1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

3

πολλοῦ τῆς χέρσου τὰ πολλὰ τῶν ὑδάτων συστείλαντα. 5.1 Ἀλλ' ἐν τούτοις τὸ κατὰ νότον μέρος τῆς πόλεως, τὸ πρὸς βορρᾶν δὲ ὡς λίαν τραχὺ καὶ δύσβατον. 5.2 ὄρος γὰρ ὑπερκύπτει τοὺς λόφους ὑπερανεστηκός, οὐκ ὀλίγον μέρος καὶ αὐτῆς τῆς πόλεως τῆς λοιπῆς ὑπεραῖρον γῆς, ὡς τὸ μὲν αὐτῆς πεδιάσιμον εἶναι καὶ ταῖς χρείαις τῶν ἐνοικούντων κατάλληλον, τὸ δὲ τοῖς βουνοῖς καὶ ταῖς τῶν ὀρῶν ἀκρότησιν ἀνατείνεσθαι. 5.3 ἀλλ' οὐδὲν ἀδικεῖ τὴν πόλιν ἡ τοῦ ὄρους παράτασις ὡς ἐμπαρέχειν ἄδειαν τοῖς πολεμίοις ἀφ' ὕψους ἐπεμβαίνειν καὶ τοῦ τείχους κατεπαμύνεσθαι· ἔδωκε γὰρ ὀλίγην τινὰ σχολὴν ὁ βουνὸς ἐκεῖσε πρὸς τὸ φυλάττεσθαι πᾶσαν ἐπιβουλήν, τῷ διὰ μέσου χώρῳ τὴν εὐχερῆ προσβολὴν ἀποκρούσας. 5.4 τὸ δ' ἐντεῦθεν ἀνατείνεται μέχρι πολλοῦ τὸ ὄρος καὶ ὑπερίδρυται, τοῖς λόφοις καὶ ταῖς χαράδραις ἐντραχυνόμενον, τὴν μεσαιτάτην ἀνατολὴν ἀφορῶν, ἀλλ' ὅσον διήκει τὴν πρὸς ἀνατολὴν ἐπειγόμενον, τοσοῦτον τὰ ἐκ πλαγίου ἐφ' ἑκατέρου μέρους ὑποκείμενα διαφεύγει τῆς γῆς. 5.5 ἐν γὰρ ταῖς δυσὶ πλευραῖς τοῦδε τοῦ ὄρους, τοῦ τε πρὸς νότον φημὶ καὶ τοῦ πρὸς βορρᾶν, πεδία ὑφήπλωται βάσιμά τε καὶ χρήσιμα, πᾶσαν ἀφορμὴν εὐζωΐας τοῖς πολίταις δωρούμενα· 5.6 ὧν τὸ μὲν ὡς πρὸς νότον τοῦ ὄρους, πρὸς ἀνατολὴν δὲ τῆς πόλεως, ὡς λίαν ἐστὶ παγκαλλὲς καὶ ἐράσμιον. 5.7 κεκόσμηται γὰρ δένδρεσιν ἀμφιλαφέσι, παραδείσοις ποικίλοις, ὕδασιν ἀπείροις, τοῖς μὲν πηγαίοις, τοῖς δὲ ποταμίοις, οἷς αἱ λόχμαι τοῦ ὄρους τῷ πεδίῳ χαρίζονται καὶ αὐτὴν δὲ δεξιοῦνται τὴν θάλασσαν. 5.8 ἄμπελοι γὰρ ἀλλήλαις παραπεφυτευμέναι τὰ χωρία στεφανοῦσι καὶ τὸν φιλόκαλον ὀφθαλμὸν τῇ πληθύϊ τῶν καρπῶν εἰς εὐφροσύνην προτρέπονται· 5.9 μοναὶ δὲ μοναχῶν πολλαὶ καὶ συχναὶ τό τε ὑπτιάζον τοῦ ὄρους καὶ τὸ τῆς λοιπῆς γῆς ὑποκείμενον κατοικοῦσαι, καί τισι τερπνοτάτοις χωρίοις ἐγκαθεζόμεναι, καινόν τι χρῆμα τοῖς τε ὁδίταις καὶ αὐτοῖς τοῖς πολίταις πεφύκασι. 