1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

28

ἡλικία τῶν ἀνθρώπων μιᾷ ψήφῳ τὸν διὰ ξίφους κατακριθεῖσα θάνατον καὶ μετὰ τῶν ἄλλων καὶ ταφῆς ἀμοιροῦσα. 54.10 κατεχεῖτο δὲ κατὰ παντὸς στενωποῦ περιρρέων ὁ οἶνος 54.10 καὶ τοῖς αἵμασι τῶν πεπτωκότων ἀνακιρνώμενος ἅπαν τὸ ἔδαφος τῆς πόλεως κατεμέθυσκεν. 54.11 παριόντες οὖν ἐσκοποῦμεν, καὶ εἴ πού τινα τῶν ποτε γνωρίμων ἢ φίλων μεταξὺ τῶν ἄλλων νεκρῶν ἀπηκριβωσάμεθα, ἠρέμα μόνον τοῖς στεναγμοῖς πρὸς ἀλλήλους τοῦτον διεσημαίνομεν. 54.12 σχολὴ δ' οὐκ ἦν ἢ θρηνῆσαι τοῦτον ἢ χαρίσασθαί τι τῆς ποτε φιλίας τῷ καιρῷ χρήσιμον· ἀλλ' ἢ μόνον ἄπρακτα τῷ κειμένῳ περιαλγήσαντες πάλιν περὶ τῶν καθ' ἑαυτοὺς ἐσκεπτόμεθα. 55.1 Ἤδη δὲ φθασάντων ἡμῶν τὸν λιμένα παρέστημεν τῷ τυράννῳ, ὅτε καὶ τοὺς τῶν νηῶν ἀρχηγέτας ἐκκλησιάσας τῆς καλουμένης εὐχῆς ἐθρήσκευε τὴν δυσσέβειαν· ὃς μετὰ τὴν συμπλήρωσιν ἐκείνης τῆς τελετῆς ἀχθῆναι ἡμᾶς κατὰ πρόσωπον τοῖς ἐφεστῶσι διεκελεύσατο. 55.2 ὡς οὖν ἤχθημεν, ἐπυνθάνετο τὸν πατέρα, «εἰ ἐπίσκοπός» φησι «τυγχάνεις τῆσδε τῆς πόλεως;» 55.3 ἐτεκμαίρετο γὰρ ὅσον ἐκ τῆς ἐσθῆτος οὐδὲν ἀλλοῖον ἔχειν τοῦ ἀξιώματος. 55.4 ὁ δέ «οὔκ εἰμι» ἔφη «κληρικὸς δὲ καὶ τῆς ἐκείνων εὐχῆς προσδεόμενος.» 55.5 ἄλλος δέ τις ἐγγύθεν ἑστώς, ὃς ἦν ἀρχηγὸς τοῦ ἑτέρου στρατοῦ, πρὸς αὐτὸν ἔφη «ἐπίσκοπος μὲν οὔκ ἐστιν οὗτος, κατ' οὐδὲν δὲ διαφέροντα βαθμὸν ἐκείνοις κεκλήρωται· ἔξαρχον γὰρ αὐτὸν ἴσμεν τῆς Ἑλλάδος ἁπάσης, οὐδὲν τῆς τιμῆς ἐκείνων καθυστερίζοντα.» 55.6 «οὗτος δὲ τίς ἐστι;» τῷ δακτύλῳ σημάνας ἐμέ. 55.7 «υἱός ἐστι τοῦδε,» καὶ αὖθις ὁ παρεστὼς ἔφη, «κληρικὸς καὶ αὐτός, καὶ τῶν ἐν τοῖς οἴκοις τῶν βασιλείων τεταγμένων εἷς. 55.8 οὗτοι δὲ ἀδελφοὶ τυγχάνουσι τοῦδε,» τοὺς ἀπ' ἐμοῦ δύο παραδηλώσας, «ἄμφω δὲ υἱοὶ τοῦδε τοῦ προεστῶτος, διαφόρως μὲν ἀποτεχθέντες αὐτῷ, ἄγοντες δὲ καὶ διάφορον ἡλικίαν.» 55.9 «ὁ δὲ συνὼν αὐτοῖς οὗτος ὁ γηραιὸς τίς ἂν εἴη;» πάλιν ὁ δεινὸς ἤρετο δικαστής. 