1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

16

καρτεροῦντες πόνῳ καὶ πρὸς τὸν πόλεμον ἁμιλλώμενοι. 30.3 τοῦ γὰρ ἡλίου κατὰ τὸ μέσον ἄγοντος τὴν ἡμέραν, ὅτε καὶ ταῖς βολαῖς τῶν ἀκτίνων τὸν ἀέρα πλέον τῶν ἄλλων ὡρῶν διαπυροῖ, τῇ ἀκμῇ τοῦ καύματος ὥσπερ τὴν φυσικὴν ἐκκαύσαντες λύσσαν, καὶ τὸν ἄλογον ἐκεῖνον θυμὸν ταῖς ἀπονοίαις προσερεθίσαντες, ἐφ' ἕτερον εἶδος πολιορκίας (καὶ σκόπει πῶς χαλεπόν) τὴν ὁρμὴν μετηγάγοντο. 30.4 τεττάρων γὰρ πυλῶν πρὸς τῷ ἀνατολικῷ μέρει τῆς πόλεως διεξαγουσῶν, ἐσκέψαντο τὰς δύο αὐτῶν πυρὶ τεφρῶσαι, τήν τε ῥηθεῖσαν Ῥώμην καὶ τὴν Κασσανδρεωτικὴν καλουμένην, 30.5 τοῦτο ἐν τῇ διανοίᾳ θέμενοι, ὡς εἰ δυνηθεῖεν τῶν ἔξω πυλῶν καιομένων εἴσω χωρῆσαι τοῦ προτειχίσματος καὶ τὸ μετέωρον ὑποδύσασθαι τεῖχος, μηδένα φόβον ἔχειν πρὸς τὸ καὶ τὰς ἔνδον κακουργῆσαι καὶ τῇ πόλει πάντας ὑφ' ἓν συνελάσαι, ἐξ ἐναντίας παραστησάμενοι τοξότας εὐστόχους τε καὶ δεινούς, ὡς ἂν τῇ συνεχείᾳ τῶν βελῶν μὴ ἐᾶν ἀκινδύνως προκύπτειν τῶν ἔνδον τινά. 31.1 Καὶ δὴ τοῦ τεχνάσματος οὕτως ἐνήρξαντο. 31.2 ἁμάξας ἐφευρόντες ἐπέθηκαν ἐν αὐταῖς πρηνεῖς τὰς βραχυτάτας νῆας, αἷς πρὸς τὴν θήραν τῶν ἰχθύων οἱ καθ' ἡμᾶς ἁλιεῖς ἐκέχρηντο, ἔτι δὲ καί τινων ἄλλων ξύλων πληθὺν καὶ φρυγάνων σωρείαν· ἅτινα πίσσῃ καὶ θεάφῳ καταρράναντες καὶ τὰς ἁμάξας ὑποδύντες ἔστρεφον τοὺς ἄξονας, ἄγοντες αὐτὰς ταῖς χερσίν, ἕως ἔφθασαν μέχρις αὐτῶν τῶν πυλῶν. 31.3 εἶτα τὴν ὕλην ἐκείνην ὑφάψαντες, καὶ ὀπισθόποδες ταῖς ἀσπίσι φραξάμενοι πρὸς τοὺς τοξότας χωρήσαντες, ἔλαθον τὸ βεβουλευμένον εἰς ἔργον ἀγαγεῖν. 31.4 τὸ πῦρ γὰρ τῆς ὕλης λαβόμενον καὶ τοῖς ὑπεκκαύμασι πρὸς μείζονα φλόγα διεγερθὲν τὴν μὲν ἔξω τῶν πυλῶν ἐπιφάνειαν, ἥτις ἦν ἅπασα σεσιδηρωμένη, πυρακτωθῆναι πεποίηκε, τὴν λαμπάδα δὲ καὶ πρὸς τὸ εἴσω μετοχετεῦσαν ἐξαφθῆναι δι' ὅλου τὰς πύλας ἠνάγκασεν, ὡς μετὰ βραχὺ ταύτας καταπεσεῖν καὶ δειλίαν οὐ τὴν τυχοῦσαν ἅπασιν ἐμβαλεῖν. 