1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

33

ἀφῃρημένον, ἐς τὸ ἁλμυρὸν ἠρέμα καὶ ἄποτον μετεβέβλητο. καὶ ἦν ἅπαντα τὰ τῇδε φευκτὰ καὶ ἀνατετραμμένα, ὡς μηδὲν ἕτερον ὑπολελεῖφθαι πρὸς εὐκοσμίαν τῇ πόλει ἢ μόνον τὸ κλεινὸν τῶν Ἀσκληπιαδῶν ὄνομα καὶ τὴν ἐφ' Ἱπποκράτει μεγαλαυχίαν. 7 οἰκτείρειν μὲν οὖν τὰ τοιάδε οὐ πόρρω τοῦ ἀνθρωπείου τρόπου εἶναι δοκεῖ, θαυμάζειν δὲ ἀτεχνῶς καὶ καταπεπλῆχθαι ἀνδρῶν ἂν εἴη οὐ μάλα τὰ παλαιὰ ἐπισταμένων οὐδὲ ὅτι ἐσαεὶ τοῦτο δὴ τὸ τῆς ὕλης χωρίον ποικίλα παθήματα ὑποδέχεσθαι πέφυκεν. πολλάκις γὰρ ἤδη καὶ πρότερον πόλεις γε ὅλαι σεισμῷ διεφθάρησαν, ὡς τοὺς ἀρχαίους οἰκήτορας ἀπο βαλοῦσαι ὑφ' ἑτέροις αὖθις οἰκισταῖς ἀνορθωθῆναι.

