1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

24

ἐπαπειλοῦντος. 46.7 τοῦτο δὲ ὁ τῶν θαυμασίων θεὸς ταῖς αὐτῶν διανοίαις ὑπέβαλεν· 46.8 εἰ γὰρ ἅμα τῷ πρὸς ἡμᾶς γενέσθαι τομῶς τῆς διαβάσεως κατετόλμησαν, οὐδὲν ἧττον καὶ ἡμεῖς τῶν κειμένων τὸν ὄλεθρον ὑπεμένομεν. 46.9 τῆς σχολῆς τέως τῆς τῶν λογισμῶν αὐτῶν διαιρέσεως, τοῦ φόβου τὰς ψυχὰς ἕκαστος ἡμῶν περιάραντες, εἴ τι καὶ δέοι πράττειν τῷ καιρῷ χρήσιμον ταῖς φρεσὶ κατεμεριζόμεθα. 46.10 ὡς οὖν εἶχον ἐγὼ τάχους ἀναπηδήσας καὶ θανάτου καταφρονήσας καὶ μηδ' ὅ τι κατὰ κόρρης ἐφέστηκε τὸ παράπαν εἰς νοῦν θέμενος, κατ' αὐτὴν γενόμενος τοῦ πύργου τὴν εἴσοδον ἔμελλον διὰ τῶν ξύλων πρὸς τοὺς βαρβάρους χωρεῖν. 46.11 οἱ δ' ἐπειδὴ οὕτω με θαρσαλέως πρὸς αὐτοὺς κατεῖδον αὐτομολήσαντα, ἄοπλον μὲν καὶ πρὸς ἄμυναν οὐδὲν ἐπιφερόμενον, ἔχοντα δέ τι σπουδαῖον εἰπεῖν, ἐπῆλθον καὶ αὐτοὶ στοιχηδὸν ἀλλήλους συντάξαντες καὶ τὰς δεξιὰς ἀνατείναντες, τάς τε μαχαίρας κατὰ τῆς ἐμῆς κορυφῆς ἐπαγαγεῖν σχηματισάμενοι. 46.12 ὡς δ' οὐδὲ τοῦτό με τέως καταπτῆξαι πεποίηκεν (ὅλον γὰρ εἶχον τὸν νοῦν πρὸς ἅπερ ἤθελον λέγειν ἠσχολημένον), εἷς τις τῶν Αἰθιόπων, καὶ τούτων μάλιστα ὁ γενναιότερός τε καὶ εὐτολμότερος, μεγέθει τῶν λοιπῶν διενηνοχώς, κατ' ἐμὲ γενόμενος ἐπεχείρει μοι τὴν μάχαιραν κατενεγκεῖν τῷ μετώπῳ. 46.13 ἐγὼ δὲ τὰς χεῖρας ἀνασχών «μὴ τοῦτο πράξῃς» εἶπον, «ἐπεὶ πολλῶν χρημάτων σεαυτὸν καὶ τοὺς περὶ σὲ ζημιοῖς.» 47.1 Οὕτως ἔτυχον εἰπών, καὶ τῷ πεπαρρησιασμένῳ τοῦ σχήματος τὴν ὁρμὴν τοῦ Αἰθίοπος τέως πρὸς τὸ μὴ τὴν τομὴν ἐνεγκεῖν ἀνακόψας, τὴν λαιὰν δὲ τῶν χειρῶν ἐγκρύψας εἴσω τοῦ κόλπου καί τινα χρύσεα κόσμια τὸ τάχος ἐξενεγκὼν καὶ τῇ παλάμῃ τούτου ἐνθέμενος, «ἔστωσάν σοι ταῦτα» ἔφην «ἐνέχυρα τῆς ζωῆς τῆς ἐμῆς. 47.2 εἴπερ δὲ πολὺ πλείονα 47.2 τούτων εὐπορῆσαι βούλει, τῷ πατρὶ καὶ τοῖς ἀδελφοῖς, ἀλλὰ καὶ τἀδελφῷ τοῦ πατρός», ἐπιστραφεὶς καὶ τούτους ἐν ᾧπερ ἦσαν τόπῳ τῷ δακτύλῳ καθυποδείξας, «τὸ μὴ θανεῖν κατεγγύησαι, καὶ παρέξομαί σοι χρήσιμα δῶρα, τῇ προσδοκίᾳ ὑμῶν ἔν τισιν ἀφανέσι τόποις προαποτεθειμένα, οὓς ἡμεῖς τε μόνοι διαγινώσκομεν καὶ ὑμῖν προθύμως σωτηρίας τυγχάνοντες ὑποδείξομεν. 