1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

37

22. Ὁ δὲ Μερμερόης ἐς τὰ Χυτροπώλια παραγενόμενος καὶ πολλὰ τῆς ἀνανδρίας ἐπιτωθάσας τοὺς οὐκ ἀΐοντας καὶ λοιδορησάμενος ἔγνω μὴ περαιτέρω ἰέναι μηδὲ τῇ Νήσῳ προσβάλλειν. οὔτε γὰρ τὰ ἐπιτήδεια ἐκπορίζεσθαι τοσούτῳ στρατῷ ἐν μέσῃ τῇ πολεμίᾳ οἷός τε ἦν οὔτε ἄλλως παρεσκεύαστο ἐς πολιορκίαν. 2 τοιγάρτοι ἀποπορευτέα μὲν αὖθις αὐτῷ ἐπὶ Τήλεφίν τε καὶ τὴν ἐκείνῃ δυσχωρίαν οὐ μάλα ἐδόκει, ξύλοις δὲ καὶ ἀκάτοις, αἳ δὴ ἐς τοῦτο ἐπεποίηντο, ζεύξας τὰς τοῦ Φάσιδος ὄχθας καὶ οἷον γέφυραν τεκτηνάμενος διεβίβασεν ἀδεῶς ἅπαν τὸ στράτευμα, οὐδενὸς ἐνοχλοῦντος. 3 καὶ δὴ τοὺς εἰς Ὀνόγουριν Πέρσας ἱδρυμένους τὸ φρούριον, ὃ δὴ πρότερον αὐτὸς ἐν τῇ Ἀρχαιοπόλεως περιοικίδι ἐπιτείχισμα κατὰ τῶν Ῥωμαίων κατεστήσατο, ἀλλὰ τούτους γε τοὺς Πέρσας ἐπιθαρσύνας καὶ ἑτέραν δύναμιν ἐμβαλὼν καὶ ἅπαντα τὰ τῇδε, ὡς ἐνῆν, κρατυνάμενος πάλιν ἔς τε Κοτάϊσιν καὶ Μουχείρισιν ἐπανῆκεν. 4 αὐτίκα δὲ νόσῳ τινὶ πεπιεσμένος καὶ διατεθεὶς χαλεπώτατα τὸ μὲν πλεῖστον τοῦ στρατοῦ καὶ ἀλκιμώτατον αὐτοῦ καταλέλοιπεν διαφυ λάξοντας τὰ οἰκεῖα, αὐτὸς δὲ ἐς Ἰβηρίαν τὴν χώραν μετῆλθεν. 5 καὶ τοίνυν ἐς πόλιν Μεσχιθὰ οὕτω καλουμένην μόλις ἠγμένος καὶ οὐκ ἐνεγκὼν 70 τὸ πάθος, τότε δὴ τέθνηκεν ὡς ἀληθῶς ὁ Μερμερόης, ἀνὴρ ἐν τοῖς μάλιστα παρὰ Πέρσαις γεγενημένος καὶ δεινὸς μὲν ἐς εὐβουλίαν, ἄριστος δὲ τὰ πολέμια καὶ σφόδρα τὴν ψυχὴν ἀνδρειότατος· ὃς δὴ γηραιὸς ὢν ἤδη καὶ ἐκ πλείστου ἄμφω τὼ πόδε πεπηρωμένος καὶ οἷος μηδὲ ἐφ' ἵππου ὀχεῖσθαι, ὅμως ἐμόχθει ὥσπερ τις νεανίας ῥωμαλεώτατος καὶ οὐκ ἀπη γόρευε πρὸς τοὺς πόνους, ἀλλὰ φοράδην ἐς τὰς παρατάξεις ἐφοίτα· καὶ ταύτῃ τοὺς μὲν ἐναντίους κατέπληττε, τοῖς δὲ οἰκείοις παραινῶν καὶ ἐγκελευόμενος καὶ τὰ πρακτέα ὀρθῶς διατάττων πολλὰς ἀνεδήσατο νίκας. οὕτως ἄρα τὸ στρατηγεῖν οὐ σώματος ῥώμῃ, μᾶλλον μὲν οὖν φρονήσει δοτέον. 6 τότε δὴ τὸ σῶμα τοῦ Μερμερόου οἱ ἀμφ' αὐτὸν ἀνελόμενοι καὶ ἐκτός που τοῦ ἄστεος ἀποκομίσαντες, οὕτω δὴ ἔρημόν τε καὶ ἀκάλυπτον κατὰ τὸν πάτριον ἔθεντο νόμον, κυσί τε ἅμα καὶ τῶν ὀρνέων τοῖς ὅσα μιαρὰ καὶ νεκροβόρα, παρανάλωμα γενησόμενον.