55.10 «ἀδελφὸς ἐμός,» προλαβὼν ὁ πατὴρ ἀπεκρίνατο, νεύματι κἀκεῖνον συνθέσθαι πρὸς τὴν πεῦσιν ἀναδιδάξας. 55.11 ἐπειδὴ δὲ τούτων ἀκήκοε, καθεσθῆναι πάντας προσέταξε, καὶ ἑαυτὸν τῶν ἄλλων ἀποτεμόμενος ἡσυχῇ πρὸς ἡμᾶς ἔφη: 55.12 «πάσης ὑμᾶς πονηρᾶς ὑποψίας ἐκτὸς εἶναι βούλομαι· τό τε γὰρ ἀόπλους τοῖς εἰληφόσιν ἐντυχεῖν καὶ τὸ νῦν ἐν ὄψεσι ταῖς ἐμαῖς προτεθὲν χρημάτων πλῆθος τὴν ζωὴν ὑμῖν, ἥτις δυσέλπιστός ἐστι τοῖς πολλοῖς, ἐχαρίσαντο, καὶ οὐκ ἔστιν ὑμῖν ὑπόνοια τοῦ λοιποῦ θανάτου ἐξ ἐπιβουλῆς, οὐδέ τις ἄλλη ἐπήρεια παρὰ τῶν ἐμῶν ὑπηκόων. 55.13 ἀλλ' ἄπιτε τὰ συμφέροντα συμβουλεύοντες ἑαυτοῖς, χρηστάς τε παραζευγνύντες ἐλπίδας. 55.14 οὕτω γὰρ ἡμᾶς φθάσαι τὴν Συρίαν γενήσεται, καὶ πρὸς τὴν Ταρσὸν εὐθέως πόλιν τῆς Κιλικίας ὑμᾶς διαπέμψω τηρηθησομένους σὺν τοῖς ἐκεῖ φρουρουμένοις μέχρι τῆς προσδοκωμένης καταλλαγῆς, ἀντίλυτρον ἔχοντας τοὺς ὑπὸ τῶν Ῥωμαίων καιροῖς οὐκ ὀλίγοις ἑαλωκότας ὁμοεθνεῖς ἡμῶν Ἀγαρηνούς, ὧν ἀφικομένων καὶ ὑμεῖς τῶν δεσμῶν λυθήσεσθε καὶ τὰ οἰκεῖα ἕκαστος ἀπολήψεσθε.» 55.15 οὕτως ἔφη, καὶ πρὸς τοὺς ὑφ' ἑαυτὸν πάλιν ὑποστραφεὶς τὰ περὶ ἡμῶν διεξῄει, βαρβαρίζων τὰ πλεῖστα. 55.16 οὐδὲν δὲ τέως ἐλάνθανεν ἡμᾶς, τὸν κατ' ἀρχὰς περισώσαντα εἰσέτι μέσον ἡμᾶς περιάγοντα καὶ πάντα ἐξ ἐκείνου μανθάνοντας. 56.1 Τόπῳ δέ τινι τῇ θαλάσσῃ περικλυζομένῳ καθεσθέντας ἀσφαλῶς ἡμᾶς τηρεῖσθαι προσέταξεν. 56.2 οὗ δὴ γενομένου πρῶτον τῆς ἐλπίδος τοῦ θανάτου τέλεον τὰς ψυχὰς μετηγάγομεν καὶ τῇ θεϊκῇ προνοίᾳ τὰ ἑξῆς ἐπετρέπομεν. 56.3 ἐπήρχετο δὲ τότε τοῖς λογισμοῖς ἡμῶν, ὥσπερ ἄρτι τοῦ κακοῦ τὴν ἀρχὴν ἀναθεωροῦσιν, ἡ τῶν οἰκείων φροντίς, νύττουσα τὰς καρδίας ἡμῶν μᾶλλον ἢ τὰ κυκλοῦντα ξίφη, πῶς ἄρα ἢ κατὰ ποῖον τεθνήκασι τρόπον, ἢ τίνες αὐτῶν τοῦ κινδύνου διεκφυγόντες εἰς τὴν ὁμοίαν ἡμῖν ἀπαγωγὴν ἐκρίθησαν. 56.4 ὅμως οὐδ' οὕτως εἴχομεν ἀσφαλῶς περὶ τούτων γνῶναι διὰ τὸ πρόσφατον γεγονέναι τῶν πολεμίων τὴν εἴσοδον, καὶ πάντα μετὰ κραυγῆς ἀσήμου καὶ θορύβου τυγχάνειν, καὶ πολὺ πλῆθος εἴσω τοῦ λιμένος ἐνστρέφεσθαι τῶν τε ἐκ