1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

11

τοσαύτης πόλεως εἰς μηδὲν θέμενος οὔτε αὐτὸν δι' ἑαυτοῦ οὔτε τινὰ τῶν ὑπ' αὐτὸν ὄντων ἐλθεῖν καὶ συνεπαμῦναι τοσαύτῃ συμφορᾷ περιστοιχηθεῖσιν ἡμῖν ἐβουλεύσατο, ἀλλὰ τῇ προσδοκίᾳ τοῦ ἀεὶ παρεῖναι μέχρι τῆς ἐσχάτης ἡμέρας τοῦ πολέμου πάντας ἡμᾶς ἀποπλανήσας, ἔλαθε συμπεράνας τὴν καθ' ἡμῶν ἐπιβουλὴν καὶ τῷ ὀλέθρῳ μέγα καὶ κομψὸν ἐγγελάσας, ᾧ συνεσχέθημεν. 21.1 Οὕτω δὲ τῆς ἀπὸ τῶν συμμάχων Σκλαβήνων ἀποβουκοληθέντες ἐλπίδος, καίτοι οὐδ' ἡμεῖς ὄντες εὐαρίθμητοι, ἀλλὰ πολλῷ πλήθει τὴν χρείαν ἀποπληροῦντες καὶ λίαν τὴν τῶν βαρβάρων καθυπερβαίνοντες στρατιάν, ὅμως τὸ μηδεμίαν πεῖραν πολέμου ἐνυπάρχειν ἡμῖν μηδὲ προαποκειμένην ἔχειν τὴν περὶ τούτου μελέτην φοβεράν τινα καὶ ἐκπλήξεως γέμουσαν τὴν ἔφοδον αὐτῶν ἐνεποίει. 21.2 ἄλλως τε καὶ τὸ μηδὲν φθάσαι πρὸς τὴν τούτου ἐξευρεῖν ἄμυναν πονηρὸν ἡμῖν κατεφαίνετο. 21.3 καὶ φυγῇ μὲν χρήσασθαι τέως φορτικὸν ἦν· ἔμελλε γὰρ ἡμῶν ἐκτραπέντων τε πόλις τε ἁλωθῆναι καὶ τῶν προλεχθέντων σεβασμίων οἴκων ὅ τε διὰ χρυσοῦ καὶ ἀργύρου καὶ λοιπῆς χρειώδους ὕλης ἀφαιρεθῆναι κόσμος ἢ καὶ αὐτοὶ οἱ πανευαγεῖς οἶκοι πυρίκαυστοι γενέσθαι. 21.4 ἅμα δὲ καὶ τὴν τῶν βαρβάρων ὑπεκκλίνοντες βλάβην, οὐκ εἴχομεν ὅπως τὴν καθ' ἡμῶν τοῦ κρατοῦντος ἀγανάκτησιν διαθώμεθα. 21.5 ἀλλὰ ταῦτα μὲν ἦν ἀνεκτὰ καὶ πάσης σωτηρίας ἐχόμενα, εἰ καὶ ὅτι πρὸς μνείαν μόνον ἐλθεῖν τῶν τοιούτων μήπω τοῦ κακοῦ τὴν πεῖραν ἐσχηκόσι παντὸς θανάτου χαλεπώτερα· 21.6 τοῖς τοσούτου πράγματος χωρεῖν δῆμον, μηδὲν ἄλλο προεθισθέντα πλὴν τὸ ἁβρὸν μεταδιώκειν καὶ τρυφηλὸν βίον καὶ πολεμικοῖς ἀγῶσι μήπω προγυμνασθέντα, ἔκστασιν ἡμῖν ἐνεποίει καὶ φρίκην. 22.1 Πλὴν ὅτι τοῖς λογισμοῖς θατέρου τούτων παλαίοντες, οὕτω τὰς ἐφεξῆς ἡμέρας διετελοῦμεν. 22.2 καὶ ὃ μόνον τοῖς ἀποροῦσιν ὑπολείπεται, τοῦτο καὶ ἡμεῖς ἐσπουδάζομεν ἤδη, τοὺς ἀφάτους τῆς θείας συμπαθείας οἰκτιρμοὺς καὶ τὰς τῶν ἁγίων πρεσβείας ἐπικαλούμενοι. 