1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

21

καιρίας κατ' αὐτῶν ἀφιεῖσι πληγάς· 39.3 ἀλλ' ὡς ἂν αὐτοὺς ἐνδιατρίβειν ποιῶσι τοῖς ἀλγεινοῖς, τὰ πρὸς τὸν νῶτον μέρη καὶ τοὺς μηροὺς κατατέμνοντες σχολάζειν αὐτοὺς τῇ τελειώσει παρεβιάζοντο. 39.4 καὶ οὐδ' οὕτως ὁ πολιορκῶν αὐτοὺς ἐνεπίμπλατο θυμός, ἀλλ' ὅτι μὴ πολλάκις δύνανται θνήσκειν μανικῶς ἐδυσφόρουν. 39.5 ἵνα γὰρ τὴν θηριώδη καὶ ἀδάμαστον ἐκείνην ὄρεξιν ἐμφορήσωσιν, οὐδὲ γυναικῶν ἐφείσαντο κατ' ἀρχὰς τοῦ κινδύνου, οὐδὲ παίδων αὐτῶν, ὧν τὸ τῆς ἡλικίας ἄωρον ἄγειν βιάζεται πολλάκις καὶ θηρῶν ὀφθαλμοὺς εἰς συμπάθειαν· 39.6 ἀλλ' ἦν ἐπ' ἴσης ἅπασιν ἡ τομή, καθάπερ ἐν χλοηφόρῳ πεδίῳ πᾶν τὸ παρατυχὸν ἐκθερίζουσα, ὡς ἐν βραχείᾳ καιροῦ ῥοπῇ ἄοικον ἀποδειχθῆναι τὴν πόλιν τὴν πρὸ μικροῦ στενοχωρουμένην καὶ τοῖς πλήθεσι βρίθουσαν. 39.7 καθὸ γὰρ φθάσαντες εἴπομεν, τὸ μὲν τοῦ δήμου τὰς ἀκρωρείας κατειλήφει κατὰ τὴν καλουμένην ἀκρόπολιν συνελαθέν, ἢ τὴν περιοικίδα τοῦ ὁσίου ∆αβὶδ ὀνομαζομένην (ταῦτα γὰρ μᾶλλον τῆς λοιπῆς ὑπερανέχουσι πόλεως, ἔνθα δὴ καὶ πλῆθος ἦν μοναχῶν ἐναρέτων πάντων καὶ τῆς οὐρανίου πολιτείας ἠξιωμένων), τὸ δὲ πάλιν ταῖς δυσὶ πύλαις προσερρύη ταῖς πρὸς δύσιν ἀφορώσαις τῆς πόλεως, μίαν ἐχόντων πάντων σπουδήν, τοῦ ξίφους διεκφυγεῖν τὴν τομήν. 39.8 ἀλλ' οὐδὲν πλέον τῶν ἄλλων διήνυον, τῶν πυλῶν ἐκτὸς τῶν βαρβάρων ἐφεδρευόντων, καὶ μηδ' ἄλλως ἔχοντες εὐχερῶς ὑπερβῆναι, τῷ συνωθισμῷ πιέζοντες ἀλλήλους καὶ τὴν διέξοδον ἀποφράττοντες. 40.1 Οἷον γὰρ ἐγεγόνει κακὸν κατὰ τὴν καλουμένην Χρυσέαν πύλην! 40.2 πῶς παρανοῖξαι ταύτην βουληθέντες μικρόν, ὅσοι τοῦ δήμου τῷ τόπῳ συνέρρευσαν, διήμαρτον τῆς ἐπιχειρήσεως! 