1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

7

μεταδιδόντων 12.6 (καὶ γὰρ δι' ἣν εἴπομεν ἄφθονον τῶν χρειῶν χορηγίαν οἱ τῶν πλησίον χωρῶν καὶ πόλεων ἄνθρωποι ἐν ταύτῃ τὴν οἴκησιν μετηλλάττοντο, καὶ μάλισθ' ὅσοι ταῖς ἤδη προαλωθείσαις νήσοις ἐκ τῆς τῶν δυσωνύμων Ἀγαρηνῶν ἐπιδρομῆς ὑπελείφθησαν, ἐπὶ τήνδε προσέφευγον, μηδεμίαν, ὡς ὑπελάμβανον, ἐν αὐτῇ πολεμίων φροντίδα τοῦ λοιποῦ ποιησόμενοι), 12.7 εἴτε δὲ πάλιν διὰ τὸ ἀνειμένον τῆς τρυφῆς καὶ ἀφρόντιστον καὶ πρὸς πᾶσαν ἡδονὴν ποικίλον τῆς χρείας καὶ ἐπιτήδειον ὥσπερ τινὰ λήθην πεπόνθαμεν τοῦ θεοῦ, μακράν τινα καὶ ἀδιεξόδευτον πλανώμενοι πλάνην, καὶ καθώς φησιν ὁ ἀπόστολος, ἕκαστος ταῖς ἰδίαις ἐπιθυμίαις ἐπορευόμεθα, ἀδεῶς κατὰ πάσης ἁμαρτίας χωροῦντες καὶ τῆς πρὸς ἀρετὴν ἀγούσης μηδεμίαν ποιούμενοι ἐπιμέλειαν. 13.1 Ποῖον γὰρ εἶδος κακίας, εἰ δεῖ τἀληθὲς εἰπεῖν, ἐν ἡμῖν οὐκ ἐπράττετο; πορνεῖαι, μοιχεῖαι, ἀκαθαρσίαι, μίση, ψεύδη, κλοπαί, ἔριδες, φιλονεικίαι, λοιδορίαι, θυμοί, πλεονεξίαι, ἀδικίαι· καὶ ὁ ἀρχηγὸς τῶν κακῶν φθόνος κοινὸν ἐμμελέτημα καθ' ἑκάστην καὶ ἀγοραῖον ἦν. 13.2 οὐ γὰρ ὅστις ἡμῶν τῷ πλησίον πράξει καλῶς διὰ σπουδῆς εἶχεν, ἀλλ' ὅστις αὐτῷ τῶν ἀβουλήτων ἐπενεγκεῖν τι φρενοβλαβῶς ἐτεκταίνετο· 13.3 οὐδ' ὅστις ἐκ τοῦ οἰκείου μεταδοῦναι τῷ χρῄζοντι τὸ συμπαθὲς πληρῶν ἐβεβούλητο, ἀλλ' ὅστις ἐκ τοῦ ἀλλοτρίου τὸ οἰκεῖον πλεονάσαι πρὸς τὸν ὁμόφυλον διεμάχετο, κατ' ἀλλήλων εἰρωνευόμενοι, ἀλλήλους πλήττοντες, ἀλλήλους ἐνδιαβάλλοντες, πᾶν ὁτιοῦν κακὸν ἐν ἑαυτοῖς ἐξευρίσκοντες, ὀρφανοὺς ἄγχοντες, ὁρίοις χηρῶν ἐπεμβαίνοντες, ἔχθρας συνάπτοντες, δόλους συρράπτοντες. 13.4 καὶ τί δὴ τὸ τέλος τούτων ἁπάντων; ὀκνῶ μὲν τὴν γλῶτταν τῷ μεγέθει τῶν πραγμάτων ἐπαφιέναι, καὶ οὐκ ἂν ἠνεσχόμην τῶν ἀλγεινῶν ἐκείνων ὧν ἤδη πεπόνθαμεν καὶ πάλιν ἐπιμνησθῆναι. 13.5 ἀλλ' ἐπειδὴ τῶν τοιούτων διηγημάτων οὐκ ἔστιν ὅπως ὑπεκκλῖναι τὴν μνήμην, δι' ὧν τῷ βίῳ καινόν τι καὶ φοβερὸν ὑπελείφθημεν ἄκουσμα, λέξων ἔρχομαι τοῦ κινδύνου τὸ μέγεθος, ἵν' εἰδῇς καὶ αὐτὸς ὁποῖα τῆς ἁμαρτίας εἰσὶ τὰ ὀψώνια. 