5.10 τὸ δὲ κατὰ λαιὰν πλευρὰν τοῦ ὄρους πεδίον ἐστὶ καὶ αὐτὸ τεταμένον εἰς μῆκος πολύ, εὐρύνεται δὲ μέχρις ἄλλων ὀρέων· οὗτινος ἐν μέσῳ πελαγίζονται δύο τινὲς εὐρεῖαι λίμναι, τὸ πλεῖστον τούτου διακατέχουσαι καί τινα μεγάλην καὶ αὖται συνεισφέρουσαι χρείαν. 5.11 τρέφουσι γὰρ ἰχθύας καὶ μικροὺς καὶ μεγάλους, καὶ τοῖς εἴδεσι διαφόρους καὶ πολλοὺς τῷ πλήθει, ταῖς τε γείτοσι κώμαις καὶ αὐτῇ δὲ τῇ πόλει δαψιλεστάτην ἀποπληροῦντας τράπεζαν. 5.12 καὶ γὰρ οἷον φιλονεικοῦσιν αἱ λίμναι ταῖς τούτων ἐπιδόσεσι πρὸς τὴν θάλασσαν, καὶ ἁμιλλῶνται τίς αὐτῶν τὸ πλεῖον παράσχηται. 5.13 πλὴν ἑκάτεραι νικῶνται ἐξ ἑκατέρων, καὶ ἡ νικῶσα οὐκ ἔχει τίνι τὴν ἧτταν καταψηφίσεται. 5.14 τὸ δὲ λοιπὸν τοῦ πεδίου ἀνεῖται τοῖς γεωργοῖς, παραχωρεῖται τοῖς ζῴοις, τοῖς τε πειθομένοις ταῖς τῶν ἀνθρώπων τέχναις καὶ τοῖς ἐλεύθερον ἀφιεῖσι τὸ ἴχνος τοῖς ὄρεσιν. 5.15 ἔλαφοι γὰρ τὰ ὄρη λιποῦσαι καὶ ταῖς λίμναις ὥσπερ τῶν ὑδάτων ἐπιτερπόμεναι ὁμοῦ τε ἔχουσιν ἄφθονον τὸ ποτόν, καὶ ταῖς βουσὶν ἐν αὐτῷ συναγελαζόμεναι κοινὰ τὰ σῖτα προσφέρονται. 6.1 Ἀλλ' ἱκανῶς ἐν τούτοις τά τε πρὸς ἀνατολὴν καὶ βορρᾶν τῆς πόλεως, ἔτι γε μὴν καὶ τὰ πρὸς νότον διαγραψάμενοι τὴν πρὸς δύσιν αὐτῆς τοῦ χώρου θέσιν κατὰ τὸ δυνατὸν ἱστορήσωμεν. 6.2 ἔστιν ἕτερον πεδίον, ἀπ' αὐτοῦ τοῦ τείχους τῆς Ἐκβολῆς ἀπαρχόμενον, τῇ δεξιᾷ τοῦ ὄρους ἁπτόμενον, τῇ λαιᾷ δὲ τῇ θαλάσσῃ συνομοροῦν, ἀμύθητον κάλλει ταῖς τῶν ὁρώντων ὑποκείμενον ὄψεσιν. 6.3 ἔστι γὰρ τὸ μὲν αὐτοῦ διάβροχον ὕδασιν, ὅσον αὐχεῖ τήν τε πόλιν ἔχειν καὶ τὴν θάλασσαν γείτονα, ἀμπέλοις καὶ δένδρεσι κατακόμοις καὶ παραδείσοις κατεστεμμένον, οἰκήμασί τε καί τισι πλείστοις σεβασμίοις σηκοῖς κεκοσμημένον, ὧν τοὺς πλείονας μοναχῶν ἀγέλαι διείλοντο, πᾶν εἶδος ἀρετῆς ἀσκοῦντες καὶ θεῷ μόνῳ ζῶντες, πρὸς ὃν ἐπείγονται καὶ δι' ὃν τὰς πολιτικὰς ταραχὰς λιπόντες τὴν πρὸς αὐτὸν καὶ μόνον φέρουσαν τρίβον ἀνείλοντο. 6.4 τὸ δ' ἐντεῦθεν αὐτοῦ διαχεῖται τῇ χέρσῳ μέχρι πολλοῦ, ἄξυλον μὲν ὡς τὰ πολλὰ τὴν βλάστην ἔχον, πάσης δὲ γεωργικῆς ἐπιμελείας ἐπιτήδευσιν παρεχόμενον. 6.5 διήκει δὲ τὴν ἡλίου δύσιν ἀποσκοποῦν, ἕως τινῶν ἄλλων ὀρέων