17. Αἱ γοῦν Τράλλεις ἡ πόλις, ἡ ἐν τῇ νῦν Ἀσίᾳ καλουμένῃ χώρᾳ ἀγχοῦ που τοῦ Μαιάνδρου ποταμοῦ ἱδρυμένη, τὸ μὲν παλαιὸν Πελασγῶν γέγονεν ἀποικία, ὑπὸ δὲ τοὺς Αὐγούστου Καίσαρος χρόνους ἐσείσθη τε ἅπασα καὶ ἀνετράπη, καὶ οὐδὲν αὐτῆς ὅ τι ἐσέσωστο. 2 οὕτω δὲ τοῦ ἄστεος οἰκτρότατα κειμένου, ἄγροικόν τινά φασι τούτων δὴ τῶν γεηπόνων, Χαιρήμονα τοὔνομα, σφόδρα τὴν ψυχὴν ἁλῶναι τῷ πάθει, καὶ οὖν οὐκ ἐνεγκόντα θαυμάσιόν τι ἡλίκον καὶ ἄπιστον ἔργον ἀνύσαι. 63 3 μήτε γὰρ τῆς ὁδοῦ τὸ μῆκος ἢ τῆς πρεσβείας τὸ μέγεθος κατορρωδή σαντα μήτε ὅτι μεγίστοις, ὥσπερ εἰκός, ὁμιλήσειν ἤμελλε κινδύνοις, καὶ ταῦτα ἐπ' ἀδήλῳ τῇ τύχῃ, μήτε τῶν οἴκοι τὴν ἐρημίαν μήτε ἄλλο τι τῶν ὁπόσα διανοούμενοι ἄνθρωποι μεταμανθάνουσι τὰ δοκηθέντα, ἀφικέσθαι μὴ ὅτι ἐν Ῥώμῃ, ἀλλὰ γὰρ καὶ ἐς τῶν Κανταβαρηνῶν τὴν χώραν ἀμφ' αὐτὰς δή που τὰς τοῦ Ὠκεανοῦ ἠϊόνας (ἐτύγχανε γὰρ αὐτοῦ που ὁ Καῖσαρ ἐν τῷ τότε πρός τι τῶν ἐθνῶν διαμαχόμενος). 4 ἀγγεῖλαί τέ οἱ τὰ ξυνενεχθέντα καὶ οὕτως ἑλεῖν τὸν βασιλέα, ὡς αὐτίκα δὴ μάλα ὑπάτους ἑπτὰ τῶν ἐν τοῖς μάλιστα εὐπατριδῶν τε καὶ εὐδαι μόνων ἀνδρῶν ἐκ τῆς Ῥώμης ἀπολεξάμενον ἅμα τῷ σφετέρῳ πλήθει στεῖλαι ἐς τὴν ἀποικίαν, καὶ τούς, ὡς τάχιστα ἐν τῷ χώρῳ γενομένους, χρήματά τε πλεῖστα ὅσα ἐπιδόντας καὶ σπουδῇ χρησαμένους ἀναδο μῆσαι αὖθις τὴν πόλιν καὶ ἐς τὸ μέχρι τοῦδε σωζόμενον ἀπεργάσασθαι σχῆμα. 5 νῦν οὖν οἱ ἐκείνῃ ἀστοὶ Πελασγοὶ μὲν οὐκέτι ἂν δικαίως κληθεῖεν, Ῥωμαῖοι δὲ μᾶλλον, εἰ καὶ τὰ τῆς φωνῆς ἐς τὸ ἑλληνικόν τε καὶ ἀττικώτερον μετεβάλοντο. πῶς γὰρ οὐκ ἤμελλον προσοικοῦντες τὴν Ἰωνίαν; 6 ταῦτα δὲ οὕτω ξυνενεχθῆναι δηλοῖ μέν που καὶ ἡ πάτριος τοῦ ἄστεος ἱστορία, οὐχ ἥκιστα δὲ τοὐπίγραμμα, ὅπερ ἔγωγε ἐκεῖσε ἐλ θὼν ἀνελεξάμην. 7 ἔν τινι γὰρ τῶν ἀμφὶ τὴν πόλιν ἀγρῶν, ὅθεν δὴ ὢν ἐτύγχανεν ὁ Χαιρήμων (Σιδηροῦς δὲ ὄνομα τῷ ἀγρῷ ἐκείνῳ), βωμὸς ἵδρυται ἀρχαιότατος, ἐν ᾧ δὴ πάλαι, ὡς ἔοικε, τοῦ Χαιρήμονος ἄγαλμα ἐφειστήκει. νῦν γὰρ οὐδὲν ὁτιοῦν ἐν αὐτῷ φαίνεται. 8 ἐγκεχάρακται δὲ ὅμως ἔτι τὸ ἐλεγεῖον τῷ βωμῷ ὧδέ πως ἔχον· Κλασθείσας πάτρας σεισμῷ ποτε, Κάνταβριν ἐς γᾶν Χαιρήμων ἔπτα, πατρίδα ῥυσόμενος. Καίσαρι δ' εἱλιχθεὶς περὶ γούνασι τὰν μεγάλαυχον Ὤρθωσε Τράλλιν, τὰν τότε κεκλιμέναν· Ἀνθ' ὧν συγγενέες τοῦτο βρέτας, ὄφρ' ἐπὶ βωμῷ, Οἷα δίκα κτίσταν, τάνδε φέροιτο χάριν. 64 9 καὶ τὰ μὲν τῶν Τράλλεων πέρι ὧδέ πως ἔχειν πεπίστευται. πολλὰς δὲ κατ' ἐκεῖνο τοῦ καιροῦ καὶ ἄλλας πόλεις ἐν τῇ Ἀσίᾳ, Ἰωνικάς τε καὶ Αἰολίδας, παραπλήσια παθεῖν ξυνηνέχθη.

18. Πλὴν ἀλλ' ἔμοιγε νῦν τὰ τοιαῦτα παρέντι καὶ αὖθις τοῦ προτέ ρου λόγου ἐχομένῳ ἐπὶ τὴν τῶν Λαζῶν χώραν καὶ τοὺς Περσικοὺς πολέμους ἰτέα, ἐπεὶ καὶ κατὰ τοὺς αὐτοὺς χρόνους ἐπράσσετο ἕκαστα. 2 Ῥωμαίοις γὰρ καὶ Πέρσαις ἤδη μὲν ἐκ πλείστου μέγιστος πόλεμος ξυνειστήκει, καὶ θαμὰ τὴν ἀλλήλων ἐδῄουν καὶ ἐλυμαίνοντο, νῦν μὲν εἰσβολὰς ἀκηρύκτους μηχανώμενοι καὶ ἐφόδους, νῦν δὲ πολλῷ στρατῷ ἐς ἐμφανεῖς παρατάξεις χωροῦντες. 3 ὀλίγῳ δὲ ἔμπροσθεν ἐκεχειρίαν