1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

17

διανύσαι μάτην ἀποπλανήσαντας τοῖς ὅπλοις διαχειρίσασθαι, καὶ οὕτως ἐν τοῖς ἰδίοις ἀπαίρειν. 32.4 ταύτην οὖν παρ' ἑαυτοῖς θέμενοι τὴν βουλήν, ἔτι κατ' ἀρχὰς οὔσης τῆς νυκτός, τοῦ ποικίλου καὶ πολυειδοῦς ἐκείνου ἀπήρξαντο μηχανήματος. 32.5 ὑφάψαντες γὰρ πανταχοῦ φῶτα, καὶ πάσας αὐτῶν τὰς νῆας κατὰ δύο συζεύξαντες ἑτέραν τῆς ἑτέρας ἐχομένην, καί τισι κάλοις στιβαροῖς καὶ σιδηραῖς ἁλύσεσι τὰς ἑκατέρων πλευρὰς ἐν ἀλλήλαις συσφίγξαντες πρὸς τὸ μὴ ῥᾳδίως ἀφίστασθαι, ἀνείλκυσαν διὰ τῶν κατὰ πρῴραν ἀπῃωρημένων ἐξαρτίων τὰ διὰ μέσου προβεβλημένα ξύλα, ἃ τοῖς ναυτιλλομένοις κατάρτια καλεῖν ἔθος. 32.6 εἶτα τοὺς τῶν ἑκατέρων νηῶν αὐχένας ἐν τούτοις διὰ τῶν εἰς τὴν κεφαλίδα στρεφομένων σχοινίων μέσον που τοῦ ἀέρος μετεωρήσαντες, τάς τε σπάθας αὐτῶν ἐκ τοῦ κατὰ πρῴραν μέρους καὶ πέρα τῆς τῶν νηῶν διαμέτρου προβεβληκότες, ξένον τι καὶ παρηλλαγμένον πανούργευμα διὰ τοῦ τοιούτου τεχνάσματος ἐτεκτήναντο. 32.7 ὑψοῦ γάρ, ὡς ἔφην, τῶν αὐχένων μετεωρηθέντων, ἔβαλλον ἐν αὐτοῖς ἐπιθέντες μακρά τινα ξύλα στιχηδὸν ἄλλο κατ' ἄλλο, καὶ τὸν διὰ μέσου τόπον γεώσαντες τῇ σεσοφισμένῃ ταύτῃ μηχανῇ, τὰ πέρατά τε πάντοθεν σανίσι καταφραξάμενοι, καὶ τὰ ἄκρα τῶν αὐχένων ἐν τοῖς κατὰ πρύμναν μέρεσιν ἄλλοις στιβαρωτάτοις δεσμοῖς ἐνασφαλισάμενοι, πύργους τινὰς τῶν εἰς τὴν χέρσον ἐν τῷ τείχει καθισταμένων χρειωδεστέρους τῇ ἐπινοίᾳ ταύτῃ κατετεχνάσαντο, 32.8 ἐν οἷς ἐνόπλους τινὰς βαρβάρους ἐπανεβίβασαν, ῥώμῃ σωμάτων καὶ τολμηρίᾳ φύσεως ἀνεσταλμένους, τὴν καθ' ἡμῶν ὑστάτην καὶ τελευταίαν ἐπιβουλὴν ἐνεργήσοντας. 32.9 ἐπέτρεπον γὰρ τοὺς μὲν αὐτῶν βάλλειν τοῖς τόξοις κατὰ τῶν ἐνδοτέρων τοῦ τείχους ἑστώτων, τοὺς δὲ τοῖς χειροπληθέσι λίθοις· 32.10 ἄλλους πυρί τινι, καὐτῷ τετεχνημένῳ καί τισιν ὀστρακίνοις σκεύεσι προηυτρεπισμένῳ, καθοπλίσαντες κατὰ τῶν ἀντιπρόσωπον αὐτῶν ἐρχομένων προσέταττον ἀκοντίζειν. 