1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

89

τούτου ἀδελφὸς ἐπὶ τὴν ἀρχὴν ἀναβὰς οὐδέν τι φαίνεται ἀξιαφήγητον δράσας πολέμων ἕνεκα καὶ παρατάξεων, οὐ μόνον τῷ πρᾶος εἶναι τοὺς τρόπους καὶ ἤπιος καὶ πρὸς ὁρμὰς ἀλόγους καὶ δυσμενείας οὐ μάλα διανιστάμενος, ἀλλ' ὅτι καὶ βραχὺν ἐπεβίω χρόνον· τέτταρα γὰρ αὐτῷ μόνον ἔτη κατὰ τὴν βασιλείαν διέδραμεν. 6 ἐπὶ τούτῳ δὲ Καβάδης ὁ Περόζου τῶν Περ σικῶν πραγμάτων κρατήσας πολλοὺς μὲν κατὰ Ῥωμαίων πολέμους διήνεγκε, πολλὰ δὲ κατὰ βαρβάρων τῶν προσοικούντων ἔστησε τρόπαια, καὶ χρόνον οὐδένα παρῆκε ταραχαῖς τε καὶ κινδύνοις ἐγκαλινδούμενος. 7 ἦν δὲ ἄρα καὶ πρὸς τὸ ὑπήκοον ἀπηνής τε καὶ δυστιθάσευτος καὶ οἷος ἀνακινεῖν τὰ καθεστῶτα ἔς τε τὴν πολιτικὴν δίαιταν καινουργεῖν καὶ παρατρέπειν τὰ πάλαι ξυνειθισμένα. λέγεται δέ, ὡς καὶ νόμον ἔθε το κοινὰ τοῖς ἀνδράσι προκεῖσθαι τὰ γύναια, οὐ κατὰ τὸν Σωκράτους, οἶμαι, καὶ Πλάτωνος λόγον καὶ τὴν ἐν τῷ λόγῳ κεκρυμμένην ὠφέλειαν, ἀλλ' ὥστε τῷ προστυχόντι ἐξεῖναι πρὸς ἣν ἂν ἐθέλοι χωρεῖν καὶ τῆς εὐνῆς μεταλαγχάνειν, εἰ καὶ ἑτέρῳ τῳ ξυνοικοῦσα καὶ ἀποκεκριμένη ἐτύγχανε.

