Λαζικὴν γεγενημένων διατεμόντες ἐς τάδε ἀφίγμεθα. 6 οὕτω μὲν δὴ οὖν ὁ Ναχοραγὰν διὰ τὸ ἀγεννὲς τοῦ τρόπου καὶ τὸ νενικῆσθαι ἀνὰ κράτος ὑπὸ Μαρτίνου τε καὶ τῶν Ῥωμαϊκῶν στρατευ μάτων καὶ τὴν ἐς Ἰβηρίαν αἰσχρὰν ἀναχώρησιν ὠμότατα διεφθάρη καθ' 163 ὃν ἤδη μοι πρότερον εἴρηται τρόπον. 7 λογιζόμενος δὲ ὁ Χοσρόης, ὡς οὐχ οἷόν τε αὐτῷ ἀνὰ τὴν Κολχίδα γῆν πρὸς Ῥωμαίους παρατάττεσ θαι, τῶν μὲν τῆς θαλάττης κρατούντων καὶ ἅπαντα, ὧν ἂν δέοιντο, ῥᾳ δίως ἐνθένδε μεταπεμπομένων, αὐτοῦ δὲ διὰ μακρᾶς ὁδοῦ καὶ ἐρήμου μόλις τοῖς στρατοπεδεύουσιν ἐλάχιστα γοῦν τῶν ἐδωδίμων ὑπὸ ἀχθο φόροις ἀνδράσι τε καὶ ὑποζυγίοις χαλεπώτατα στέλλειν ἀναγκαζομένου· ταῦτα δὴ οὖν ἐπισκοπῶν ἔγνω τὸν ὅλον πόλεμον καταθέσθαι, ὡς ἂν μὴ ἐπὶ πλεῖστον αὐτοῖς ἡ εἰρήνη χωρίοις τισὶ περιοριζομένη ἀτελὴς καὶ οἷον σκάζουσα διαμένοι, ἀλλ' ὁμοίως ἁπανταχοῦ ἐπιρρωσθείη. 8 καὶ τοίνυν ἐκπέμπει ἐπὶ τῇ πρεσβείᾳ ἐς τὸ Βυζάντιον ἄνδρα Πέρσην τῶν σφόδρα παρ' αὐτοῖς λογιμωτάτων, ὄνομα δὲ ἦν αὐτῷ Ζίχ. 9 οὗτος δὲ ὁ Ζὶχ ἀφικόμενος καὶ παρελθὼν ὡς Ἰουστινιανὸν βασιλέα πολλὰ μὲν ἔφη τῶν παρόντων πέρι, πολλὰ δὲ ἀκήκοε· καὶ πέρας ἐς τόδε ξυνηλθέτην, ἐφ' ᾧ Ῥωμαίους τε καὶ Πέρσας κατέχειν μὲν ἅπαντα, ὧν ἤδη ἐτύγχανον κατὰ τὴν Λαζῶν χώραν πολέμου θεσμῷ ἐπειλημμένοι, εἴτε πολίσματά γε εἴτε φρούρια εἶεν, ἡσυχίαν δὲ ἄγειν ἐφ' ἑαυτῶν καὶ ἥκιστα κατ' ἀλλήλων παρατάττεσθαι, ἕως ἐς ἕτερόν τι μεῖζον καὶ τελεώτερον τὸ ἑκατέρωθεν ἄρχον ξυμβαίη. ὁ μὲν οὖν Ζὶχ οὕτω τὰ τῆς πρεσβείας διαπραξάμενος ἀπενόστησεν ἐς τὰ οἰκεῖα. 10 τούτων δὲ τοῖς στρατηγοῖς ἀπηγγελ