1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

46

εἰσόδους καρτερώτατα διαφράξαι, συλλαμβανούσης αὐτῷ τῆς φύσεως τῶν χωρίων, ταύτῃ τε ἄβατα τοῖς βαρβάροις τὰ Λαζικῆς ὅρια καταστῆσαι, ὁ δὲ τοῦτο μεθῆκεν ὑπὸ ῥᾳστώ νης, ἀργυρολογῶν δὲ περιενόστει τὰς πόλεις τὰς ὑπ' αὐτῷ τεταγμένας· 7 ἐκεῖνα δὴ οὖν ὁ βασιλεὺς μεμνημένος, ἐπειδὴ καὶ ταῦτα ἐπέπυστο, αὐτίκα ἐπείθετο· καὶ τοίνυν παραλύσας τὸν Βέσσαν τῆς ἀρχῆς καὶ πρός γε ἀφελόμενος αὐτὸν τὰ οἰκεῖα, ἐς Ἀβασγοὺς ἐξέπεμψεν, ἐκεῖσε μενοῦντα, 86 ἕως ἂν ἕτερόν τι ἐπ' αὐτῷ διανοηθείη. 8 τῷ δὲ Μαρτίνῳ πολλὰ νεμεσήσας, ὅμως αὐτῷ τὰ πρωτεῖα τῆς ἡγεμονίας παρέσχετο· καὶ ἦν ἐν τοῖς στρατηγοῖς πρώτιστος μὲν αὐτός, Ἰουστῖνος δὲ δεύτερος καὶ Βούζης αὖ μετ' ἐκεῖνον καὶ ἑξῆς οἱ ἄλλοι ὡς ἕκαστοι. 9 ἀεὶ μὲν οὖν καὶ πρότερον Μαρτίνῳ τε καὶ Ῥουστίκῳ οὐκ ὀρθῶς τὰ ἐς Γουβάζην διέκειτο, ἀλλὰ δυσμένειά τις αὐτοῖς ὑπετύφετο, βαρεῖά τε καὶ δεινοτάτη ὅσῳ καὶ διελάνθανε, λαβοῦσα μὲν τὴν ἀρχὴν ὑπὸ φθόνου καὶ βασκανίας, ἀρθεῖσα δὲ κατὰ τὸ μᾶλλον τῷ συνεχεῖ καὶ ἀλογίστῳ τῆς ὑποψίας. 10 ἅπαν γὰρ ὁτιοῦν ὑπ' αὐτοῦ γιγνόμενον τῷ πεπονθότι τῆς ψυχῆς ἐξετάζοντες καὶ πάντως ἀχθόμενοι ὑπέτρεφον τὸ χαλεπαῖνον καὶ ἐπερρώννυον. 11 ἐπεὶ δὲ ἐκεῖνος ὑποτοπήσας τὸ ἔχθος καὶ τὸ λοιπὸν ἐς τὸ ἀντιλυπεῖν προηγμένος ἐκακηγόρει γε αὐτοὺς πολλάκις ὡς ἀνάνδρους καὶ ἀλαζόνας καὶ οὐδὲν ὁτιοῦν μέλον αὐτοῖς τῶν πρακτέων, ἔς τε τὰ ξυμπόσια καὶ τοὺς ξυλλόγους νεμεσῶν ἀεὶ διετέλει καὶ οὐδὲ πρεσβείας τυχὸν ἀφιγμένης ἐκ τῶν προσοίκων ἐθνῶν ἀνίει καὶ ὑπεστέλλετο, οἱ δὲ ταῦτά τε οὐκ ἐνεγκόντες καὶ πρός γε τὰς ἐς βασιλέα διαβολὰς ἐν ὀργῇ ποιησάμενοι καὶ γιγνώσκοντες, ὡς οὐκ ἀνήσει διελέγχων, εἴ που καὶ αὖθις σφαλεῖεν, ἐβουλεύοντο ἐκποδὼν τὸν Γουβάζην ποιήσασθαι, ὡς ἂν τίσαιντό τε αὐτὸν τοῦ φθάσαντος πέρι καὶ τὸ λοιπὸν οὐδὲν ὅ τι δειμαίνοιεν.

