1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

31

ταῖς δριμείαις ἐκείναις ἀλγηδόσιν οὐκ ἐξισχύσασαν. 59.10 ὡς οὖν ἀπείρηκε καὶ δῆλος ἦν τοῖς ὠμοῖς ἐκείνοις δορυφόροις, ἔτι τὰς πληγὰς ἀφιεῖσι καὶ μετὰ θάνατον, μόλις ποτὲ τῆς κατεχούσης ἑαυτὸν ὀργῆς περιάρας ὁ δυσέντευκτος θὴρ «ἔστω» φησὶ «μετὰ τοῦ χρυσίου ἐκείνου καὶ οὗτος εἰς ἀπώλειαν· ἀλυσιτελὲς γάρ, ὡς ἔοικε, καὶ εὑρεθὲν ἂν διεδείκνυτο.» 60.1 Τοῖς δὲ τῶν νηῶν ἀρχηγοῖς προσέταττε σκευάζεσθαι πρὸς τὸν ἀπόπλουν, τὴν νεάζουσαν κήραν τοῦ πλήθους ἀρρένων τε καὶ θηλειῶν πρῶτον ταῖς ναυσὶν εἰσενεγκόντας, μὴ κατὰ συγγένειαν ἀλλὰ διακεκριμένως, ἵν' ἔχωσι κἀν τούτῳ τιμωρίαν οὐ τὴν τυχοῦσαν, τὴν φυσικὴν ἐξ ἀλλήλων διαίρεσιν, εἶθ' οὕτω τὰ χρήματα, καὶ ὅσα ἄλλα τῶν συνειλεγμένων φανεῖεν χρήσιμα, συμφορήσαντας αὐτάρκη ταῖς ναυσὶ τῶν ἀγωγίμων ἐμποιῆσαι τὸν φόρτον. 60.2 ἤγετο οὖν τὸ νεάζον πρόσωπον ἅπαν, τοῦτο μόνον κατηγορίαν ἔχον, τὸ ἀνθηρὸν τῆς ἡλικίας ἢ τῶν προσώπων τὴν ὡραιότητα. 60.3 κἂν γὰρ ἡ σύγχυσις τῶν λυπηρῶν ἅπαντας πρὸς τὸ σκυθρωπὸν ἦγεν, ἀλλ' ὁ φυσικὸς χαρακτὴρ ἐδήλου ταῖς ὄψεσι τὴν εὐγένειαν· καὶ πρόφασις ἦν τοῖς πολλοῖς τὸ κάλλος, ἐν τοῖς δεινοῖς αὐτοὺς προδιδόμενον. 60.4 ἀλλὰ ποῖον τούτων πρῶτον ἐξείπω; ποῖον δὲ κατ' ἀξίαν ἐλεεινότερον κρινῷ; 60.5 ὁπότε συμμιγής τις καὶ σφοδρὸς ἀνήγερτο θρῆνος διχοτομουμένης τῆς φύσεως, ἀλλήλους τοὺς ἀγχιστεῖς ἀνακαλουμένους καὶ τὸν χωρισμὸν δυσχεραίνοντας. 60.6 καὶ γὰρ ἦν ἰδεῖν τοὺς τῷ πάθει συγκεχυμένους, ἄνδρας γυναῖκας, ἀκμάζοντας παῖδας, ὁμοῦ πάντας δεινὸν ἀλαλάζοντας καὶ ἑαυτοὺς διαρρηγνύντας, καὶ μηκέτι κατέχειν τὴν ἀθυμίαν τῶν τοσούτων ὀχληρῶν ἐξισχύοντας, ἀλλὰ δηλοῦντας ταῖς οἰμωγαῖς τὴν ἔνδον τῆς καρδίας διάθεσιν, ὡς ἅπασα καταπίμπραται τῶν πειρασμῶν ταῖς φλογώσεσιν. 