1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

26

εἶναι ἡγεῖτο καὶ ἀγεννές, εἴ γε πολέμου τοσούτου ξυνεστη κότος αὐτός τε καὶ ὁ ἀμφ' αὐτὸν στρατὸς λειποταξίου ἁλοῖεν δόξοιέν τε τῷ μὲν ἔργῳ δεδιέναι τοὺς πολεμίους, σκῆψιν δέ τινα καὶ προκά λυμμα τῆς δειλίας τὴν περὶ τὸν τεθνεῶτα εὔνοιαν πεποιῆσθαι. 7 οὔκουν ἠρεμεῖν ἀνασχόμενος ἐσήμαινε τῷ Ναρσῇ ἀναμένειν, ὡς καὶ αὐτῶν ὅσον οὔπω παρεσομένων· ὁ δὲ μενετέα μὲν οὐκ ἔφη, μελήσειν δὲ ὅμως αὐτῷ ὅπως ἂν ἐν δέοντι καὶ οἵδε τετάξοιντο, εἰ καὶ ὀλίγῳ ὕστερον 50 τύχοιεν ἀφιγμένοι. οἱ μὲν οὖν Ἔρουλοι εὖ μάλα ἐξωπλισμένοι ἐπορεύοντο βάδην ἐν κόσμῳ.

