1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

31

περιβόλου διακομίζουσιν. 5 ἡμέρας δὲ δύο ἀρκέσας ἀκλεῶς ἀπεβίω, καὶ τὰ τῆς ἀπιστίας αὐτῷ καὶ παροινίας ἐς τόδε κακοῦ ἐτελεύτα. 6 ἐκείνου δὲ διαφθαρέντος αὐτίκα οἱ Γότθοι, οὐ γὰρ ἀντέχειν ἔτι τῇ πολιορκίᾳ οἷοί τε εἶναι ἡγοῦντο, ἐδέοντο τοῦ Ναρσοῦ τὰ πιστὰ σφίσι παρασχέσθαι, ὡς τοῦ ζῆν αὐτοὺς οὐκ ἀφαιρήσει. ὃ δὴ καὶ τάχιστα ὀμωμοσμένον, σφᾶς τε αὐτοὺς ἐκεῖνοι καὶ τὸ φρούριον παρέδοσαν. 7 Ναρσῆς δὲ ἀπέκτεινε μὲν οὐδένα τῷ ταῦτά τε ὀμωμοκέναι καὶ ἄλλως οὐχ ὅσιον εἶναι τοὺς ἡσσημένους ὠμότατα διαχειρίζεσθαι, ὡς ἂν δὲ μὴ αὖθις νεωτερίσαιεν, ἅπαντας ὡς βασιλέα ἐς τὸ Βυζάντιον ἔστειλεν. 8 Ἐν ᾧ δὲ ταῦτα ἐπράττετο, Θευδίβαλδος τὸ μειράκιον, ὃς 59 δὴ τῶν προσοικούντων τὴν Ἰταλίαν Φράγγων ἐκράτει, ᾗπέρ μοι εἴρηται πρότερον, οὗτος δὲ οἰκτρότατα ἤδη ἐτεθνήκει τῇ νόσῳ περιτακεὶς τῇ συντρόφῳ. ἐπεὶ δὲ Χιλδίβερτόν τε καὶ Χλωθάριον, ὡς δὴ καὶ τῷ γένει ἐγγυτάτους, ἐπὶ τὸν κλῆρον τοῦ παιδὸς ὁ νόμος ἐκάλει, αὐτίκα ἔρις αὐτοῖς ἐνέπεσε δεινὴ καὶ οἵα μικροῦ δεῖν τῷ παντὶ λυμήνασθαι γένει. 9 Χιλδίβερτος μὲν γὰρ γηραιὸς ἤδη ὑπῆρχε καὶ πόρρω που ἥκων τῆς ἡλικίας καὶ πρός γε ἀσθενείᾳ εἴχετο πολλῇ, ὡς συνεσκληκέναι οἱ ἅπαν καὶ διατετῆχθαι τὸ σῶμα· παῖδές τε αὐτῷ ἄρρενες οὐκ ἦσαν οἱ τὴν ἀρχὴν διαδεξόμενοι, ἀλλ' ἐν θυγατράσιν ἐκληρονομεῖτο. 10 Χλωθάριος δὲ ῥωμαλέος ἦν ἔτι καὶ οὔπω λίαν ἐγεγηράκει, πλὴν ὅσον ἐς πρώτην ῥυτίδα, υἱούς τε εἶχε τέτταρας, βούπαιδας ἤδη καὶ θαρραλέους καὶ πρὸς τὸ ἐνεργὸν ὡρμημένους. τοιγάρτοι οὐ μεθεκτέα ἔφασκε τῷ ἀδελφῷ τῶν Θευδιβάλδου χρημάτων, ὡς οὐκ ἐς μακρὰν καὶ αὐτῆς δήπου τῆς Χιλδι βέρτου βασιλείας ἐς αὐτόν τε καὶ τοὺς οἰκείους παῖδας μεταπεσουμένης. 11 καὶ τοίνυν οὐ διήμαρτε τῆς ἐλπίδος. ὁ γὰρ πρεσβύτης ἑκὼν ἐνεδίδου τοῦ κλήρου, δεδιώς, οἶμαι, τὴν δύναμιν τοῦ ἀνδρὸς καὶ ἀπαλλαξείων τῆς ἐς αὐτὸν δυσμενείας. ὀλίγῳ τε ὕστερον αὐτὸς μὲν ἀπεβίω, ἅπαν δὲ τὸ τῶν Φράγγων κράτος ἐς μόνον Χλωθάριον κατερρύη. ἐν τοῖσδε μὲν τὰ Ἰταλιωτῶν καὶ Φράγγων πράγματα ἐχώρει.

