1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

101

μὲν ἐκείνου τοῦ γένους, εὔνους δὲ ἐς τὰ μάλιστα καὶ ἔνσπονδος ὑπῆρχε Ῥωμαίοις. τοιγάρτοι βασιλεὺς ἔστεργέ τε αὐτὸν καὶ ἐγέραιρε καὶ δώροις θαμὰ ἐφιλοφρονεῖτο. 7 οἱ δὲ Κοτρίγουροι ἅτε δὴ οὐ τῶν ὁμοίων μετέχοντες, ἀλλὰ παντάπασι περιπεφρονημένοι καὶ περιφανῶς προπηλακιζόμενοι, τήνδε ποιεῖσθαι τὴν ἐκστρατείαν ᾠήθησαν χρῆναι, ὡς ἂν καὶ αὐτοὶ δῆθεν φοβεροί τε καὶ λόγου ἄξιοι ἀποδειχθεῖεν καὶ οἷοι μὴ ἐφιέναι τῷ ἀτιμάζοντι.

13. Καὶ τοίνυν, οὐδὲν γὰρ ὁτιοῦν αὐτοῖς ἀντίπαλον ἐμποδὼν εἱστήκει οὐδὲ ὑπηντίαζε, κατέτρεχον ἀφειδῶς καὶ ἐλεηλάτουν τὴν χώραν, λείαν τε ἄφθονον περιβαλλόμενοι καὶ αἰχμαλώτων ἀθροίζοντες πλήθη. 2 ἐν τοῖς καὶ γύναια πολλὰ τῶν εὖ γεγονότων καὶ σώφρονα δίαιταν ᾑρημένων ὠμότατα ἤγοντο καὶ ξυμφορὰν πασῶν μείζονα ἐδυστύχουν, εἰς ἀκολασίας ἀμετρίαν ὑπηρετεῖν ἀναγκαζόμενα· ἔνιαι δὲ καὶ ἀπειρηκυῖαι ἤδη ἐκ παίδων γάμοις τε καὶ φιλοκοσμίᾳ καὶ ταύτῃ δὴ τῇ περὶ τὸν βίον ἀναστροφῇ καὶ ὁμιλίᾳ ἐν ἀποκεκριμένῳ τινὶ καὶ τῇ πρὸς τὸ θεῖον ἱκετείᾳ προσήκοντι ὑπεκρύπτοντο δωματίῳ, τὸ ἀμιγές τε καὶ ἐλεύθερον καὶ παντάπασιν ἀκοινώνητον τῆς μετ' ἀνδρῶν συνουσίας περὶ πλείστου ποι ούμεναι καὶ μόνῳ τῷ ἠρεμεῖν ἀνειμέναι· οἱ δὲ καὶ ἐς ταύτας ἐξύβριζον ἀφαιρούμενοι τοῦ ἱεροῦ παρθενῶνος καὶ ἀπρεπῶς αὐταῖς πρὸς βίας ξυγκαλινδούμενοι. 3 ἄλλαι δὲ πολλαὶ τῶν ἄρρεσιν ἐς ταὐτὸ ἰέναι οὐκ ἀνηναμένων, κύουσαι οὕτω παρασχὸν ἐν τῷ τότε εἵλκοντο, καὶ εἶτα, ἐπειδὴ παρῆν ἡ τοῦ τόκου ἀνάγκη, οὕτω δή τι ἐν μέσῃ τῇ πορείᾳ ἐμφανέστατα ἔτικτον, οὔτε τὰ αἰσχυντηλὰ τῶν ὠδίνων ἐπικαλύπτειν δυνάμεναι οὔτε περιστεῖλαι, ὡς θέμις, καὶ ἀνελέσθαι τὰ βρέφη. 4 ἀλλ' αἱ μὲν καὶ ὣς ἐσύροντο, μηδὲ ἀλγῆσαι αὐταῖς, εἰ οἷόν τε φάναι, ξυγκεχω ρημένον, τὰ δὲ δείλαια ἐκεῖνα ἐπ' ἐρημίας ἐλείπετο κυσί τε καὶ οἰωνοῖς σπαραττόμενα, ὥσπερ τοῦδε ἕνεκα μόνου ἐς φῶς προαχθέντα καὶ μάτην τοῦ φῦναι ἀπογευσάμενα. 