1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

50

ἐδίωκον, ἐπεὶ καὶ οἱ ἐν τῷ φρουρίῳ (ἐθεῶντο γὰρ τὰ ποιούμενα) ἐκβάντες ἀθρόον ἀνεμίγνυντο τοῖς ἄλλοις ὁμόσε τε τὸ λοιπὸν ἐπισπόμενοι λαμπροτέραν τὴν φυγὴν τῶν ἐναντίων εἰργάσαντο. 8 καὶ ὅσον μὲν ἱππικὸν τῶν Ῥωμαίων, ῥᾳδίως ἐκεῖνοι ἔξω βελῶν ἀπεκομίσ θησαν, ὠκύτατα διαθέοντες· τοῦ δὲ πεζοῦ ὁμίλου πολλοὶ ἀπεκτείνοντο πιεζόμενοι τῇ γεφύρᾳ τοῦ Καθαροῦ λεγομένου ποταμοῦ, δι' ἧς ἔδει πάντως πορεύεσθαι. 9 ἐνταῦθα γὰρ διὰ τὴν στενότητα πολλοὶ ἅμα περαιοῦσθαι οὐχ οἷοί τε ὄντες ὠθίζοντο ἀλλήλους καὶ ἀντώθουν. καὶ οἱ μὲν αὐτῶν ἐς τὰ τοῦ ποταμοῦ ἐξέπιπτον ῥεῖθρα, οἱ δὲ ἀνελιττόμενοι ἐς τὰ ὀπίσω καὶ ὑπονοστοῦντες ὑπὸ τὰς τῶν πολεμίων ἐγίγνοντο χεῖρας· καὶ ἦν ἁπανταχοῦ κάκιστα κακίστοις ἀνακεκραμένα. 10 ἴσως δὲ ἂν ἅπαντες ἐν τῷ τότε πανωλεθρίᾳ διεφθάρησαν, εἰ μὴ Βούζης ὁ στρατηγὸς βοώντων γε αὐτῶν καὶ ὀλοφυρομένων ξυνεὶς τὸ μέγεθος τοῦ κινδύνου, ἐπιστρέψας ἅμα τῇ οἰκείᾳ δυνάμει καὶ ἀντιταξάμενος τοῖς βαρβάροις ἀνέκοψεν ἠρέμα τὴν δίωξιν, ἕως ἐκεῖνοι τὴν γέφυραν διαβάντες ἐν τῷ ἀσφαλεῖ μόλις ἐγένοντο, ᾗπερ καὶ οἱ ἄλλοι ἅπαντες. 11 ἐν μὲν γὰρ τῷ προτέρῳ στρατοπέδῳ, ὃ δὴ ἀγχοῦ Ἀρχαιοπόλεως ἐπεποίηντο, οὐδεὶς ὅστις αὐτῶν ἐπανῆκε. παραδραμόντες δὲ τοῦτο ὑπὸ τοῦ δέους καὶ ἅπαντα ὁπόσα ἐπήγοντο ἐδώδιμά τε καὶ ἄλλως ἀναγκαῖα καὶ τίμια, ἐνταῦθα καταλελοιπότες καὶ ἐν τοῖς ἐνδοτέρω χωρίοις ἀποσεσωσμένοι, οὐ μόνον εὐκλεᾶ καὶ ἀγέρωχον, μᾶλλον μὲν οὖν καὶ κερδαλέαν τὴν νίκην τοῖς πολεμίοις παρέσχοντο.

