1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

20

ἐξενέγκω; 37.3 ἐξιστᾷ γάρ μου τὸν νοῦν ἡ μνήμη τῶν γεγονότων, καὶ οἷον ὁρᾶν πάλιν δοκῶν τῶν λεχθησομένων τὰ πράγματα δυσεπιχείρητον τὴν περὶ τούτων ἐξήγησιν ἐπαισθάνομαι. 37.4 ἡ γὰρ ἀνατύπωσις τῶν γεγονότων ὡς ἄρτι πραττομένων τῇ ψυχῇ διὰ τῆς μνήμης τὸν κίνδυνον εἰκονίζουσα καὶ διαμορφοῦσα τῇ φαντασίᾳ τὰ πράγματα, τὴν ὁρμὴν τοῦ λέγειν ἐπέχειν βιάζεται. 37.5 οἷα γὰρ ἦν τὰ τελούμενα τότε! 37.6 οἱ μὲν πρὸ τῆς σωματικῆς τὴν τῆς ψυχῆς πλέον δεδιότες πανολεθρίαν πρὸς τὸ θανεῖν ἐδυσφόρουν, ἀρχὴν τῶν ἐκεῖθεν κολάσεων τὸν χωρισμὸν ἡγούμενοι τὸν τοῦ σώματος· 37.7 οἱ δὲ τῇ γῇ προσερείδοντες τὰ γόνατα, κρουνούς τε δακρύων ἐκβλύζοντες, ἀξίους παραδεχθῆναι τῆς κλήσεως διὰ τοῦ τοιούτου θανάτου τὸν θεὸν ἐλιτάνευον. 37.8 ἄλλοι τῇ μνήμῃ τῶν ἡμαρτημένων τομώτερον τοῦ ξίφους τὸ συνειδὸς νυττόμενοι τὸν ἀναλωθέντα χρόνον ἐπὶ ματαίῳ ἀνεκαλοῦντο μεταμελούμενοι. 37.9 ἕτεροι μηδὲν τοιοῦτον ἐνεργῆσαι δυνάμενοι, ἀλλὰ τὸν λογισμὸν προδόντες τῇ ἀγωνίᾳ, ἵσταντο τρομώδεις, δίκην ἀψύχων δένδρων τὴν τομὴν ἀναμένοντες. 37.10 ἄλλοι δὲ καθάπερ οἴστρῳ τῷ φόβῳ πληττόμενοι ἀκάθεκτοι ταῖς ὁρμαῖς ἦσαν· ἐξ ὧν καὶ πλεῖστοι πρὸς τὸ ἐκτὸς τοῦ τείχους ἀσυλλογίστως ἑαυτοὺς ἀκοντίσαντες ἢ τῷ πτώματι τὴν ζωὴν συνεπέραναν ἢ τοῖς ἐκεῖσε στρεφομένοις βαρβάροις ἑαυτοὺς ἐνεχείρισαν. 38.1 Τί δὲ τῶν γυναικῶν εἴπω πρῶτον, οἷς καὶ αὐτὸν τὸν ἀέρα συνθρηνεῖν αὐταῖς ἐβιάζοντο; 38.2 ᾔτουν τὰς ἀνακλήσεις, τὰς οἰμωγάς, τῶν τέκνων τὰς περιπλοκάς, 38.3 οὐδ' εὐσχημονεῖν ἔτι βουλόμεναι νικηθεῖσαι τῷ πάθει, οὐδὲ τῆς ὄψεως τῶν ἀνδρῶν ἑαυτὰς ὑπεκκλίνειν, ἀλλ' ἀναιδῶς φερόμεναι, τὰς κόμας ἔχουσαι λελυμένας καὶ τῶν πρὸς συστολὴν ἀμελήσασαι, ἤγοντο συνεκβοῶσαι τοὺς θρήνους καὶ τοῦ κινδύνου καταστενάζουσαι. 38.4 εἴ που καὶ παρθένος ἐν αὐταῖς, ἡ μήπω τῆς οἰκουρίας προβᾶσα ἀλλ' ἀσφαλῶς τηρουμένη τῷ γάμῳ καὶ σεμνότητα πᾶσαν δεδιδαγμένη, τὴν αἰδῶ τῆς ὄψεως περιάρασα, καὶ μηδ' ὅτι γυνὴ τυγχάνει τῷ δέει λογιζομένη, διῄει τῆς ἀγορᾶς ἐν μέσῳ, ταῖς ἄλλαις γυναιξὶ κοινωνοῦσα τοῦ θρήνου καὶ δεινὸν ἀλαλάζουσα. 