32.11 ταῦτα δὲ πάντα ἦν αὐτοῖς ἐνεργῆ τε καὶ ἐπιτήδεια διὰ τὸ μηκέτι περὶ γῆν αὐτοῖς εἶναι ποιεῖν, ἀλλὰ τῷ προλεχθέντι κακούργῳ τεχνάσματι ὑψηλοτέρους αὐτοὺς καὶ αὐτῆς τῆς οἰκοδομῆς γενέσθαι τοῦ τείχους καὶ πᾶσαν αὐτῶν κακόνοιαν ὡς ἀπὸ μετεώρου χρειώδη συμβαίνειν. 33.1 Ἀλλ' ἐπειδὴ ταῦτα πάντα κατ' αὐτὴν ἐκείνην τὴν νύκτα εἰς ἔργον ἤχθη τοῖς ἀσεβέσιν, οὐδὲν δὲ τῶν πραττομένων τέως ἐλάνθανεν ἡμᾶς διὰ τό, ὡς εἴρηται, φῶτα ἔχειν αὐτοὺς πολλὰ καὶ πλησίον εἶναι τὸν αἰγιαλὸν εἰς ὃν αὐτοῖς τὰ δόξαντα διεσπούδαστο, ἔλαβε πάντας φόβος καὶ ἔκπληξις, καὶ οὐκ εἶχον ᾧτινι τοῦ λοιποῦ τρόπῳ τὸ ἀσφαλὲς ἑαυτοῖς συντηρήσονται. 33.2 ἦν γὰρ ἰδεῖν τὸν δῆμον ὅλον δι' ὅλου κλονούμενόν τε καὶ ἀπορούμενον, ἄλλοτε ἄλλως ἀμηχανοῦντα καὶ πρὸς αὐτὴν τὴν ζωὴν κινδυνεύοντα. 33.3 οὐ γὰρ ὅπως ἕκαστος ἀποκρούσηται τὴν ἐφεστῶσαν ἀνάγκην διὰ φροντίδος εἶχεν, ἀλλὰ πῶς ἢ μεθ' οἵας ἀλγηδόνος τῷ θανάτῳ προσομιλήσει τοῖς λογισμοῖς κατετέμνετο. 33.4 φυγεῖν μὲν γὰρ οὐκέτι οὔτε πρόχειρον οὔτε ἀσφαλὲς ἦν, κύκλῳ τοῦ τείχους τῶν βαρβάρων περιεστώτων καὶ κατὰ τῶν πυλῶν ἐφεδρευόντων. 33.5 προσμένειν δὲ πάλιν ὁ κατ' ὀφθαλμοὺς οὐκ ἐδίδου κίνδυνος. πᾶσαν οὖν ἐλπίδα σωτηρίας προδόντες, καθάπερ ἐννεοί τινες τὸ τεῖχος διήμειβον, τῷ μεγέθει τῆς συμφορᾶς ἀπορούμενοι. 33.6 πλὴν ἔδοξέ τισιν, ὅσοις οὐ κατέσβη τελείως τῆς ἀνδρίας ἡ θρυαλλίς, μεταξὺ τῆς προσδοκίας τῶν πολεμίων προευτρεπίσαι τινὰ τῷ τείχει εἰς ἀποτροπὴν τῶν ἐπερχομένων. 33.7 τὰ δὲ ἦν πίσσα καὶ δᾷδες καὶ ἄσβεστος καί τινα ἄλλα, οἷς τρέφονται τάχος πυρὸς φλόγες, σκεύεσιν ὀστρακίνοις ἐπιτετηδευμένα, ὡς ἂν τῶν νηῶν τυχὸν ἐφορμουσῶν τούτοις χρώμενοι καὶ διὰ μέσου τούτων ἐξακοντίζοντες ἀπράκτους αὐτοὺς καὶ τῆσδε τῆς ἐπιχειρήσεως ἀποδείξωσιν. 34.1 Ὡς δὲ καὶ ταῦτα ἀνθρώπων ἦν ἀπορουμένων ἔργα καὶ διαβούλια, ἤδη δὲ καὶ τῆς ἡμέρας τὸ φῶς τὸν νυκτερινὸν ζόφον διέλυεν, ἰδοὺ δὴ καὶ αἱ νῆες, ὡς εἶχον σκευῆς, κατὰ πολλοὺς τόπους διαιρεθεῖσαι τῷ τείχει προσέρρηξαν, καινόν τι καὶ παράδοξον θέαμα ταῖς ἁπάντων ὄψεσι προδεικνύμεναι·