1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

66

περιβόλου διεκβάντες λαμπροτέραν τοῖς πολε μίοις εἰργάσαντο τὴν ἀναχώρησιν, ἐπισπόμενοί τε αὐτοῖς καὶ τὸ ἀεὶ λειπόμενον ἀναιροῦντες. ἄλλοι δὲ ἄλλοθεν ἐπεξιόντες πρὸς τὸ ἀντέχον ἔτι καὶ ξυνεστηκὸς διεπονοῦντο. 8 τὸ μὲν γὰρ λαιὸν κέρας τῶν βαρ βάρων οὕτω δή τι περιφανῶς ἐκεκμήκει καὶ διελέλυτο, οἱ δὲ ἐπὶ τῷ ἑτέρῳ ξυντεταγμένοι καρτερώτατα ἀπεμάχοντο. οἵ τε γὰρ ἐλέφαντες ἀντ' ἐρύματος προβεβλημένοι καὶ ἐπεισπηδῶντες διετάραττον αὐτίκα τὸν ξυνασπισμὸν τῶν Ῥωμαίων εἴ που ξυσταίη· οἵ τε ὑπὲρ τούτων ὀχούμενοι τοξόται λίαν ἐσίνοντο τοὺς ἐπιόντας, οἷα ἐς ὕψος ἠρμένοι καὶ τῷ ὑπερανέχειν εὐσκοπώτατα βάλλοντες· αἵ τε τῶν ἱππέων ἴλαι διεκτρέχουσαι ῥᾳδίως προσέβαλλον καὶ ἠνώχλουν ἀνδράσι πεζοῖς καὶ ἐμβριθέστερον ὡπλισμένοις· ἤδη τε οἱ ταύτῃ Ῥωμαῖοι ἐς φυγὴν ἐκκλί ναντες ἀπηλαύνοντο.

