1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

73

καὶ οἰχησόμεθα κάλλιστον τοῦτο πρὸς εὐθυμίαν ἐφόδιον ἔχοντες, τὸ γιγνώσκειν ἐν ἡμῖν αὐτοῖς, ὡς τοὺς Ῥω μαίους κρατοῦντας ἔτι τῶν Κόλχων καταλελοίπαμεν καὶ οὔπω παρ' ἑτέρων ἀφῃρημένους. 6 εἰ μὲν γὰρ Περσικὸν ἦν τὸ παρὸν δικαστήριον καὶ παρ' ἐκείνοις ἐκρινόμεθα, πάντως ἂν ἡμῖν ἀρνήσεώς τε προσέδει τῶν εἰργασμένων καὶ δεδιέναι παρῆν τοὺς ἐλέγχους καὶ δεδειγμένων τυχὸν διαπορεῖν, ὁποίοις ἂν καὶ χρησαίμεθα λόγοις ὑπὸ δικασταῖς πολεμιωτάτοις καὶ τῷ πραχθέντι λίαν ἀχθομένοις τῷ τῆς ἐλπίδος ἡμαρτηκέναι. 7 Ῥωμαίου δὲ ἀνδρὸς διαιτῶντος τίνος ἂν χάριν ἡμῖν τὸ γεγενημένον ἀπαρνηθείη; τί δὲ καὶ ἀπολογεῖσθαι χρεὼν παρ' ὑμῖν αὐτοῖς, ἀνθ' ὧν ὑμᾶς εὖ πεποιήκαμεν τὸν τύραννον ἀνελόντες; οὐδὲ γὰρ μεταδοτέον αὐτῷ τοῦ σεμνοῦ τῆς βασιλείας ὀνόματος, ἀλλοτριωτάτῳ διὰ τῶν ἔργων φανέντι, καίτοι μέγα κεκράγασιν οἱ κατήγοροι καὶ δεινὰ τετολμῆσθαί φασιν, ὡς δὴ βασιλέως ἀνῃρημένου. 8 χρὴ δὲ οὐ τῇ πόρπῃ καὶ τῷ χλαμυδίῳ καὶ τοῖς ἐκτὸς φαινομένοις ἐγκαλλωπίσμασι ταύτην προσνέμειν τὴν ἐπωνυμίαν, ἀλλ' ἔνθα τὸ δίκαιον ἐνεργὸν καὶ τοῦ προσήκοντος μὴ ὑπερφρονοίη τὸ ἐφιέμενον καὶ μόνοις τοῖς καθεστῶσι τὸ φρόνημα τῆς ψυχῆς ἀναμετροῖτο. εἰ μὲν οὖν τοιοῦτον ἀπεκτόναμεν ἄνδρα, παράνομα τετολμήκαμεν, ἔνδικος ἡ κατηγορία, εἰκότως βίαιοι καὶ ἀλαζόνες καὶ μιαιφόνοι παρὰ τῶν Κόλχων ὀνομαζόμεθα. 9 εἰ δὲ τούτων μὲν ὡς πορρωτάτω τοῖς τρόποις ἀπῴκιστο, μέτριον δὲ οὐδὲν ἦν αὐτῷ βεβουλευμένον ἀλλ' ἢ τοὺς Πέρσας καθ' ἡμῶν λαθραίως ἐπάγειν καὶ καταπροέσθαι τὴν χώραν ἐκείνοις, πῶς οὐ μᾶλλον ἐχρῆν φθάσαι τὸν τοῦ δεινοῦ καιρὸν τῷ προτερήματι ἢ τὴν βασίλειον στολὴν αἰδεσθέντας ὑπὸ τοῖς πολεμίοις γενέσθαι; 10 τοῖς γὰρ κίνδυνόν τινα μελετώμενον 132 ὑπό του προεγνωκόσιν, ἐνὸν μὲν ἐκκλῖναι τὸ παραυτίκα τὴν ἐπιβουλὴν καὶ τὸ παρὸν ἀμωσγέπως παρακρουσαμένοις σχολαίτερον ἐν ὑστέρῳ τοῖς προσπεσοῦσιν ἁρμόσασθαι, πολλὴ ὠμότης προεπιφέρειν τὴν τιμωρίαν καὶ μὴ μᾶλλον ἀρκεῖσθαι τῇ τοῦ ἀντεπιβουλεύειν τυχὸν ἐξουσίᾳ. 11 ἔνθα δὲ τῶν βεβουλευμένων εἰς ἔργον ἀχθέντων οὐδὲν ἔτι λείπεται πρὸς ἐπικουρίαν, ἀλλ' ἄρδην εὐθὺς ἅπαντα οἴχεται, συναφ αιρουμένων τῇ κοινῇ σωτηρίᾳ καὶ αὐτῶν δήπου τῶν ὑπὲρ ταύτης ἐλπίδων, ἐνταῦθα τὸ τάχος αἱρετέον τοῖς ἔμφροσι καὶ ὅπως μηδὲν ὁτιοῦν τῶν ἀνηκέστων πείσονται παρασκευαστέον.