60.7 ὡς γὰρ βιαίως οὕτως ἐξ ἀλλήλων διαιρεθέντες φύρδην ταῖς ὁλκάσιν εἰσήχθησαν, εὐρείαις τε οὔσαις καὶ ἱκαναῖς πλήθεσι πολλοῖς ἐξαρκεῖν, οὐ κατάστοιχα, οὐδ' ὡς ἄν τις εἴποι, ἐν αὐτάρκει τόπῳ τοῦ σωματικοῦ ὄγκου τῶν εἰσελθόντων ἕκαστος τὴν καθέδραν ἐλάμβανεν, ἀλλ' ὡς ἔτυχεν ἅπαξ κατενεχθείς, τοῦτο μόνον ἀπεκεκλήρωτο, μὴ δυνηθεὶς ἐν ὅλαις ταῖς ἐφεξῆς ἡμέραις ἕως μιᾶς παλαιστῆς τόπον ἐφευρεῖν, ἵν' ἀνακλιθεὶς ἀνάπαυσιν δῷ κἂν βραχεῖαν τῷ σώματι. 61.1 Πᾶσαι δὲ αἱ νῆες τῷ τρόπῳ τούτῳ πεπλήρωντο· τέτταρες γὰρ οὖσαι, καθὼς ἔφαμεν, καὶ πεντήκοντα. 61.2 ἔτι δὲ πλῆθος ἦν περιττεῦον, ἄξιον καὶ αὐτὸ κρινόμενον τῆς ἀποδημίας. 61.3 οἱ οὖν βάρβαροι συναγαγόντες τὰς νῆας τῆς πόλεως, αἷς ἐχρῶντό ποτε πρὸς τὸ τὸν σῖτον ἐπικομίζειν οἱ καθ' ἡμᾶς ἔμποροι, ἔτι δὲ καὶ ἃς ἦμεν βυθίσαντες κατὰ τοῦ πορθμοῦ τοῦ λιμένος σοφίσματί τινι ἀνελκύσαντες (ὃ καὶ ἐνήργησαν διά τινων στροφίγγων τοῖς ἐκεῖσε προβόλοις ἐπιτετηδευμένων καὶ τὴν ἐπίνοιαν ἐργώδη δεικνύντων, ἑλισσομένων τινὶ τεχνάσματι καὶ διὰ τῶν ἀπῃωρημένων κάλων ἀνελκυόντων τὸ ὑποκείμενον), οὕτως οὖν καὶ ἄλλων νηῶν πληθὺν εὐπορήσαντες εἰσεκόμισαν ἅπαντας, ὡς μηδένα πώποτε τῶν εἰς τοῦτο τεταγμένων παραλειφθῆναι. 61.4 ἐξ ὧν ἁπάντων οὐκ οἶδα εἴ πού τις τῶν ἀρρένων τὸν ἴουλον ἐτετρίχωτο ἢ κἂν μία τῶν γυναικῶν ἥβασκεν. 61.5 πάντες δὲ καὶ πᾶσαι νέαν ἦγον τὴν ἡλικίαν, καὶ τούτων μάλιστα τὰ ἀρτιγενῆ βρέφη· οὓς ἄν τις καθ' ἕνα λογιζόμενος κατεκλᾶτο, μὴ σθένων ὁρᾶν τὰ καθ' ἕκαστον αὐτῶν ἀτυχήματα. 62.1 Καθ' ἡμῶν δὲ τῶν κατὰ διαφόρους αἰτίας ἐκφυγόντων τὸ ξίφος ἐκηρύχθη τοιαύτη παρὰ τοῦ τυράννου καὶ αὖθις ἀπόφασις, ὥστε τοὺς μὲν ἐξ ἡμῶν, καὶ μάλιστα ὅσους ἔδοξε τὰ τοῦ πλοὸς ἐγκαρτερῆσαι δυναμένους ἐπίπονα, μετ' αὐτῶν ἐκείνων τῶν στρατηγῶν διαιρεθέντας εἰσελθεῖν ἀνὰ πέντε ἐφ' ἑκάστης τῶν βαρβαρικῶν νηῶν, τηρεῖσθαί τε χάριν τοῦ πρὸς τὴν Ταρσὸν διαπεμφθῆναι λόγῳ τῆς εἰρημένης καταλλαγῆς· 62.2 τοὺς λοιποὺς δέ, ὡς μηδέν τι χρηστὸν αὐτοῖς δυναμένους πορίζειν, εἴ γε τῆς ἀποδημίας κατάσχωσι, μᾶλλον μὲν οὖν καὶ ἀνωφελῆ φόρτον αὐτοὺς ἐπισύρεσθαι, ἔδοξεν ἐπαφεῖναι τῇ πόλει, οὐδὲ τοῦτο φειδοῦς τινος ἕνεκεν, οὐδ' ὅτι τῷ θεῷ παρεῖχε, καθώς τινες τοὺς βαρβάρους πράττειν ἀλόγως