28. Καὶ τοίνυν θαμὰ τοῦτο ἐννόμως ἐξημαρτάνετο, χαλεπαινόντων περιφανῶς τῶν δυνατῶν καὶ οὐκ ἀνεκτὸν ἡγουμένων τὴν ἀτιμίαν. ἀλλ' οὗτος γὰρ αὐτῷ ὁ θεσμὸς ἐπιβουλῆς τε καὶ καταλύσεως αἰτιώτατος γέγονεν. τοιγάρτοι ξυμφραξάμενοι ἅπαντες καὶ διαναστάντες καθαι ροῦσί γε αὐτὸν τῆς ἀρχῆς τῷ ἑνδεκάτῳ ταύτης ἐνιαυτῷ καὶ ἐς τὸ τῆς Λήθης ἐμβάλλουσι φρούριον. 2 τὸ δὲ τῆς βασιλείας κράτος μετάγουσιν ἐπὶ Ζαμάσφην, Περόζου καὶ αὐτὸν παῖδα γεγενημένον καὶ ἄλλως πραό τητός τε καὶ δικαιοσύνης ἄριστα ἔχειν δοκοῦντα. οὕτω τε ᾤοντο καλῶς αὐτοῖς ἅπαντα κατειργάσθαι, ὡς ἐξὸν τὸ λοιπὸν ἐν εὐκολίᾳ τε καὶ ῥᾳστώνῃ πολιτεύεσθαι καὶ βιοτεύειν. 3 ἀλλ' ὁ Καβάδης οὐκ ἐς μακρὰν 159 ἀποδράσας, εἴτε τῆς γαμετῆς αὐτῷ ξυλλαβομένης τοῦ δόλου, ὡς Προκό πιός φησι, καὶ τὸν ὑπὲρ ἐκείνου θάνατον ὑπελθεῖν ἑλομένης, εἴτε καὶ ἄλλῳ χρησάμενος τρόπῳ, ἀποδράσας δὲ οὖν ὅμως καὶ ὑπεκβὰς τοῦ δεσμωτηρίου, ᾤχετο παρὰ τοὺς Νεφθαλίτας καὶ γίνεται τοῦ ἐκείνων βασιλέως ἱκέτης. 4 ὁ δὲ τὰς ἀτάκτους ῥοπὰς τῆς τύχης διανοησάμενος προσίετό γε αὐτὸν μάλα εὐμενῶς καὶ διετέλει παρηγορῶν καὶ παραιρού μενος τῆς γνώμης τὸ ἀνιώμενον, τὰ μὲν πρῶτα θωπείᾳ τε ἀγαθῇ καὶ παραινέσει πρὸς τὰ ἀμείνονα τὸ φρονοῦν ἀναρρωννύσῃ καὶ πρός γε τραπέζῃ δαψιλεῖ καὶ φιλοτησίᾳ θαμὰ προτεινομένῃ καὶ ἐφεστρίσι τι μίαις καὶ τούτοις δὴ ἅπασι τοῖς εἰς φιλοξενίαν προχειροτάτοις· ὀλίγῳ δὲ ὕστερον καὶ τὴν θυγατέρα κατεγγυᾷ πρὸς γάμον τῷ ξένῳ καὶ στρα τιὰν αὐτῷ πρὸς τὴν κάθοδον ἀποχρῶσαν παραδοὺς ἔστειλεν αὖθις, τό τε ἀντιστατοῦν καθελοῦντα καὶ τὴν προτέραν εὐδαιμονίαν ἀνακτησό μενον. 5 ἐπεὶ δὲ πεφύκασι πρὸς τἀναντία πολλάκις συμφύρεσθαι τοῖς ἀνθρώποις αἱ τῶν δοκηθέντων ἐκβάσεις, τοιόνδε τι καὶ τότε ξυνέβη, καὶ πρὸς τὴν ἐφ' ἑκάτερα ῥοπήν τε καὶ κίνησιν ἐπὶ πολλῷ τῷ διαλλάττοντι ὁ τοῦ Καβάδου βίος ἐταλαντεύθη, καὶ ταῦτα ἐν χρόνῳ μετρίῳ. 6 ἐκ μὲν γὰρ βασιλέως πρότερον ὑπόδικος γέγονε καὶ δεσμώτης, ἀπαλλαγεὶς δὲ τῆς εἱρκτῆς φυγὰς καὶ μέτοικος καὶ ἱκέτης, ἐκ δὲ ἱκέτου καὶ ξένου κηδεσ τὴς βασιλέως καὶ οἰκειότατος· εὐθὺς δὲ κατελθὼν εἰς τὰ πάτρια ἤθη ἀνείληφε πάλιν τὴν ἀρχὴν πόνων ἐκτὸς καὶ κινδύνων, ὥσπερ οὐδαμῶς αὐτὴν ἀφῃρημένος, ἀλλ' εὑρὼν ἔτι σχολάζουσαν καὶ οἷον ἐκδεχομένην. 7 ὁ γὰρ Ζαμάσφης ἑκὼν ἀπέστη τοῦ θάκου καὶ μεθεῖναι μᾶλλον ἔγνω τὴν βασιλείαν, τέτταρας ἐνιαυτοὺς ἡσθεὶς ἐν αὐτῇ, καὶ ἀπαγορεῦσαι μὲν τῷ γαυρουμένῳ τῆς ψυχῆς καὶ φιλοδοξοῦντι, τὸ δὲ ἄπραγμον ξὺν τῷ ἀσφαλεῖ ἀνθελέσθαι· καὶ προὔλαβε τὴν ἀνάγκην ἡ εὐβουλία. 8 ὁ δὲ Καβάδης ἐγκρατὴς γεγενημένος πλέον ἢ πρότερον ἐς τριάκοντα ἑτέ ρους ἐνιαυτοὺς διέμεινε