8. «Εἰ τοίνυν καὶ διαρραγεῖεν οἱ κατήγοροι, μίασμα βοῶντες καὶ ἄγος καὶ μιαιφονίαν καὶ τοῖς τοιούτοις ὀνόμασιν ἐκτραγῳδοῦντες τὸ γεγενημένον καὶ πρὸς μόνον τὸ πραχθὲν ἀφορᾶν ἐκβιαζόμενοι, ἀλλὰ σὸν ἔργον, ὦ δικαστά, μνήμην ποιεῖσθαι τῶν προϋπαρξάντων, τὰς αἰτίας ἀναθεωρεῖν δι' ὧν ἐπὶ τὴν πρᾶξιν ὡρμήθημεν καὶ τῷ εὐλόγῳ τοῦ ἐγχειρήματος τὸ εὔνουν διαγιγνώσκειν τῆς γνώμης. 2 ἐπεὶ καὶ πολ λαχοῦ κατὰ τὰς πόλεις ἀγύρτας τινὰς τυχὸν ἢ καὶ λωποδύτας ἢ καὶ ἄλλο τι τῶν ἀνοσίων ἔργων πεπλημμεληκότας ὁρῶντες νῦν μὲν τῆς κεφαλῆς ἀφαιρουμένους, νῦν δὲ τὼ πόδε διατεμνομένους, οὐ τοῦ φαινομένου κατηγοροῦμεν, καὶ ταῦτα λίαν ἀπάνθρωπον εἶναι δοκοῦν, οὐδὲ τοῖς ἄρχουσιν, οἶς τὰ τῶν τιμωριῶν τούτων ἀνεῖται, νεμεσῶμεν, ἐναγεῖς αὐτοὺς καὶ μιαροὺς καὶ κακοδαίμονας ἀποκαλοῦντες· ἀλλὰ τὰ πρότερον παρ' ἐκείνων τετολμημένα λογιζόμενοι καὶ ὡς ποινὰς τίνουσι τῶν ἀδικη μάτων ἐπιμνησθέντες ἡδόμεθα τῇ ὠμότητι. οὐ γὰρ εἰκῇ τὸ κολάζον ἐξεύρηται, τοῦ ἁμαρτάνοντος ἥκιστα παυομένου. 3 ἀνῄρηται τοίνυν πρὸς ἡμῶν ὁ Γουβάζης· καὶ τί δεινόν, εἰ προδότην ἄνδρα καὶ πολέμιον ἀπεκτόναμεν; καίτοι τὴν τοῦ δυσμενοῦς ἐπωνυμίαν οἱ κατήγοροι διευκρινήσαντες οὐ τῷ πορρωτέρω ταχθέντι προσήκειν φασίν, ἀλλ' ὅτῳ ἄν, εἰ καὶ ὁμόφυλος ᾖ, τὰ τοῖς ἐναντίοις κεχαρισμένα σπουδάζοιτο· καὶ τήνδε τὴν δόξαν καὶ ἡμεῖς ἀρίστην ἡγούμεθα καὶ ἀληθεστάτην καὶ οἵαν τῆς τοῦ πράγματος φύσεως ἐστοχάσθαι. 4