15. Ὑπὸ δὲ τὸν αὐτὸν χρόνον, θέρους ὥρᾳ, ἔσεισε μέγα ἔν τε Βυζαν τίῳ καὶ πολλαχοῦ τῆς Ῥωμαίων ἀρχῆς, ὡς καὶ πόλεις συχνάς, νησιωτι κάς τε καὶ ἠπειρώτιδας, ἀθρόον ἀνατραπῆναι καὶ ἄρδην τοὺς οἰκήτορας διαφθεῖραι. 2 Βηρυτὸς γοῦν ἡ καλλίστη, τὸ Φοινίκων τέως ἐγκαλλώπισμα, τότε δὴ ἀπηγλαΐσθη ἅπασα, καὶ κατέρριπτο τὰ κλεινὰ ἐκεῖνα καὶ περιλάλητα τῆς οἰκοδομίας δαιδάλματα, ὡς μηδὲν ὁτιοῦν σχεδόν που λελεῖφθαι ἢ μόνα τῆς κατασκευῆς τὰ ἐδάφη. 3 πολὺς μὲν οὖν ὅμιλος ἰθαγενῶν τε καὶ ἐνδαπίων ἀνδρῶν ἀπολώλασιν ὑποπεπιεσμένοι τῷ ἄχθει, πολλοὶ δὲ νέοι ἐπήλυδες εὐπατρίδαι τε καὶ παιδείας ἄριστα ἔχοντες, οἳ δὴ παρῆσαν τοὺς Ῥωμαίων αὐτοῦ ἀναλεξόμενοι νόμους. 60 τοῦτο γὰρ πάτριον τῇ πόλει καὶ ὥσπερ γέρας τι μέγιστον τὰ τοιάδε αὐτῇ ἀνεῖται διδασκαλεῖα. 4 μετεσκευάσαντο τοιγαροῦν ἐν τῷ τότε οἱ τῶν νόμων ἀφηγηταὶ ἐς Σιδῶνα τὴν πόλιν τὴν γείτονα καὶ ἐν τῇδε μετῆκτο τὰ φροντιστήρια, ἕως πάλιν ἡ Βηρυτὸς ἀνεδομήθη. καὶ γέγονεν ἥκιστα μὲν ὁποία πρότερον ἦν, πλὴν ἀλλ' οὐχὶ ἐς ὅσον καὶ ἀγνοεῖσθαι ὡς ἐκείνη εἴη ἡ πάλαι. ἀλλ' οὗτος μὲν ὁ τῆς πόλεως ἀνοικισμὸς καὶ ἡ τῶν διδασκαλείων ἐπάνοδος χρόνῳ ὕστερον ἤμελλεν ἔσεσθαι. 5 τότε δὲ καὶ ἐν τῇ μεγάλῃ Ἀλεξανδρείᾳ, τῇ πρὸς τῷ Νείλῳ ἱδρυμένῃ ποταμῷ, καὶ ταῦτα οὐκ εἰωθὸς σείεσθαι τὸ χωρίον, συναίσθησίς τις τοῦ κλόνου ἐλαχίστη μὲν καὶ ἀφαυροτάτη καὶ οὐ πάμπαν ἀρίδηλος, γέγονε δὲ ὅμως. 6 ἅπαντες δὴ οὖν οἱ ἐπιχώριοι καὶ μάλιστα οἱ σφόδρα γεγηρα κότες ἐν θαύματι μεγάλῳ τὸ ξυνενεχθὲν ἐποιοῦντο, ὡς οὔπω πρότερον γεγενημένον, ἔμενέ τε οἴκοι ὅστις οὐδείς, ἀλλ' ἀνὰ τὰς λεωφόρους τὰ πλήθη ξυνέρρει, τῷ ἀπροσδοκήτῳ δή που καὶ παραδόξῳ πέρα τοῦ μετρίου καταπεπληγμένοι. 7 ἐμοὶ δέ γε καὶ αὐτῷ (ἐτύγχανον γὰρ αὐτοῦ διατρίβων παιδείας ἕνεκα τῆς πρὸς τῶν νόμων) δεδιέναι προσῄει, καὶ