1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

41

πάνυ θαυμάζων τὴν σὴν ἀρετήν, πῶς περὶ τούτων πεφιλοπόνηκας, ὡς καὶ διὰ γραμμάτων παρορμῆσαι ἡμᾶς δῆλά σοι πάντα ποιήσασθαι τὰ περὶ τῆς ἁλώσεως τῆς καθ' ἡμᾶς πόλεως, 79.2 οὐχ ἕνεκεν δέ τινος ἄλλου τὴν σὴν ἀξίωσιν ἐκπληρῶσαι δίκαιον κέκρικα, ἀλλ' ἵν' ἔχῃς ὑπόμνημα τῆς πρὸς ἡμᾶς φιλίας τὴν καθ' ἡμᾶς αὐτοὺς συμφοράν, ἀεί σε περικεντοῦσαν τοῖς ἀλγεινοῖς καὶ πρὸς τὸν ζῆλον τῶν καλῶν παραθήγουσαν. 79.3 πέφυκε γάρ πως ἡ μνήμη τῶν λυπηρῶν εἰς ἀρετὴν ἐνάγειν τῶν σπουδαίων τὸ φρόνημα, καὶ φοβερῶν πραγμάτων ἐξήγησις ψυχικὴν ἀσφάλειαν ἀπεργάζεσθαι. 79.4 ἀλλὰ μὴ τῇ ἰδιωτείᾳ προσέχων τῆς συγγραφῆς τῶν ἐν αὐτῇ προσόντων τὴν ὠφέλειαν διαπτύσῃς, τῷ ἀτεχνεῖ δὲ μᾶλλον καὶ ἀνεπιτηδεύτῳ τῶν λεγομένων τὸ πιστὸν συνακολουθεῖν ἐννοούμενος εὐχαῖς ἡμᾶς ἀμείψασθαι τῆσδε τῆς ἐγχειρήσεως προθυμήθητι, τὸν κοινὸν δεσπότην ἐξιλεούμενος ἢ παρενεγκεῖν ἡμῖν τὰ δεινὰ ἢ καρτερῶς γε φέροντας ἐν τῇ ἡμέρᾳ τῆς αὐτοῦ δικαιοκρισίας τὸν τῆς ὑπομονῆς ἀξιῶσαι μισθόν.