40.3 μόνον γὰρ ὅτι τὰς πύλας ἀλλήλων διέστησαν, καὶ τῷ ἰδίῳ πιλήματι πάλιν ἐν ἑαυταῖς συνδραμεῖν αὐτὰς κατηνάγκασαν· 40.4 οὕτω δὲ ἔχοντας αὐτοὺς καταλαβόντες οἱ δυσμενεῖς οὐκέτι καθ' ἕνα τοῖς ξίφεσιν ἀνῄρουν, ἀλλ' ὡς εἶδον συνεσφιγμένους ἀλλήλων τε ἐχομένους καὶ ἐκτραπῆναι μὴ δυναμένους, κατὰ κόρρης αὐτοὺς τοῖς ξίφεσιν ἔπαιον, ὡς μετὰ τὴν πληγὴν διαιρεῖσθαι τοῦ προστυχόντος τὴν κεφαλήν, καὶ τοῖς ὁμοίοις τῇδε κἀκεῖσε τὰ μέρη συμπίπτειν, καὶ μηδὲ μετὰ θάνατον τῇ γῇ δίδοσθαι ἀλλ' ἔτι παρακρατεῖσθαι τοῖς λοιποῖς σώμασιν, ἕως πάντων ἀναιρεθέντων κατηνέχθη τὰ πάντων πτώματα τοῦ, καὶ ὥσπερ τοῦ ὑποστηρίζοντος (τῆς ἁπάντων λέγω ζωῆς διαδράσης) κατηνέχθη τὰ πάντων πτώματα τοῦ αἵματος ἀλλήλων καθάπερ καὶ τῆς τελευτῆς κοινωνήσαντα. 41.1 Τὸ δ' αὐτὸ τοῦτο καὶ περὶ τὴν ἄλλην πύλην, ἣν καλοῦσι Λιταίαν, πραχθῆναι συνέβη. 41.2 καθὼς γὰρ ἔφαμεν, τῶν ἄλλων τὰς μὲν πρὸς θάλασσαν ἐξαγούσας αὐτοὶ προκατεῖχον οἱ βάρβαροι, τὰς δέ γε πρὸς ἀνατολὴν ἀφορώσας ἡμεῖς προαποκλείσαντες ἦμεν, τὴν τοῦ πυρὸς μηχανήν, ἣν κατὰ τῶν ἔξω τοῦ προτειχίσματος πυλῶν προπεπόνθαμεν, καὶ ἐν αὐταῖς ὑφορώμενοι, ὡς λοιπὸν ἐκ τούτων πανταχόθεν ἀποροῦντα τὸν δῆμον πρὸς τὴν φυγὴν περὶ τὰς ἀγυιὰς μόνον εἰλεῖσθαι καὶ πανταχοῦ τῷ θανάτῳ προσπίπτειν. 41.3 σχεδὸν γὰρ ὀλίγοι, καὶ λίαν ὡς εἰκὸς εὐαρίθμητοι, κατὰ τὸ δυτικὸν μέρος τοῦ λιμένος ἑαυτοὺς τῶν τειχῶν ἀκοντίσαντες τὸν κίνδυνον ὑπεξέφυγον· 41.4 καί τινες ἄλλοι τῆς κατὰ τὴν ἀκρόπολιν πύλης λάθρα ὑπεκδραμόντες πρὸ τοῦ τὴν συμφορὰν ὑφεστάναι διεσώσαντο τὴν ζωήν. 41.5 οὗτοι δὲ ἦσαν οἱ τῶν Σκλαβήνων ἡγούμενοι, πάλαι προμελετήσαντες τοῦτο καὶ τὰς κλεῖδας τῶν πυλῶν ἐκείνων κακούργως προϋφελόμενοι. 41.6 οὓς καὶ ἐχρῆν, τὴν ἀκμὴν τοῦ κακοῦ θεασαμένους, παντὶ τῷ προστυχόντι παραχωρῆσαι τὴν ἔξοδον· 41.7 οὕτω γὰρ πολλοὶ τῶν αὐτόθι λαχόντων, πρὸ τοῦ τοὺς βαρβάρους ἐπελθεῖν, τὸν θάνατον ὑπεξέκλιναν ἄν. 41.8 οἱ δὲ τοιοῦτον μὲν οὐδὲν οὐδὲ εἰς νοῦν λαβεῖν ἠνέσχοντο· 41.9 ἀεὶ δὲ τὸ οἰκεῖον προορώμενοι, καὶ ὅπως τὸν κίνδυνον διακρούσονται κἀν τούτῳ διασκεψάμενοι, τὰς πύλας μικρὸν παρανοίξαντες καὶ τὴν ἐπεκδρομὴν τομῶς ποιησάμενοι, ἕνα τινὰ τῷ τόπῳ καταλιπόντες πρὸς τὸ μετὰ τὴν ἐκείνων ἔξοδον καὶ αὖθις ταύτας συγκλεῖσαι· 41.10