1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

35

που κἂν ἐλεύθερον ἀέρα ταῖς ῥισὶν ἐφελκύσωμεν καὶ μὴ πρὸ παντὸς ἄλλου δεινοῦ τῇ τῶν παρόντων ἀναθυμιάσει τὴν πνοὴν ἐπαφήσοιμεν. 69.1 Τὸ δὲ τῶν φθειρῶν πλῆθος ἕτερον ἦν κακὸν ἄφατον· καθάπερ γάρ τις θάνατος ἕρπων τὴν ἁπάντων ζωὴν κατεβόσκετο, ὡς ἐκ τούτου τὰς μορφὰς πάντων ἀλλοιωθῆναι, καὶ ἐν ὑποψίᾳ ζώντων, οὐκ ἀληθείᾳ λογίζεσθαι. 69.2 ὅσας δὲ πληγὰς ἠφίεσαν μανικῶς φερόμενοι καθ' ἡμῶν, ἢ ὅσαις λοιδορίαις καὶ ὀνείδεσι καθ' ἑκάστην ἡμᾶς ἔπλυνον ὥραν, καὶ οἷς ἐφαίνοντο τὴν μῆνιν φυλάττοντες τῶν ἡμερῶν τοῦ πολέμου, ποῖος μὲν λόγος καθιστορῆσαι δυνήσεται, ποία δὲ ἀκοὴ τὴν τούτου παραδέξασθαι τραγῳδίαν; 69.3 ἐμοὶ δὲ ἔκστασις ἐπεισέρχεται, ὁσάκις εἰς ἔννοιαν ἔλθω μόνον τῶν ἀμετρήτων κακῶν ἐκείνων ὧν κατὰ πᾶσαν τὴν περίοδον τοῦ πλοὸς ὑπεμείναμεν, πῶς ἐκαρτερήσαμεν ἐνέγκαι τοσαύτην πολυειδῆ συμφοράν, ἀνθρώπεια σώματα, οἷς ἦν πρὸ τοῦδε τρυφηλὴ καὶ διαρρέουσα δίαιτα καὶ πειρατικαῖς ἀνάγκαις οὐδαμῶς ἐνεθισθεῖσα, πῶς δὲ τὴν ἀνύποιστον καὶ δισσὴν πύρωσιν, τήν τε ἐκ τοῦ φλογμοῦ τῆς δίψης καὶ τὴν ἐκ τῆς θερινῆς ὥρας τὰς φυσικὰς ἰκμάδας ἀναξηραίνουσαν, καὶ τό γε τούτων ἐλεεινότερον, πῶς συνεκρατεῖτο καὶ παρέμενεν ἡμῖν ἡ ψυχή, ὁπότε ταῖς νυξὶν ἐφήπλουν τὰς δερματίνας δέρρεις διὰ πασῶν τῶν νηῶν καὶ πάντας εἴσω τοὺς δυστυχεῖς ἡμᾶς ἐναπέκλειον, ὥσπερ καὶ τοῦ φωτὸς ἡμῖν μετὰ τῶν ἄλλων βασκαίνοντες, ἵνα σκότῳ καὶ καύματι, δυσὶν ἀφύκτοις κακοῖς, τὴν ζωὴν εἰσπραττώμεθα. 69.4 ἀλλ' ἡγοῦμαι ὡς ταῦτα πάντα καρτερεῖν ἡ θεία καὶ προνοητικὴ τοῦ παντὸς ὑπὲρ πᾶσαν ἀνθρωπίνην διάνοιαν ἐνεδυνάμου πρόνοια, ἵν' ἐν ὑστέρῳ γνόντες ἐξ οἵων τότε κακῶν παρ' ἐλπίδας ἐρρύσθημεν ἡμᾶς γε αὐτοὺς καὶ ἄλλους τῷ ὑποδείγματι σωφρονίζωμεν. 70.1 Ἐπειδὴ δ' ὁ καιρὸς ἐκάλει τῆς πρὸς τὰ οἰκεῖα τοὺς βαρβάρους ἀφίξεως, πάλιν ἐκεῖθεν ἀποπλεύσαντες κατήχθημεν εἴς τινα νῆσον καλουμένην Ναξίαν, ἐξ ἧς οἱ τὴν Κρήτην οἰκοῦντες φόρους λαμβάνουσιν· 70.2 ἐν ᾗ γενομένων ἡμῶν οἱ κατ' αὐτὴν ὄντες ἄνδρες δώροις τοὺς ἀρχηγοὺς ἠμείψαντο τῶν νηῶν, οἷς μάλιστα ἐδόκουν αὐτοὺς ἐνδεῶς ἔχειν πρὸς τὴν τοῦ πλοὸς χρείαν. 