1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

37

πολλῶν ὀδυνῶν παύσονται, καὶ πρὸς τὴν δουλείαν ἡνίκα ἂν ἐκδοθῶσι, φορητὴν αὐτοῖς εἶναι ὡς ἐν κακοῖς τὴν ἐπήρειαν, ὡς εἶδον αὐτοὺς ταῖς ἀγχιστείαις ἐπισυναπτομένους καὶ καθάπερ σειρὰν ἄλυτον ἕτερον ἐχόμενον τοῦ ἑτέρου τόν τε χωρισμὸν δυσδιαίρετον, καθὸ ἔμελλον τὰς μερίδας μιᾶς ἑκάστης νηὸς ἀπονεῖμαι, ἐβουλεύσαντο πάλιν βουλὴν πονηρὰν καὶ πολεμίαν τῆς φύσεως. 72.3 τοὺς ἅπαξ γὰρ ἑνωθέντας διαιρεθῆναι καὶ αὖθις προσέταττον· 72.4 καὶ εἴ πού τις μήτηρ, φησίν, ἐν αὐτοῖς νήπιον ἔχουσα τοῦ γάλακτος προσδεόμενον, τοῦτο μόνον πρὸς τὴν τεκοῦσαν μένειν οἱ δυσσεβεῖς κατεθέσπισαν ὡς μηδὲν τυχὸν δυνάμενον ἑαυτῷ πρὸς τὴν ζωὴν συντελεῖν, τοὺς λοιποὺς δὲ τῶν συγγενικῶν συναφειῶν καὶ αὖθις διαιρεθέντας ἀναμὶξ καὶ ἀδιαφόρως τοῖς κλήροις ἀποδοθῆναι. 72.5 ἀλλὰ τίς λόγος τὸ μέγεθος τῆς συμφορᾶς ταύτης ἐκφράσοι; 72.6 ποία δὲ γλῶσσα ῥητόρων ἐπεξελθεῖν δυνηθείη τὴν ποικίλην ἐκείνην καὶ πολυειδῆ τῶν ὀδυνῶν κάκωσιν, ὁπότε καὶ αὐτὴ ἡ φύσις τῷ καινῷ τούτῳ καὶ παραλόγῳ προστάγματι εἰς πολλὰ κατετέμνετο, τοῦτο μόνον ἔγκλημα τὴν κοινωνίαν τοῦ γένους ἔχουσα καὶ τὴν ἔμφυτον τῶν ἑνωθέντων συνάφειαν; 72.7 καὶ γὰρ ἀπεσπᾶτο πατρὸς μὲν υἱός, μητρὸς δὲ θυγάτηρ καὶ ἀδελφὸς ἀδελφοῦ. 72.8 ἐν οἷς τί πάσχειν εἰκὸς τούτους ἅπαντας, ὁπότε πρὸς δουλείαν ἤγοντο εἰς γῆν ἀλλοτρίαν, ὅπου τὸ μὲν σέβας τῆς καθ' ἡμᾶς πίστεως ὡς ἐναγὲς ἐνυβρίζεται, πάθη δὲ τιμᾶται ἀλογώτατα, ὅπου πορνεία σεμνύνεται καὶ μανία γεραίρεται, καὶ πολλῆς τιμῆς καταξιοῦται ἀναίδεια, ὅπου τῶν ἀρρένων ἡ φύσις εἰς γυναικείαν χρῆσιν μετάγεται, καὶ ἡ κτίσις ὑβρίζεται, καὶ συγχύσεως γέμει πάντα καὶ πρὸς τὸ κακὸν ἀνατέτραπται. 72.9 τί πρῶτον τούτων ἁπάντων ἐκόψαντο; 72.10 ἐν ποίῳ δὲ μὴ ἀγχόνην ᾑρήσαντο καὶ τὴν ζωὴν αὐτὴν ἀπηρνήσαντο; 72.11 ἀλλ' ὅμως ἔφερον πάντα, τὴν ἐπὶ πᾶσι μεγαλοψυχίαν παρεχομένου θεοῦ καὶ τῷ οἰκείῳ βουλήματι τὰ καθ' ἕκαστον μεθαρμόζοντος. 