1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

39

τοῖς περὶ αὐτὸν προστάξας ἀκριβέστερον ἀνηρώτα. 75.7 οἱ δὲ πάλιν ὁμοθυμαδὸν ἐβόων, καὶ τὸ πάθος τῆς νηὸς ὑποδείξαντες ἐπρεσβεύοντο πάντων ἡμῶν τῶν δεσμίων τῇ θαλάσσῃ ῥιφέντων αὐτοὺς εἰς τὴν καθ' ἡμᾶς ναῦν μετασκευασθῆναι, ἐφύβριστον εἶναι λέγοντες ἐν τοσούτῳ κακῷ σωζομένων ἡμῶν ἐκείνους τοῦ κατὰ θάλασσαν γενέσθαι κινδύνου καὶ μὴ προτιμηθῆναι τῆς ἡμετέρας ζωῆς. 75.8 πρὸς ὃ δὴ καὶ κατένευσε παραχρῆμα, ἐπιτρέψας στᾶσαν τὴν ναῦν ἡμᾶς μὲν τῇ θαλάσσῃ ῥιφῆναι, ἐκείνους δὲ ἐν αὐτῇ μετακομισθῆναι. 75.9 ἐν ὅσῳ δὲ ταῦτα ἐπράττετο, ἐλάθομεν οὐκ ὀλίγον ἀποστάντες ἡμεῖς· 75.10 ἐφερόμεθα γὰρ βιαίῳ τινὶ καὶ χαλεπῷ τῷ ὁρμήματι τοῖς κύμασιν ἐλαυνόμενοι, ὡς οὐ μόνον κραυγῆς ἀλλ' οὐδὲ βροντῆς ἐκεῖθεν, ἐξ οὗ κατελίπομεν αὐτούς, δυνάμενοι ἐξακούειν. 75.11 ὡς οὖν εἶδον μακρὰν ἀποστάντας, νεύματι μόνον προσμένειν τοὺς σὺν ἡμῖν βαρβάρους ἐπέτρεπον. 75.12 οἱ δὲ εἴτε μὴ συνιέντες πρὸς ὃ ταῦτα ἐποίουν, εἴτε καὶ ἑκόντες αὐτοὺς παραλογισάμενοι τῷ μηδ' ὅλως φαίνεσθαι προσέχειν τοῖς ὑπ' αὐτῶν πραττομένοις, τάχα δὲ τοῦτο πλέον ὑπὸ τῆς ἀφάτου περὶ ἡμᾶς κηδεμονίας τοῦ θεοῦ διδαχθέντες, εἴχοντο τοῦ πλοός, μηδένα λόγον τῶν κατόπιν ποιούμενοι, ἀλλὰ πάσῃ σπουδῇ τὴν αὐτῶν τε καὶ ἡμῶν σωτηρίαν ἐν οὕτω βιαιοτάτῳ μηχανώμενοι κλύδωνι. 76.1 Ὡς δὲ μακρὰν ἀποστάντας εἶδον ἡμᾶς ἐκεῖνοι καὶ εἰς οὐδὲν τὴν σκῆψιν χωροῦσαν, συνείχοντο δὲ κινδυνεύοντες τοῖς ὕδασι τῆς νηὸς καταδυομένης, ἄλλην τινὰ δέησιν τῷ τυράννῳ προσῆγον, λαβεῖν μὲν αὐτοὺς εἰς τὴν ἰδίαν ναῦν, ἐᾶσαι δὲ τοὺς μετ' αὐτῶν, μεθ' ὧν ἐπεφέροντο σκύλων, τῇ θαλάσσῃ δοθῆναι. 76.2 ὁ δὲ πρὸς τοῦτο πάλιν ἦν εὐπειθής, καίπερ τοῦ καιροῦ μὴ συγχωροῦντος ἀλλὰ τὴν πάντων ἀπόγνωσιν ἐπιτείνοντος, καὶ τῶν ἀγωγίμων τοῦ πρῴην φόρτου αὐτάρκη τῆς νηὸς αὐτοῦ τὴν χρείαν ἀποπληρούντων. 