3. Πολλὰ δὴ οὖν κατὰ σφᾶς κοινολογησάμενοι καὶ πέρας ἐπὶ τῇδε στάντες τῇ γνώμῃ, ἐπειδὴ αὐτὸν οὐ πρότερον διαχειρίσασθαι ᾤοντο χρῆναι, πρὶν ἂν καὶ τοῦ βασιλέως ἀποπειραθεῖεν, στέλλουσιν ἐς τὸ Βυζάντιον Ἰωάννην τὸν Ῥουστίκου ἀδελφόν, ἀγγελοῦντα δῆθεν ὡςμηδίζων ὁ Γουβάζης πεφώραται. 2 καὶ οὖν ἐς λόγους ὁ Ἰωάννης λαθραιότατα τῷ βασιλεῖ ἀφιγμένος διέβαλλε τὸν Γουβάζην ὡς ἀποστάν τα ἤδη καὶ τοὺς Πέρσας ἐπαγόμενον καὶ οὐκ ἐς μακρὰν τὴν χώραν ἐπ' ἐκείνους μεταθήσοντα, εἰ μὴ θᾶττον ὅτῳ δὴ οὖν τρόπῳ διακωλυθείη. 3 ὁ δὲ βασιλεὺς καταπλαγεὶς μὲν τῷ παραλόγῳ, οὔπω δὲ τελεώτατα πεπιστευκώς, ἀλλ' ἐπὶ μέσης τινὸς χωρήσας ἐννοίας, «ἄγε» ἔφη «ὅπως τὸν ἄνδρα παρασκευάσοιτε ὡς ἡμᾶς ἐνθάδε γενέσθαι». 4 δείσας δὲ ὁ Ἰωάννης, μή ποτε, εἴ γε ἐκεῖνος ἀφίκοιτο, τὰ τῆς ἐπιβουλῆς ἀνακαλυφ θείη, «εἶεν» ἔφη «ὦ δέσποτα. τί δὲ ἄρα ποιητέον ἡμῖν, εἴ γε ἑκὼν εἶναι παραγενέσθαι ἥκιστα ἕλοιτο;» «ἀναγκαστέον αὐτὸν» ἦ δὲ ὁ βασιλεὺς «κατήκοον ὄντα καὶ πάσῃ μηχανῇ ἐκπεμπτέον.» 5 εὐθὺς δὴ οὖν 87 ὑπολαβὼν ὁ Ἰωάννης· «ἀναγκαζόμενος δὲ εἴ γε ἀντισταίη, τί ἂν γένοιτο ἐπὶ τούτοις;» «τί δὲ ἄλλο γε» ἔφη ὁ βασιλεὺς «ἢ πείσεται τὰ τῶν τυράννων καὶ κάκιστα ἀπολεῖται;» 6 «οὐδὲν οὖν ἔσται δέος, ὦ δέσ ποτα» ἦ δὲ ὁ Ἰωάννης «τῷ τοῦτον ἀποκτενοῦντι;» «οὐ μὲν οὖν» ἔφη «εἴ γε ἀντιταττόμενος καὶ ἀνηκουστῶν ὡς πολέμιος διαφθαρείη». 7 τοιαῦτα δὲ τοῦ βασιλέως ἀποκριναμένου καὶ παραπλήσια τούτων ἐν ἐπιστολῇ τοῖς στρατηγοῖς σημήναντος, οὐδὲν ἔτι ὁ Ἰωάννης περαιτέρω ἀνεπυνθάνετο, ἀλλ' ἐπειλῆφθαι ἤδη καὶ ἔχεσθαι τοῦ ζητουμένου ἀπο χρώντως ἡγούμενος ἐπανῆκεν αὖθις ἐς Κόλχους τὸ γράμμα τοῦτο ἐπιφε ρόμενος· ὃ δὴ Μαρτῖνός τε καὶ Ῥούστικος ἀναλεξάμενοι καὶ μάλα εὐπρε πῶς ἐσκευωρῆσθαι τὸ δρᾶμα εὑρόντες εὐθὺς ἐπὶ τὴν πρᾶξιν ἐχώρουν. 8 συγκαλεσάμενοι δὴ οὖν Ἰουστῖνόν τε καὶ Βούζην καὶ τὸ μελετηθὲν ἀποκρύπτοντες χρῆναι ἔφασαν τὴν ταχίστην ὡς Γουβάζην ἰέναι ξὺν αὐτῷ τε βουλεύεσθαι, ὅπως τοῖς ἐς Ὀνόγουριν Πέρσαις κοινῇ ἐπελευσό μεθα. οἱ δὲ τούτοις