13.6 ἐν ὅσῳ γὰρ ἐτρυφῶμεν, ἐν ὅσῳ ἐσπαταλῶμεν καὶ πᾶσιν ἀτόποις διεζῶμεν ἐπιτηδεύμασιν, ὅτε κατὰ τὸ ψαλμικῶς ᾀσθὲν πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν, καὶ οὐκ ἦν ὁ ἐκζητῶν τὸν θεόν, τότε τῆς φοβερᾶς ἐκείνης ἐπειράθημεν ἀπειλῆς, μᾶλλον δὲ καταστροφῆς, ἵν' οἰκειότερον εἴπω, ἢ δικαίας ἀνταποδόσεως. 14.1 Καὶ σκόπει κἀνταῦθα τοῦ θεοῦ τὸ φιλάνθρωπον, τοῦ μὴ βουλομένου τὸν θάνατον τοῦ ἁμαρτωλοῦ ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν. 14.2 εἰδὼς γὰρ τὸ ἀκάθεκτον καὶ μοχθηρὸν τῆς γνώμης ἡμῶν καὶ ὅτι ἐπιμελῶς ἔγκειται ἡ διάνοια ἡμῶν ἐπὶ τὰ πονηρά, τί μηχανᾶται πρὸς τὸ τὴν ὁρμὴν ἐπισχεῖν τῆς κακίας καὶ ἐπιστροφῆς ἡμῖν ἐμβαλεῖν αἰτίας; 14.3 πρῶτον μὲν τὴν ἤδη λεχθεῖσαν γείτονα πόλιν, τὴν Βέρροιαν λέγω, ἐπικατασεισθῆναι πεποίηκε τοῖς περιοίκοις ὡς πολλοὺς τῶν ἐκεῖσε συλληφθέντων ἐξαναλῶσαι, τί διοικούμενος ἐκ τούτου; 14.4 ἵν' ἡμεῖς πάντας τῶν ἑτέροις ἀπειλουμένων τὴν αἴσθησιν λαβόντες, τῶν ἰδίων κακῶν ἀποχὴν κἂν ὀψὲ γοῦν ποιησώμεθα καὶ πρὸς ἀρετὴν τὰς πράξεις ἰθύνωμεν. 14.5 εἶτα ἐπειδὴ τούτου γενομένου οὐκ ἐνεδώκαμεν τῆς κρατούσης ἐν ἡμῖν παλαιᾶς συνηθείας, ἐφ' ἕτερον εἶδος μηχανῆς μεταβαίνει, τὴν καὶ ἡμῖν αὐτοῖς ἔσεσθαι μέλλουσαν ἀμεταμέλητα πράττουσι συμφορὰν ἐν ἄλλοις προϋποδείξας. 14.6 ∆ημητριὰς γὰρ οὕτω καλουμένη τῆς Ἑλλάδος ἑτέρα πόλις, οὐ μακρὰν ἡμῶν ἀπῳκισμένη, πολλῷ πλήθει τῶν οἰκητόρων καὶ τοῖς ἄλλοις οἷς μέγα καυχῶνται πόλεις τῶν ἔγγιστα ὑπεραιρομένη, οὐ πρὸ πολλοῦ τῆς ἡμῶν ἁλώσεως ἔργον ἐγένετο τῶν βαρβάρων. 14.7 πολιορκηθεῖσα γὰρ ὡς μικροῦ δεῖν πάντας τῶν ὑπ' αὐτὴν ἐν μαχαίρᾳ πεσεῖν, οὐδὲν ἕτερον παρεῖχε νοεῖν ἢ τοῖς κακοῖς ἡμᾶς ἐπιμένοντας τὴν ὁμοίαν πεῖραν τῶν πραγμάτων ἐκδέχεσθαι καὶ καθάπερ εἰς ἔμψυχον στήλην ἐν αὐτῇ τὰ κεχρεωστημένα ἡμῖν ἀναγινώσκειν παθήματα. 15.1 Ἀλλὰ μηδεὶς ἀποφαινόμενόν με οἰέσθω ταῦτα λέγοντα ὅτι δι' ἡμᾶς αἱ πόλεις αὗται τῶν φοβερῶν τὴν πεῖραν ἐδέξαντο. ὠφείλετο γὰρ αὐταῖς, ὡς οἶμαι, καὶ δι' οἰκείαν μοχθηρίαν ὁ κίνδυνος, ὡς