27. Ἀνὴρ δέ τις ἐν αὐτοῖς τῶν Μαρτίνου δορυφόρων, Ὄγναρις ὄνομα, ἐν στενοτάτῳ χωρίῳ ξυνειλημμένος, ὡς μηδὲ τὸ ἀποδιδράσκειν αὐτῷ ἐλεύθερον εἶναι καὶ ἐφειμένον, αὐτίκα ὅ γε ἀπειρηκὼς τοῖς ξυνενεχ θεῖσι καὶ ὥσπερ τῆς τύχης ἀποπειρώμενος ἐπιόντα οἱ δεινῶς τὸν θρα σύτερον τῶν ἐλεφάντων πλήττει βιαίως ἀνὰ τὴν ὀφρῦν τῷ δόρατι καὶ ἐμπήγνυσι τὴν αἰχμήν, ὡς ἅπαν τὸ λοιπὸν ἀπῃωρῆσθαι. 2 ὁ δὲ πρός τε τὴν πληγὴν δυσανασχετῶν καὶ πρός γε τοῦ δορατίου ἀμφὶ τὸν ὀφθαλμὸν κραδαινομένου ἐκταραττόμενος ὑπεξήγετο ἀθρόον ἐς τοὔμπαλιν ἀνασκιρτῶν καὶ περιδινούμενος τήν τε προνομαίαν νῦν μὲν ὥσπερ ὕσπληγγα περιτινάσσων ἔπληττε πολλοὺς τῶν Περσῶν καὶ ἐξηκόντιζε, νῦν δὲ ἐς μῆκος ἐκτείνων τραχύν τινα καὶ ἄγριον ἦχον ἀφίει. 3 αὐτίκα δὲ τοὺς ὕπερθεν ἑστῶτας ἀποσεισάμενος κατέβαλε καὶ ἐμπατήσας διέ φθειρεν. ἔπειτα δὲ καὶ ἅπαντα τὸν Περσικὸν ὅμιλον ἀνεσόβει, τούς τε ἵππους ἀναχαιτίζων οἷς ἂν ἐμπελάσειε, καὶ τοῖς ὀδοῦσι τὸ ἐπιψαῦον διατεμνόμενος καὶ ἀναχαράσσων. 4 καὶ ἦν ἅπαντα ὀλοφυρμοῦ ἀνάπλεα καὶ θορύβων. οἱ μὲν γὰρ ἵπποι τῇ χαλεπότητι τοῦ θηρίου ἐπτοημένοι οὐ μάλα τοῖς ῥυτῆρσιν ἐπείθοντο, ἀλλὰ τὰς ἐμπροσθίους ὁπλὰς μετεωρί ζοντες ἐξεκύλιον τοὺς ἐλατῆρας, οὕτω τε ἄτακτα διὰ τοῦ πλήθους ἐξήλ λοντο, πνευστιῶντες θαμὰ καὶ φριμασσόμενοι. 5 τῶν δὲ ἀνδρῶν ἐς 120 ἑαυτοὺς ἀναχωρούντων ἁπάντων τε ὠθούντων ἀλλήλους καὶ παραγ κωνιζομένων καὶ ἑκάστου προτερῆσαι τὸν πέλας ἐπειγομένου, πλεῖστοι ὅσοι ἐκτείνοντο ὑπὸ σφῶν, τοῖς τῶν φιλτάτων τε καὶ ὁμοφύλων ξίφεσι περιπταίοντες. 6 οὕτω δὲ τῆς ταραχῆς ἐπὶ μέγα ἰούσης οἱ Ῥωμαῖοι, ὁπόσοι τε ἤδη ἐτύγχανον ὑπεκβάντες τοῦ περιβόλου καὶ εἴ που τι αὐτῶν ἔνδον ἐλέλειπτο, τότε δὴ ἅπαντες ἐς μίαν τινὰ φάλαγγα συσπει ραθέντες καὶ τὸ μέτωπον ὡς καρτερώτατα ταῖς ἀσπίσι φραξάμενοι ἐμ πίπτουσι ξυγκεχυμένοις ἔτι τοῖς πολεμίοις. 7 οἱ δὲ τῷ ἤδη προ πεπονηκέναι τὴν προσβολὴν οὐκ ἐνεγκόντες ὠκύτατα ἔφευγον, οὐδὲ τοῦτο δρῶντες ἐν τάξει οὐδὲ ὥστε καὶ ἀμύνεσθαι τοὺς ἐπιόντας, ἀλλ' ἐσκεδάννυντο ἄλλος ἄλλοθι ὥς πῃ ἑκάστῳ προὐχώρει. 8 ὁ δὲ Ναχορα γάν, ἀλλὰ γὰρ καὶ αὐτὸς τῷ παραλόγῳ τῶν γιγνομένων καταπεπ ληγμένος ἐς τὰ ὀπίσω δρομαῖος ἀπήλαυνε, σημαίνων ἅπασι τῇ μάστιγι καὶ ἐγκελευόμενος ὡς τάχιστα φεύγειν, τοῦτο δὴ τὸ πρὸς ἐκείνων ἤδη πρασσόμενον. οὕτως ἄρα αὐτῷ τὰ τῆς ὑψηγορίας ἐς τοὐναντίον ἀπέβη. 9 οἱ δὲ Ῥωμαῖοι οὐ πρότερον ἀνῆκαν διώκοντες τοὺς βαρβάρους καὶ ἀναιροῦντες, πρίν γε δὴ ὁ Μαρτῖνος ἀποχρῆναι ἡγούμενος ἀνεκαλεῖτό τε αὐτοὺς ὑπὸ τῇ σάλπιγγι καὶ τὸν θυμὸν ἐξημέρου. 10 οὕτω τε οἱ Πέρσαι μόλις εἰς τὸ οἰκεῖον στρατόπεδον ἀπεσώθησαν, οὐ μεῖον ἢ δέκα χιλιάδας μαχίμων ἀνδρῶν ἐν τῷδε τῷ ἔργῳ ἀποβεβληκότες.