76.3 πλὴν οὐκ ἔδοξε τοῦτο συμφέρον εἶναι, τῶν βαρβάρων περισωθέντων τοὺς αἰχμαλώτους καταλιπεῖν τῷ θαλασσίῳ βυθῷ, ἀλλά τι δῆθεν ἐλέους ἐχόμενον καθ' ἑαυτὸν βουλευσάμενος, τάχα τῇ μανίᾳ τῆς φιλαργυρίας εἰς τοῦτο συνελαθείς, οὐχὶ δὲ συμπαθείᾳ τινὶ περὶ τῆς αὐτῶν ἀπωλείας δυσωπηθείς (πῶς γὰρ ὃς ἐφαίνετο πρῴην τοῖς ἀδίκοις φόνοις τρυφῶν), ὅμως καὶ αὐτοὺς μετενέγκαι σὺν τοῖς βαρβάροις ἐπέταττεν, ἵν' ἔχῃ κἀν τούτοις ἁδρότερον ποιῆσαι τὸ τῆς πλεονεξίας βαλάντιον καὶ τὴν φιλόχρυσον ἀναπλῆσαι λύσσαν, κἂν τάχα φορτικὸν ἦν καὶ τόλμης ἀλόγου τὸ ἐπιχείρημα. 76.4 πάντων δὲ κατὰ τὴν αὐτοῦ ναῦν τὸ τάχος μετενεχθέντων, ἔδυ ἐκείνη τοῖς ὕδασι βλεπόντων τῶν βαρβάρων καὶ αὐτῶν δὲ τῶν στρατηγῶν ἐν αὐτῇ τῇ νηῒ τοῦ τυράννου φυλαττομένων αὐτοῖς· 76.5 οἵτινες καὶ ἡμῖν ἐν ὑστέρῳ ταῦτα διηγήσαντο, τὸ παντεπίσκοπον καὶ φιλάνθρωπον ἐκπληττόμενοι τῆς θεϊκῆς προνοίας. 76.6 πολλῷ γὰρ πλείω χιλίων ψυχῶν ἔφασκον εἶναι κατὰ τὴν ναῦν ἐκείνην, ἐκ τε τῶν βαρβάρων καὶ τῶν αἰχμαλώτων τῶν ἐν τῇ Κρήτῃ κατ' αὐτὴν εἰσενεχθέντων καὶ τῶν ἐκ τῆς ῥηθείσης προστεθέντων αἰτίας, ὡς τοσοῦτον ἀπέχειν βαπτισθῆναι τὴν ὁλκάδα ὅσον μιᾶς παλαιστῆς τὸ μέτρον ἐστίν. 76.7 οὐ συνεχώρησε δὲ τοῦτο ὁ τῶν ἀφανῶν γνώστης καὶ τῶν κρυφίων ἐξεταστὴς κύριος, ἀλλ' ὡς εἶδε τὰς καρδίας ἁπάντων πάσης μὲν χρηστῆς ἀπειπούσας ἐλπίδος, αὐτῷ δὲ μόνῳ τὴν ἀμηχανίαν ἐμφανιζούσας τῷ πάντα δυναμένῳ μόνῳ τῷ βούλεσθαι, ἐπέβλεψεν ἐπ' αὐτούς, 76.8 καὶ εἰς πραεῖαν μὲν αὔραν τὴν καταιγίδα, εἰς γαλήνην δὲ τὴν τῶν κυμάτων καταστορέσας τραχύτητα, ἔσωσεν αὐτοὺς ἐκ τοσούτου κινδύνου, πᾶσιν ἐμφαίνων, καὶ μόνον οὐχὶ βοᾶν δεικνύων τὰ πράγματα, ὅπως ῥύεσθαι δύναται ὁ τῶν θαυμασίων θεὸς τοὺς ἐν ἀληθείᾳ καὶ φόβῳ ἐπικαλουμένους αὐτόν. 77.1 Ἤδη δὲ μετὰ πέμπτην τοῦ πλοὸς ἡμέραν κατήραμεν ἐν τῇ νήσῳ τῆς Κύπρου κατὰ τὸν ὅρμον τῆς Πάφου, ἐν ᾧ καὶ ἀνεθέντες μικρὸν ὡς ἐξελθεῖν τοὺς βαρβάρους καὶ τοῖς παρακειμένοις ὕδασι λούσασθαι· 77.2 πάλιν ἐκεῖθεν ἀναχθέντες μετά γε νυχθήμερον ἄλλο τὴν Τρίπολιν κατελάβομεν, κατ' αὐτὴν τὴν ἡμέραν καθ' ἣν ὑψοῦται τὸ σωτήριον τοῦ σταυροῦ ξύλον, ὅτε καὶ ἡμεῖς τῶν κατὰ θάλασσαν ἄρτι