31.5 μόνον γὰρ ὅτι καθ' ὅλης ἐκηρύχθη τῆς πόλεως ἡ τῶν πυλῶν ἔκκαυσις, καὶ καθάπερ τινὸς ξίφους ὑποδραμόντος τὰς ἁπάντων καρδίας, οὕτως ἐναγωνίους καὶ τρομώδεις τοὺς ἀνθρώπους πεποίηκε, τὰς μορφὰς ἀλλοιώσαντας καὶ πᾶσαν χρηστὴν ἀθρόον προδεδωκότας ἐλπίδα. 31.6 καὶ γὰρ οἱ πρὸ βραχέος τοῖς τείχεσιν ἐξαλλόμενοι καὶ τοὺς ἐχθροὺς ἀμυνόμενοι καὶ πρὸς τὸν διὰ μάχης ἀγῶνα ἀλλήλους ἐγκελευόμενοι πτωκῶν ἀδρανέστεροι ταῖς ἀληθείαις ἐδείκνυντο. 31.7 αὐτὸ γὰρ τοῦτο, τὸ τὴν μηχανὴν ἐκείνην εἰς ἔργον ἐκβῆναι, μαντεύεσθαι τοῦ τέλους ταῖς ἁπάντων ἐδίδου ψυχαῖς, 31.8 πλὴν ὅτι τῶν ἔξω πυλῶν πυρποληθεισῶν τὰς ἔνδον ἡμεῖς τειχίῳ τινὶ νεοδομήτῳ θᾶττον περιφραξάμενοι, ὕδατά τε ταῖς ἐπάλξεσιν ἔν τισι προαποθέμενοι σκεύεσιν, ἐφυλαττόμεθα, πότε καὶ πρὸς ταύτας τυχὸν ἐφορμήσουσιν οἱ πολέμιοι, ἵν' ὅτε τῆς κακουργίας καὶ αὖθις ἐπιχειρήσωσιν, ἔχωμεν ὅπως τῆς φλογὸς ἀντιποιησόμεθα καὶ τῆς ἐπιβουλῆς ἀπειράτους τὰς πύλας διατηρήσομεν. 31.9 ὃ δὴ καὶ γνόντες ἐκεῖνοι οὐκέτι ταῖς τοιαύταις κακοβουλίαις ἐχρήσαντο, ἑτέραις δέ τισιν ἔμελλον δεινοτέραις ἔτι καὶ σφοδροτέραις τὸν καθ' ἡμῶν ἐπιτηδεύειν ὄλεθρον, ὃν οὐδεμιᾷ μεθόδῳ τοῦ λοιποῦ δυνατὸν ἦν διακρούσασθαι ἐνεργῆ τε ὄντα καὶ πᾶσαν μηχανὴν ὑπερβαίνοντα. 31.10 πλὴν οὕτω τοῦ πυρὸς παυσαμένου τὸ λοιπὸν τῆς ἡμέρας τοῖς πετροβόλοις ἐχρῶντο καθ' ἡμῶν καὶ τοῖς τόξοις, μέχρις ἂν τὸ νυκτερινὸν σκότος τὸ φῶς διεδέξατο καὶ τῆς ἀγωνίας παύεσθαι μηδὲ βουλομένους αὐτοὺς κατηνάγκασεν. 32.1 Εἶτα ἐπειδὴ τοῦ πολεμεῖν ἐπαύσαντο, ταῖς ναυσὶν ἐμβάντες καί τι μικρὸν ἡσυχάσαντες ἤρχοντο τοῦ δράματος ὅπερ ἦσαν ταῖς ἑαυτῶν δεινότησι προεξευρημένοι. 32.2 τὸ δὲ ἦν τοιαύτην αὐτοῖς ἀπόπειραν ἐμποιοῦν, ὡς εἰ μὲν δι' αὐτοῦ δυνηθεῖεν τὴν πόλιν πορθήσειν, εὖ ἂν ἔχοιεν, διὰ τὸ μηδὲν ἄλλο τῶν εἰς πολιορκίαν συντεινόντων ἴσα δύνασθαι τούτου, καὶ μάλισθ' ὅταν ἀφ' ὑδάτων ἐστὶν ἡ μάχη καὶ μὴ μεσιτεύῃ χέρσος τὴν ἐπιβουλὴν διακόπτουσα· 32.3 εἰ δέ γε μετὰ τῶν ἄλλων ὧν προενήργησαν καὶ τοῦτο εἰς μηδὲν αὐτοῖς συντελέσειε, τοὺς εἰς τοῦτο παρορμήσαντας αὐτοὺς καὶ τοσοῦτον πλοῦν