23. Ὧδε γὰρ τὰ ἐς τὴν ταφὴν οἱ Πέρσαι νομίζουσι, ταύτῃ τε τῶν σαρ κῶν ἀφαιρουμένων γυμνὰ δὴ τὰ ὀστᾶ πύθεται σποράδην ἀνὰ τὰ πεδία περιερριμμένα. θήκῃ γάρ τινι ἐμβαλεῖν ἢ λάρνακι τοὺς τεθνεῶτας ἢ καὶ τῇ γῇ καταχωννύναι ἥκιστα θέμις αὐτοῖς. 2 ἐφ' ὅτῳ δὲ ἂν σώματι μὴ θᾶττον καταπταῖεν οἱ ὄρνεις ἢ οἱ κύνες οὐκ αὐτίκα ἐπιφοιτῶντες διασπα ράξαιεν, τοῦτον δὲ ἡγοῦνται τὸν ἄνθρωπον βέβηλον γεγονέναι τοὺς τρόπους καὶ τὴν ψυχὴν ἄδικον καὶ βαραθρώδη καὶ τῷ κακῷ δαίμονι ἀνειμένην. τότε δὴ οὖν καὶ μᾶλλον οἱ ἐπιτήδειοι τὸν κείμενον ὀλοφύρον ται, ὡς τελεώτατα τεθνηκότα καὶ οὐ μετὸν αὐτῷ τῆς κρείττονος μοίρας. 3 ὃς δὲ ἂν τάχιστα καταβρωθείη, μακαρίζουσι τῆς εὐδαιμονίας καὶ τὴν ψυχὴν ὑπεράγανται ὡς λίαν ἀρίστην καὶ θεοείκελον καὶ ἐς τὸν τοῦ ἀγα θοῦ χῶρον ἀναβησομένην. 4 οἱ δὲ πολλοὶ καὶ ἀσημότεροι εἴ που ἐν στρατοπέδῳ τύχοιεν νόσῳ τινὶ δυσκολωτάτῃ πεπιεσμένοι, ἔμπνοι ἔτι ἄγονται καὶ νηφάλιοι. ἐπειδὰν δέ τις οὕτως ἐκτεθείη, ἄρτου τρύφος αὐτῷ καὶ ὕδωρ καὶ βακτηρία ξυμπαράκειται· καὶ μέχρι μὲν οἷός τε εἴη τῆς ἐδωδῆς ἀπογεύεσθαι καί τι δυνάμεως αὐτῷ ὑπολείποιτο, ὁ δὲ ἀμύνεται ταύτῃ δὴ τῇ βακτηρίᾳ τὰ ἐπιόντα τῶν ζώων καὶ ἀποσοβεῖ τοὺς δαιτυ μόνας. 5 εἰ δὲ οὔπω μὲν πάμπαν διαφθαρείη, νικῴη δὲ ὅμως τὰ τῆς νόσου ὡς μηκέτι κινεῖσθαι τὼ χεῖρε, τότε δὴ τὸν δείλαιον ἡμιθνῆτα καὶ ἄρτι ψυχορραγεῖν ἀρχόμενον κατεσθίουσι καὶ προαφαιροῦνται τὴν 71 ἐλπίδα τοῦ ἴσως ἂν καὶ περιέσεσθαι. 6 πολλοὶ γὰρ ἤδη ἀναρρωσθέντες ἀπενόστησαν ἐς τὰ οἰκεῖα, καθάπερ ἐν σκηνῇ καὶ τραγῳδίᾳ ἐκ τῶν σκότου πυλῶν ἀφιγμένοι, ἰσχνοί τινες καὶ ἐνερόχρωτες καὶ οἷοι δεδίτ τεσθαι τοὺς