22.3 κατειληφότες γὰρ τὸν προλεχθέντα πανευπρεπέστατον οἶκον τοῦ πανενδόξου μάρτυρος ∆ημητρίου, ὅσοι τε τὴν πόλιν οἰκοῦμεν καὶ ὅσοι ἐξ ἀλλοδαπῆς ἦσαν ἐπήλυδες, ἀξία πᾶσα καὶ ἡλικία, καὶ θρηνώδεις χοροὺς συστησάμενοι ἐπεβοῶμεν τῷ μάρτυρι προστάτην ἡμῖν γενέσθαι κατὰ τῆς προσδοκωμένης ἀπειλῆς τῶν βαρβάρων, 22.4 «ἔδειξας» λέγοντες, «ὦ γενναῖε μάρτυς, τὸ θερμὸν τῆς σῆς ἀντιλήψεως ἐν πολλοῖς κινδύνοις πολλάκις ἐπελθοῦσι τῇ πόλει σου, καὶ πᾶσαν ἐναντίων ἐπιβουλὴν διεσκέδασας, καὶ ὀλέθρου παντὸς ἀπείρατον αὐτὴν διετήρησας. 22.5 δεῖξον καὶ νῦν, συμπαθέστατε, τὴν ἄμετρόν σου περὶ ἡμᾶς κηδεμονίαν, καὶ μὴ καυχήσωνται καθ' ἡμῶν ἔθνη βάρβαρα καὶ ἀλλόφυλα, μὴ εἰδότα θεόν· 22.6 μηδὲ δῷς βεβηλωθῆναί σου τοῦτον τὸν οἶκον, ὃν πᾶσα ἡ οἰκουμένη κοινὸν ἰατρεῖον καὶ προσφύγιον κέκτηται, ὑπὸ ἐναγῶν καὶ ἀθέων ἀνθρώπων, τὴν πίστιν ἡμῶν μυκτηριζόντων καὶ τὴν λατρείαν ἐξουθενούντων, καὶ τοῦτο μόνον ἔγκλημα καθ' ἡμῶν ἐπαγόντων τὴν θεοσέβειαν, καὶ θάνατον ἀπειλούντων ἄωρον καὶ ὀλέθριον. 22.7 εἰ γὰρ καὶ μυρίων ἐσμὲν ἄξιοι τιμωριῶν δι' ἃς ἐπράξαμεν ἐπὶ τῆς γῆς ἁμαρτίας, καὶ τῆσδε τῆς ἐπερχομένης καταστροφῆς ὑπόδικοι καθεστήκαμεν. 22.8 ἀλλ' οὐκ ἔγνωμεν ἕτερον θεὸν εἰ μὴ τὸν σὲ στεφανώσαντα, δι' ὃν καὶ τοὺς θείους ἄθλους διήνυσας, ὃν καὶ τῇ μιμήσει τοῦ πάθους ὑπερεδόξασας, ἐξ οὗ καὶ τῶν πολλῶν θαυμάτων τὴν χάριν ἀπείληφας, καὶ ἡμῖν δεδώρησαι τεῖχος ὀχυρὸν καὶ ἀκλόνητον ἔρεισμα, τὰς ὑπὲρ ἡμῶν ἑκάστοτε ποιούμενος πρὸς αὐτὸν ἱκεσίας καὶ ἐξαιτῶν ἡμῖν τὰ συμφέροντα. 22.9 ἔπιδε οὖν καὶ νῦν ἐπὶ τὴν ἀπορίαν καὶ ἀμηχανίαν τοῦ λαοῦ τούτου, καὶ τῆς δεήσεως ἡμῶν ἐπακούσας στῆθι εὐπαρρησιάστῳ τῇ πρεσβείᾳ ὑπὲρ ἡμῶν τῶν οἰκετῶν σου, καὶ τῆς προσδοκωμένης ἐξάρπασον συστροφῆς, ἵνα μὴ καυχήσωνται καθ' ἡμῶν τὰ τέκνα τῆς παιδίσκης Ἄγαρ, μηδὲ εἴπωσι, ποῦ ἐστιν ὁ προστάτης αὐτῶν; 22.10 ὁρᾷς γὰρ καὶ αὐτός, εὐμενέστατε, ὅτι οὐκ ἐν δόρασιν οὐδ' ἐν ἀσπίσι πεποιθότες ἐσμέν, ἀλλὰ τὸ πᾶν ἀνεθέμεθα τῇ δυνατῇ σου πρεσβείᾳ, τῆς σῆς προνοίας καὶ αὖθις