8. Ναρσῆς δὲ ἐπεὶ ἐν τῷ χώρῳ ἐγεγόνει, οὗ δὴ συμπλέκεσθαι ἔμελλεν, αὐτίκα ἐς φάλαγγα καθίστη τὸν στρατὸν καὶ διέταττεν. οἱ μὲν οὖν ἱππεῖς ἑκατέρωθεν ἐπὶ τῶν ἄκρων ἐτετάχατο δοράτια φέροντες καὶ πέλτας τόξα τε καὶ ξίφη παρῃωρημένοι· ἦσαν δὲ οἳ καὶ σαρίσας ἐκρά τουν. 2 αὐτὸς δὲ ἐπὶ τοῦ δεξιοῦ κέρως εἱστήκει. Ζανδαλᾶς τε, ὁ τῶν ὀπαδῶν ἐπιστάτης, τοῦ τε θητικοῦ καὶ οἰκετικοῦ ὁπόσον οὐκ ἀπόλεμον ἦν, ἀλλὰ καὶ οἵδε παρῆσαν. 3 ἐπὶ θάτερα δὲ οἱ ἀμφὶ Βαλεριανόν τε καὶ Ἀρταβάνην, προστεταγμένον αὐτοῖς ὑποκρύπτεσθαι πρὸς βραχὺ ἀνὰ τὰ λάσια τῆς νάπης καὶ ἐπειδὰν εἰσβάλλοιεν οἱ πολέμιοι, τότε δὴ ἀθρόον αὐτοῖς ἐκ τοῦ ἀφανοῦς ἐπιέναι καὶ ἀμφιβόλους ποιεῖσθαι. 4 ἅπα σαν δὲ τὴν μεταξὺ χώραν ὁ πεζὸς εἶχεν. ἔμπροσθεν μὲν γὰρ ἐπὶ τοῦ μετώπου οἱ πρωτοστάται θώρακας ποδήρεις ἐνημμένοι καὶ κράνη καρ τερώτατα τὸν συνασπισμὸν ἐπεποίηντο· ἑξῆς δὲ οἱ ἄλλοι ἐς βάθος ἀλλήλοις ἐνέκειντο, ἕως ἐς τοὺς οὐραγοὺς ὁ ξυλλοχισμὸς ἐτελεύτα. 5 τὸ δὲ ψιλὸν ἅπαν καὶ ἑκηβόλον ὄπισθεν περιέθει καὶ ἀνέμενε τὸν καιρόν, ἡνίκα δέοι ἀκροβολίζεσθαι. ἀπεκέκριτο δὲ τόπος τοῖς Ἐρούλοις τῆς φάλαγγος τὸ μεσαίτατον, καὶ ἦν ἔτι κενός, οὐ γάρ πω ἐκεῖνοι παρῆσαν. 6 ἐν τούτῳ δὲ ἄνδρες δύο τῶν Ἐρούλων, ἐτύγχανον γὰρ ἤδη ηὐτο μοληκότες παρὰ τοὺς πολεμίους ὀλίγῳ ἔμπροσθεν, ὡς καὶ ἀγνοεῖν δή που τὰ ὕστερον τῷ Σίνδουαλ βεβουλευμένα, ἐξωτρυνέτην ἅπαντας τοὺς βαρβάρους ὡς τάχιστα ἐπιφοιτᾶν τοῖς Ῥωμαίοις· «εὑρήσετε γὰρ αὐ τούς,» ἐφάτην, «ταραχῆς τε καὶ ἀκοσμίας ἀναπεπλησμένους, τοῦ μὲν Ἐρουλικοῦ στρατοῦ χαλεπαινόντων καὶ ξυγκινδυνεύειν ἀναινομένων, τοῦ δὲ ἄλλου πλήθους τῇ ἐκείνων ἀποστάσει καταπεπληγμένου». 7 τούτοις δὲ ὁ Βουτιλῖνος ἀνεπέπειστο ῥᾳδίως, τῷ βούλεσθαι, οἶμαι, ἀληθῆ γε αὐτὰ καθεστάναι. αὐτίκα δὴ οὖν ἐπῆγε τὸν στρατόν, καὶ ἅπαντες ξὺν προθυμίᾳ ἐχώρουν ἰθὺ τῶν Ῥωμαίων, οὐ μὴν ἠρεμαῖοι 51 οὐδὲ κατὰ κόσμον, ἀλλὰ τοῖς ἀγγέλμασιν ἀνεπτερωμένοι θορύβῳ εἴχοντο καὶ προπετείᾳ, ὡς αὐτοβοεὶ ἅπαν τὸ ἀντιστατοῦν ἀναρπασόμενοι. 8 ἦν δὲ αὐτοῖς ἡ ἰδέα τῆς παρατάξεως οἱονεὶ ἔμβολον· δελτωτῷ γὰρ ἐῴκει, καὶ τὸ μὲν ἐμπρόσθιον, ὁπόσον ἐς ὀξὺ ἔληγεν, στεγανόν τε ἦν καὶ πεπυκνωμένον τῷ πάντοθεν ταῖς ἀσπίσι περιπεφράχθαι, φαίης τε ἂν αὐτοὺς συὸς κεφαλὴν τῇ συνθέσει ἀποτυπώσασθαι. 9 τὰ δὲ σκέλη ἑκατέρωθεν κατὰ στίχους τε καὶ λόχους ἐς βάθος ξυγκείμενα καὶ ἐπὶ πλεῖστον ἐς τὸ ἐγκάρσιον παρατεταμένα διΐστατο ἀλλήλων ἠρέμα καὶ ἀπεκέκριτο καὶ προϊόντα ἐς μέγιστον εὖρος ἀπετελεύτα, ὡς καὶ τὸ μεταξὺ χωρίον κενὸν καθεστάναι καὶ τὰ νῶτα γυμνὰ τῶν ἀνδρῶν στοιχηδὸν διαφαίνεσθαι. ἀπεστραμμένοι γὰρ σφᾶς αὐτοὺς ἐτύγχανον, ὅπως ἂν τοῖς μὲν πολεμίοις ἀντιπρόσωποι εἶεν καὶ ἐκ τοῦ ἀσφαλοῦς ἀγωνίζοιντο τὰς ἀσπίδας προβεβλημένοι, τὰ δὲ ὀπισθίδια τῷ ἀλλήλοις ἀντιτετάχθαι διαφυλάττοιντο.

9. Ἀλλὰ γὰρ τῷ Ναρσῇ τύχης τε αἰσίας κυρήσαντι καὶ τὸ πρακτέον ἄριστα μηχανησαμένῳ ἅπαντα ἐς δέον ἀπέβη. ἐπειδὴ γὰρ οἱ βάρβαροι ξὺν βοῇ πολλῇ καὶ ἀλαλαγμῷ δρομαῖοι ἐπελθόντες ξυνέρραξαν τοῖς Ῥωμαίοις, αὐτίκα διέσεισαν τοὺς ἐπὶ τῷ ὀμφαλῷ πρωτοστάτας ἀμφὶ τὸ κένωμα ἐσπεσόντες· οὔπω γὰρ παρῆσαν οἱ Ἔρουλοι· ἥ τε ἀρχὴ διατεμοῦσα τὸ βάθος τῶν λόχων καὶ φόνον οὐ πολὺν