8. Οὗτοι γὰρ ἀνδρῶν ἔρημα τὰ ἐκείνῃ πεδία εὑρόντες διέλυσάν τε τὸ χαράκωμα καὶ ἅπαντα τὰ ἐντὸς ληϊσάμενοι, οὕτω δὴ γεγηθότες ἐπανῆλ θον εἰς τὰ οἰκεῖα καὶ τῆς προτέρας χώρας αὖθις ἐκράτουν. 2 καίτοι 93 πῶς οὐ λίαν ἀρίδηλον, ὡς θεῖόν τι μήνιμα τοῦ ἀνοσίου αἵματος ἕκατι τὰ Ῥωμαίων ἔσφηλε πλήθη, οἵ γε ἐβουλεύσαντό τε τὰ χείριστα καὶ ὄντες οὐ μεῖον ἢ πέντε μαχίμων ἀνδρῶν μυριάδες ὑπὸ τρισχιλίων Περσῶν ἀγεννῶς οὕτω πεφεύγασι, πλείστους ὅσους ἀποβεβληκότες; 3 πλὴν ἀλλ' αὐτοί γε οἱ τῆς μιαιφονίας ἐργάται οὐκ ἐς μακρὰν τὴν τελεωτάτην ἀνέπλησαν δίκην, ὡς προϊόντες ἀφηγησόμεθα. τότε δὲ χειμῶνος ἐπιλαβο μένου ἀνὰ τὰ πολίσματά τε καὶ φρούρια ἅπας ὁ στρατὸς ἐσκεδάννυτο, ᾗπερ ἑκάστῳ διαχειμάζειν ἐτέτακτο. 4 ἐν τούτῳ δὲ τὰ τῶν Κόλχων πράγματα ἀμφίβολά γε ἦν ἐς τὰ μάλιστα καὶ τεταραγμένα. τοιγάρτοι καὶ ἅπαντες οἱ ἐν τέλει διηπόρουν, τίνες ἂν γένοιντο καὶ ὅποι τραπεῖεν. 5 καὶ οὖν ὑπό τινα φάραγγα τοῦ Καυκάσου ἀγείραντες ἐν ἀπορρήτῳ τὸ πλεῖστον τοῦ ἔθνους, ὡς ἂν μὴ ἔκπυστα ἔοι τοῖς Ῥωμαίοις τὰ μελετώμενα, βουλὴν προὐτίθεντο, πότερον ἐπὶ Πέρσας μεταχωρητέον ἢ μενετέα ἔτι παρὰ Ῥωμαίοις. 6 αὐτίκα δὲ πολλοὶ ἀπερρίπτοντο λόγοι, οἱ μὲν ἐπὶ τάδε, οἱ δὲ ἐπὶ θάτερα προκαλούμενοι. ἦν δὲ ἄκριτος ἡ βοὴ καὶ ταραχώδης, μήτε τοῦ λέγοντος ὅστις εἴη, μήτε ὅ τι ποτὲ λέγοι, σαφῶς διαγιγνωσκομένου. τότε δὴ οὖν οἱ δυνατώτατοι σιγὴν μὲν τοῖς πλήθεσιν ἔχειν παρεκελεύοντο, παριέναι δὲ τὸν βουλόμενον ἐν κόσμῳ καὶ τὸ πρακτέον διεξιέναι ὅστις ἂν οἷός τε ᾖ. 7 ἀνὴρ δέ τις τῶν λογιμωτάτων, Αἰήτης ὄνομα, ἐδυσφόρει μᾶλλόν τι ἁπάντων καὶ ἐχαλέπαινεν ἐπὶ τῷ ξυνενεχθέντι, ὢν μὲν καὶ ἄλλως μισο ρώμαιος καὶ τὰ Περσῶν ἀεὶ προσιέμενος· τότε δὲ καὶ πλέον τῷ εὐπροσ ώπῳ τῆς αἰτίας ἀποχρώμενος ἐξαίρειν ἐπειρᾶτο πέρα τοῦ προσήκοντος τὸ γεγενημένον καὶ οὐδὲ βουλῆς ἔφασκε δεῖν ἐπὶ τοῖς παροῦσιν, ἀλλ' εὐθὺς ἐς τελεώτατον μηδισμὸν καταστῆναι. 8 τῶν δὲ ἄλλων μὴ χρῆναι λεγόντων οὕτω δή τι ἐξαπίνης τὸν ὅλον βίον μετεσκευάσθαι, πρὶν δὴ σχολαίτερον σφίσι βουλευομένοις τὸ λῷον ἀναφανείη, ὁ δὲ ἀναστὰς σὺν ὀργῇ καὶ προπηδήσας ἐς μέσους ἐδημηγόρει καθάπερ ἐν δημοκρατικῷ βουλευτηρίῳ. ἦν γὰρ καὶ λέγειν δεινὸς πλέον ἢ κατὰ βαρβάρους καὶ οἷος τοῖς νοήμασι ῥητορεύειν φύσεως δεξιότητι. καὶ τοίνυν ἔλεξε τοιάδε·