73.1 Ὡς δὲ πάλιν τῷ προστάγματι τούτῳ τῆς ἐξ ἀλλήλων διῃρέθησαν συγγενείας, ἐκάθηντο φρουρούμενοι κατὰ διαφόρους τόπους, ἕως ἐξῆλθεν ἕτερον πρόσταγμα, πάντας ἀριθμηθῆναι καὶ πρὸς τὰς ἰδέας τῶν προσώπων καὶ τῶν ἡλικιῶν τὸ διάφορον ἑκάστης νηὸς ἴδιον σύνταγμα γνωρισθῆναι, ἵν' ἐν μηδεμιᾷ φανείη πλεονασμός φησιν ἢ ὑφαίρεσις, ἀλλὰ κατὰ τὸ πλῆθος τῶν ἐνόντων ταῖς ναυσὶ βαρβάρων, οὕτω καὶ τὰς μερίδας γενέσθαι καὶ μηδὲν αὐταῖς περιττὸν ἢ ἐλλεῖπον ἀποδοθῆναι. 73.2 ἠρίθμησαν οὖν ἐν πρώτοις τὴν πληθὺν ἅπασαν· ἡ δὲ ἦν δύο καὶ εἴκοσι χιλιάδες, ἐξ ὧν ἁπάντων, χωρὶς ἡμῶν τῶν λόγῳ τῆς καταλλαγῆς τηρουμένων, οὐκ ἦν οὐδεὶς ὃς τὸν πώγωνα εἶχε τετριχωμένον. 73.3 ἀλλ' οὐδὲ προβεβηκυῖα γυνὴ ἐν ταύταις πάσαις ταῖς χιλιάσιν. 73.4 ἐπίλεκτος δέ τις ἦν καὶ νεάζων ὁ δῆμος, καὶ οἷον ἐρίζων ἕκαστος ἢ τῷ ἀκμαίῳ τῆς ἡλικίας ἢ τῷ ὡραίῳ τῆς μορφῆς ὑπερβαίνειν τὸν ἕτερον, κἂν ἡ ἐπαλληλία τῶν δυσχερῶν τῶν φυσικῶν αὐτοὺς ἕξεων ἀλλοτριοῦν ἐβιάζετο. 73.5 ἀλλ' ὅτε δὴ πάντες εἰς μερίδας γενόμενοι πάλιν μετὰ τῶν σκύλων ταῖς ναυσὶ συνηλάθησαν (ἄμφω γὰρ καὶ ταῦτα σὺν τῷ πλήθει διενεμήθησαν), τότε δὴ τῶν βαρβάρων οἱ τὴν Κρήτην οἰκοῦντες οὐκ ὀλίγους ὠνοῦντο, πολὺ χρυσίον ὑπὲρ αὐτῶν καταβαλέσθαι μὴ παραιτούμενοι, οὐχ ἁπλῶς οὐδ' ὡς ἔτυχεν, ἀλλὰ κέρδους τινὸς ὑπόθεσιν ἑαυτοῖς ἐκ τούτου περιποιούμενοι. 73.6 ᾔδεισαν γὰρ πολυπλασίονα τῶν διδομένων λαβεῖν, ἡνίκα ἂν καταλλαγῆς ἐπέλθοι καιρός, ὁπότε τοὺς ὁμοφύλους αὐτῶν, τοὺς παρὰ τῶν Ῥωμαίων χειρωθέντας, ἐκδέχονται. 73.7 οὐδὲ γὰρ ὡς ἐν τοῖς κατὰ Συρίαν, οὕτω καὶ τούτοις ἡ τῶν αἰχμαλώτων ἀπολύτρωσις ἐκτελεῖται, ἀλλ' ἐπεκράτησεν ἐν τούτοις παλαιὸν ἔθος χρόνῳ βεβαιωθέν, ἵνα καὶ τὸν βάρβαρον, ὅστις ποτὲ ἦν, χάριν τοῦ κατεχομένου κομίζωνται, καὶ τὴν ὑπὲρ αὐτοῦ δοθεῖσαν τιμὴν ἀπαιτῶσιν εἰς τὸ διπλάσιον. 73.8 διά τοι τοῦτο πολλοὺς οἱ Κρῆτες τῶν αἰχμαλώτων ὠνήσαντο, τὴν καθ' ἡμᾶς συμφορὰν κέρδους συνεισφορὰν ἑαυτοῖς ἐφευράμενοι. 73.9 ἐπράχθη δὲ ταῦτα ἐφ' ὅλαις ἡμέραις δέκα, ἀεὶ τῶν ἐθάδων νηῶν μετασκευαζουσῶν τοὺς