5 ἐς τοῦτο γὰρ τύχης τὰ Ῥωμαίων πράγ ματα ἠληλάκει, ὡς ἐν αὐτῇ δήπου τῇ περιοικίδι τῆς βασιλίδος πόλεως τοιαῦτα δεινὰ πάσχειν ὑπὸ βαρβάρων σφόδρα ὀλίγων. τοῖς δὲ οὐ μέχρι τούτων ἐτελεύτα τὸ θράσος, ἀλλ' ὁδῷ ἰόντες εἴσω τῶν μακρῶν ὀνομαζο μένων τειχῶν ῥᾳδίως παρῆλθον καὶ τοῖς ἔνδον φρουρίοις ἐπέλαζον. πολλαχοῦ γὰρ ὑπὸ χρόνου καὶ ἀτημελείας ἐπεπτώκει καὶ διελέλυτο ἡ 180 τοῦ μεγίστου ἐρύματος οἰκοδομία· ἔνια δὲ μέρη καὶ αὐτοὶ καταβεβλή κασιν ἀδεῶς οὕτω καὶ ἀταλαιπώρως, ὥσπερ οἰκεῖα καταστρεφόμενοι. 6 καὶ οὐδὲν ἦν τὸ ἀπεῖργον τῷ μηδὲ φρουρὰν στρατιωτικὴν ἐνθάδε ἱδρῦ σθαι μήτε ἀμυντήρια μηχανήματα καὶ τοὺς ταῦτα κινεῖν ἐπισταμένους, ἀλλὰ μήτε κυνῶν ὑλακὴν ἀκούεσθαι, εἰ μὴ λίαν καταγέλαστον εἰπεῖν, ὡς γοῦν ἐν συφεῶσι καὶ μάνδραις. 7 τὰ γὰρ τῶν Ῥωμαίων στρατεύ ματα, οὐ τοσαῦτα διαμεμενηκότα ὁπόσα τὴν ἀρχὴν ὑπὸ τῶν πάλαι βασιλέων ἐξεύρηται, ἐς ἐλαχίστην δέ τινα μοῖραν περιελθόντα, οὐκέτι τῷ μεγέθει τῆς πολιτείας ἐξήρκουν. δέον γὰρ ἐς πέντε καὶ τεσσαράκοντα καὶ ἑξακοσίας χιλιάδας μαχίμων ἀνδρῶν τὴν ὅλην ἀγείρεσθαι δύναμιν, μόλις ἐν τῷ τότε ἐς πεντήκοντα καὶ ἑκατὸν περιειστήκει. 8 καὶ τούτων αἱ μὲν ἐν Ἰταλίᾳ ἐτετάχατο, αἱ δὲ κατὰ τὴν Λιβύην, ἕτεραι δὲ ἐν Ἱσπανίᾳ, καὶ ἄλλαι περὶ τοὺς Κόλχους καὶ ἄλλαι κατὰ τὴν Ἀλεξάνδρου καὶ Θήβην τὴν Αἰγυπτίαν. ἐκάθηντο δὲ ὀλίγοι καὶ πρὸς τὰ ἑῷα τῶν Περσῶν ὅρια· οὐ γὰρ δήπου ἔδει ἐκεῖσε πλειόνων διὰ τὰς σπονδὰς καὶ τὸ βέβαιον τῆς ἐκεχειρίας. ὧδέ πως ἄρα ἐς βραχύτατον μέρος περιέ σταλτο τὰ πλήθη καὶ ὑπετέτμητο τῇ τῶν κρατούντων ὀλιγωρίᾳ.

14. Ὁ γὰρ βασιλεὺς ἐπειδὴ πρότερον Ἰταλίαν ξύμπασαν ἐχειρώσατο καὶ Λιβύην καὶ τοὺς μεγίστους ἐκείνους πολέμους διήνυσε καὶ πρῶτος ὡς εἰπεῖν ἐν τοῖς κατὰ τὸ Βυζάντιον βεβασιλευκόσι Ῥωμαίων αὐτοκράτωρ ὀνόματί τε καὶ πράγματι