47.3 εἰ δέ γε θάνωμεν, διόλωλεν ἐκεῖνα, τάς τε ὑμῶν διεκφυγόντα χεῖρας καὶ τῆς ζωῆς τῆς ἡμετέρας συναπολήξαντα,» 47.4 τούτοις τὸν θυμὸν παρακατασχὼν τοῦ βαρβάρου, καὶ τῇ ἐπιδόσει τῶν κοσμίων εἰς ὑπόνοιαν ὧν φθάσας εἶπον τὴν διάνοιαν αὐτοῦ ἐμβαλών, ἐν οἷς ποικίλως ἑαυτὸν πρὸς ἱκεσίαν κατεσχημάτιζον. 47.5 οὐδὲ γὰρ ᾔδει βάρβαρος ὢν ἃ πρὸς αὐτὸν διελεγόμην, ἀλλ' ἢ μόνον ἐφαίνετο θαυμάζων τὴν παρρησίαν καὶ τὸ σεσοφισμένον τῆς πληροφορίας παντὶ τρόπῳ κατενεργούμενον. 48.1 Ἐν τούτοις ἕτερός τις ἐγγύθεν ἐλθὼν ἀφῆκε φωνήν, «τί ταῦτα οὕτως ποιεῖς, καὶ τὸν Αἰθίοπα ταῖς ἱκεσίαις παρακατέχεις, ἐξὸν εἰπεῖν πρὸς ἐμέ; καὶ εἴ τι καὶ δέοι, συναντιλήψομαί σοι.» 48.2 ἐγὼ δὲ τὸ πλέον θαρσήσας καὶ τῇ τοῦ ἀνδρὸς παρουσίᾳ πρὸς τὸ εὐθυμότερον μετατεθεὶς ἀνέκραγον, «σῶσον» εἰπών, «ὅστις εἶ, πρὸς θεοῦ ἡμῖν ἐν τούτοις χρειωδῶς ἀπεσταλμένε, καὶ τῆς παρούσης ἀνάγκης ἐξάρπασον. 48.3 λήψῃ δὲ παρ' ἡμῶν ταύτης τῆς χάριτος ἕνεκεν ἄξια τῆς ζωῆς ἡμῶν λύτρα, καὶ ὧν οὐδὲν ἐξ ἴσου κατὰ πᾶσαν ἣν ἥλωτε τήνδε τὴν πόλιν ἐν ἄλλοις τισὶν εὑρεθήσεται.» 48.4 ἐκεῖνος οὖν «θαρσεῖτε» ἔφη, «καὶ τοῦ θανάτου τῆς ἐννοίας ἀπόσχεσθε, καὶ πρὸς τὸ εὐθυμότερον ἑαυτοὺς μεθαρμόσατε. 48.5 ἐγὼ δέ» φησι «καὶ τοὺς Αἰθίοπας πείσω τὰ αὐτά μοι συνθέσθαι, καὶ μέχρις αὐτοῦ τοῦ καθηγουμένου παντὸς τοῦ στρατοῦ ὑμᾶς ἀπάξω πρὸς τὸ καὶ ὑπ' ἐκείνου λαβεῖν τὴν περὶ τοῦ ζῆν πληροφορίαν. 48.6 μόνον αὐτοὶ τὰ ὑποσχεθέντα πληρῶσαι πρὸς ἀλλήλους διανοήθητε· εἰ γάρ τι τῶν παρ' ὑμῶν λεχθέντων μὴ πρὸς ἔργον ἀχθῇ, ταῖς μαχαίραις ταύταις κριθήσεται.» 48.7 ὡς οὖν ταῦτα ἔλεγεν, εὐθὺς ὁ πατὴρ ὁ ἐμὸς σὺν τοῖς ῥηθεῖσι δυσὶν ἀδελφοῖς καθ' ἡμᾶς γενόμενοι, καὶ τοῖς ποσὶ τούτου τὰς κεφαλὰς προσερείσαντες, ἐδέοντο τὴν αὐτὴν ἐμοὶ πληροφορίαν λαβεῖν, βεβαιούμενοι πληρώσειν ἑτοίμως ὅσα ἐγὼ προκατεῖπον. 48.8 θᾶττον οὖν ἐκεῖνος πάντα ἃ παρ'