70.3 πλὴν κἀκεῖ δύο μόνας ἡμέρας προσμείναντες κατηγόμεθα τὴν ἐπὶ Κρήτην (ἐκάλει γὰρ ἡμᾶς ἐπιτήδειον πνεῦμα), ἕως κατήραμεν ἔν τινι τόπῳ Ζωντάριον μὲν παρὰ τῶν ἐγχωρίων ὀνομαζομένῳ, «Ἀντίστροφος» δὲ ἡμῖν τῇ ἀληθείᾳ γνωριζομένῳ· 70.4 πολλοὺς γὰρ τὸ Ζωντάριον ἐκεῖνο τῆς μὲν ζωῆς ἀπεστέρησε, τῷ θανάτῳ δὲ προὔδωκε. 70.5 διὰ δὲ τὸ μὴ τὴν ἀπὸ νότου καὶ τοῦ λιβὸς δεδιέναι βλάβην τοὺς ἐν αὐτῷ καθορμιζομένους, τὴν πρὸς αὐτὸν διατριβὴν τοῦ ναυστάθμου τῆς πόλεως οἱ βάρβαροι προκεκρίκασιν. 70.6 ὡς οὖν κατήχθημεν, ἔγνων οἱ Κρῆτες (προεώρων γὰρ ἡμᾶς τῆς θαλάσσης μακρόθεν) καὶ πρῶτον μὲν τῶν Ῥωμαίων τὸν στόλον ἐφώρασαν ἐπέρχεσθαι τῇ νήσῳ, ἐξ οὗ καὶ περιδεεῖς ἐγένοντο διὰ τὸ μὴ προπαρασκευάσθαι πρὸς πόλεμον. 70.7 ἔπειτα γενομένων ἡμῶν ἐγγύθεν, ἐπειδὴ ἐπέγνων τινὰ γνωρίσματα τῶν νηῶν, πεφθάκασι τὸν τόπον μετὰ πολλῆς θυμηδίας τοὺς ἀμφ' αὐτοὺς δεξιούμενοι, καὶ ὥσπερ τῇ κοινωνίᾳ τῶν τρόπων τὸ γνήσιον τῆς πρὸς ἀλλήλους στοργῆς ἐνδεικνύμενοι· 70.8 ἀεὶ γάρ, ὡς ὁ λόγος, τὸ ὅμοιον τῷ ὁμοίῳ προστρέχει. 70.9 τότε δὴ πρῶτον ἅπαντες τῶν νηῶν ἐξῆλθον οἱ βάρβαροι, καί τινος ἡμᾶς τυχεῖν ἀνέσεως τῆς ἐν ἀλλήλοις στενοχωρίας ἠξίωσαν, μετέδωκαν δὲ καὶ τῶν κατὰ τὸν τόπον ὑδάτων πολλῶν ὄντων καὶ ἀφθόνως τοῖς κύμασι τῆς θαλάσσης περιρρεόντων. 70.10 καὶ οὕτω τὴν νύκτα πᾶσαν τῶν συνεχῶν ἀνεθέντες πόνων ἐδοκοῦμεν τῇ ἑξῆς χρηστοτέρων τινῶν μετασχεῖν, ἅτε πεπληθυσμένης οὔσης τῆς νήσου καὶ πολλὴν ἐχούσης τῶν χρειῶν δαψίλειαν. 70.11 οὐκ ᾔδειμεν δὲ παραπλησίοις ἐν αὐτῇ τῶν πρῴην ὁμιλεῖν χαλεποῖς, ἢ καὶ χείροσι, καὶ διὰ ταῦτά γε μᾶλλον ἐκεῖνα πάσχειν, ὡς ἂν δι' ἐκείνων τούτοις συντηρηθῶμεν. 71.1 Ἤδη γὰρ τῆς νυκτερινῆς σκιᾶς σχεδασθείσης, τοῦ δὲ φωτὸς ἀρχομένου τὸν ὄρθρον ἐπανατέλλειν, κυριακῆς ἡμερῶν ἐπιφωσκούσης, ἀλαλαγμὸς ἐφ' ἑκάστης νηὸς ἠκούετο, ὥσπερ τινὰ