38.5 μονασταὶ δὲ καὶ μονάζουσαι, ὅσοι τὴν προσπάθειαν τοῦ βίου κομιδῇ νέοι ὑπάρχοντες τῷ φίλτρῳ τῆς ἀρετῆς ἀπεσείσαντο, ἑαυτοῖς μόνοις καὶ θεῷ ζῶντες, τῶν ἀσκητηρίων ἐκβάντες καὶ ταῖς πλατείαις διασπαρέντες τῆς πόλεως τὸν κοινὸν ὄλεθρον γοερὸν ἐκλαυθμύριζον. 38.6 ἐξ οὗ δή μοι καὶ θάμβος ἐπέρχεται, ὅταν κατὰ νοῦν λάβω τὴν ποικίλην καὶ διάφορον ἀρετὴν τῶν Ναζιραίων ἐκείνων, ἣν καταμόνας ἐφιλοπόνουν, ἤτοι τὴν πάννυχον ψαλμῳδίαν καὶ τὴν ἱερὰν παρθενίαν τήν τε ἐκτενῆ προσευχὴν καὶ τὸ ἀκατάπαυστον δάκρυον· 38.7 πῶς οὐκ ἔκαμψαν ἐφ' ἡμᾶς τὸν θεϊκὸν ἔλεον, πῶς οὐ κατεγγυήσαντο τὴν πόλιν, πῶς οὐχ εὗρον ἔπαθλον ἀρετῆς τὴν ἀποφυγὴν τοῦ κινδύνου, συνελήφθησαν δὲ μᾶλλον καθάπερ ἀνεπίσκοπα πρόβατα, πάντες τῆς μαχαίρας γεγονότες καὶ τῷ κλήρῳ τῶν ἁμαρτωλῶν τῆς σφαγῆς κοινωνήσαντες. 38.8 πλὴν ἡγοῦμαι ὅτι τούτων μὲν ὁ θάνατος, ὥς φησιν ὁ ψαλμός, τίμιος γέγονεν ἐναντίον κυρίου, κἀν τούτῳ τοῦ σοφοῦ τοὺς οἰκείους δούλους τιμήσαντος, ἵνα μετὰ τῆς λοιπῆς ἀρετῆς καὶ τὸ τέλος μαρτυρικὸν ἀπενέγκωνται, ὡς ἂν ἐπιδαψιλεύσηται τούτοις τὰ τῆς ὑπομονῆς γέρα καὶ τῶν ἀρρήτων ἐκείνων ἀγαθῶν τὴν ἀντίδοσιν· 38.9 ἡμῶν δὲ τὸ πλῆθος τῶν παραπτώσεων οὐ μόνον τὰς τούτων ἐντεύξεις ἀλλὰ καὶ τὰς τῶν μαρτύρων πρεσβείας ἀσυντελεῖς δειχθῆναι πεποίηκεν, ἵν' ἡμῶν παθόντων ὅπερ ἤδη πεπόνθαμεν, ἔχωσι γνῶναι πάντες οἱ τῶν θείων καταφρονηταὶ διατάξεων ὡς κακίᾳ πλεονεκτοῦντας οὐδὲν αὐτοὺς τῆς δεσποτικῆς ἀπειλῆς τῶν σωτηρίων βοηθημάτων ἐξαιρήσασθαι δυνηθήσεται. 39.1 Ὡς γὰρ κατὰ πᾶσαν εἰσελθόντες διεμερίσθησαν τὴν πόλιν οἱ βάρβαροι, εὐθὺς πᾶσα ἡλικία καὶ πᾶν γένος ἀνθρώπων ὑπ' αὐτῶν ἀνῄρητο. 39.2 οὐδὲ γὰρ ἦν οἶκτος αὐτοῖς οὐδεὶς πάλαι προμεμηνόσι καὶ τὴν καθ' ἡμῶν διψῶσιν ἀπώλειαν, ἀλλὰ καὶ γέρων καὶ ἀκμάζων ἔτι καὶ νεανίσκος καὶ πᾶς ὁ προστυχὼν ἔργον τοῖς μιαιφόνοις ἦν, οὐδὲ