1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

15

28.7 τούτου ἕνεκεν πᾶσαν ἐκείνην ἐπαγρυπνοῦντες ἐτελοῦμεν τὴν νύκτα, οὐδὲν ἑαυτοὺς τῶν προηγωνισμένων μεμφόμενοι· 28.8 πρὸς τοσοῦτον γὰρ ἤλθομεν θάρσος ὡς καὶ αὐτὸν τὸν καθηγούμενον τῶν βαρβάρων ἐν θαύματι γεγονέναι καὶ περὶ πολλοῦ ποιεῖσθαι μαθεῖν ὕστερον τὴν αἰτίαν, πῶς πρὸς ἑκάστην προσβολὴν οὕτως ἀνδρείως ἀντέστημεν, καὶ ὧν περὶ ἡμῶν ἠκηκόει, πῶς τὰ ἐναντία ἐξέβη, τῆς ἐλπίδος αὐτοῦ περιτραπείσης. 29.1 Ἀλλ' ἐπειδὴ κῆρυξ ἦν ἐπιστὰς ὁ ὄρθρος τῆς δευτέρας τοῦ πολέμου ἡμέρας, καὶ τῶν πραχθέντων ἤδη χαλεπώτερα καθ' ἡμῶν ὑπὸ τῶν βαρβάρων ἐπινενόητο, ἔκαμνον πάλιν οἱ στρατηγοὶ ταῖς φροντίσι τὸν ἑκάστου θυμὸν διεγείροντες καὶ τὸ καθ' ἑαυτοὺς πρόθυμον εἰσηγούμενοι. 29.2 τῆς ἡλιακῆς οὖν ἀκτῖνος τὸν ἀέρα περιλαμψάσης ἐφώρμησαν καὶ αὖθις τῶν νηῶν ἐκβάντες οἱ βάρβαροι τῷ τείχει, διασπαρέντες καὶ κατά τινας τόπους ταῖς φάλαγξιν ἑαυτοὺς διελόμενοι, κατὰ δὲ τὰς διεξόδους τῶν πυλῶν μᾶλλον συρρεύσαντες ὅλην ἐκίνουν τὴν καθ' ἡμῶν αὐτῶν πανοπλίαν. 29.3 οἱ μὲν γὰρ αὐτῶν τοῖς τόξοις, ἕτεροι δὲ χειροποιήτῳ βροντῇ τῶν λίθων ἐκέχρηντο· ἄλλοι τοῖς πετροβόλοις ἐγκαθήμενοι τὰς ὑπερμεγέθεις ἐκείνας τῶν πετρῶν χαλάζας μετεωρίζοντες ἔπεμπον. 29.4 καὶ πολυειδής τις ἦν ὁ καθ' ἡμῶν ἀπειλούμενος φόνος, καὶ πανταχόθεν προσπίπτων φοβερὰν ἐποίει τὴν πεῖραν τοῖς προστυγχάνουσι. 29.5 καὶ γὰρ κατὰ μόνης τῆς ῥηθείσης πύλης ἑπτὰ παρέστησαν πετροβόλους πάντοθεν περιπεφραγμένους, οὓς διερχόμενοι τὴν Θάσον πρὸς τὴν τοιαύτην χρείαν προπαρεσκεύασαν. 29.6 καὶ μὴν ξυλοσυνθέτους τινὰς κλίμακας ἀντικρὺ τούτων τῷ τείχει προσπελάσαντες ἀνιέναι δι' αὐτῶν ἐπειρῶντο, τοῖς ἀπὸ τῶν πετροβόλων ἀφιεμένοις λίθοις τὸ ἀσφαλὲς ἑαυτοῖς συντηρούμενοι· 29.7 οὐ γὰρ εἴων ἐνδελεχῶς ἐνεργοῦντες ἐκεῖνοι προκύπτειν ἀβλαβῶς τοῦ μετεώρου τείχους τινά. 29.8 καὶ δὴ εἰς ἔργον αὐτοῖς ἔφθασεν ἂν τὰ βεβουλευμένα, ἤδη τὴν κλίμακα ταῖς ἐπάλξεσι τοῦ προτειχίσματος ἀνελκύσασιν, εἰ μὴ θεία τις δύναμις ἄνδρας τινὰς τολμηροὺς καταπηδῆσαι τῷ τόπῳ ἐνίσχυσεν, οἳ καὶ δόρασι τρώσαντες τοὺς βαρβάρους πρὸς τοὐπίσω σὺν τῇ κλίμακι τούτους ἐναπεκρήμνισαν. 29.9 οὕτω δὲ καὶ τὴν ἐπίνοιαν ταύτην εἰς μηδὲν προβᾶσαν ἑωρακότων φυγῇ τε χρησαμένων ὡς καὶ τὴν κλίμακα καταλιπεῖν, εἰς τοσοῦτον ἡμεῖς ἤλθομεν θάρσος ὡς καὶ γελᾶν κατ' αὐτῶν, καὶ προθυμότερον τῆς ἄλλης ἡμέρας τοῖς τε βέλεσι χρῆσθαι καὶ τοῖς ἀπὸ τῶν πετροβόλων λίθοις, καὶ μηκέτι συγχωρεῖν αὐτοῖς κἂν πρὸς βραχὺ προσιέναι τῷ τείχει, κἂν ὅτι πρὸς μανικώτερον ἐξαφθέντες καὶ αὐτοὶ δίκην συῶν ἀγρίων τοὺς ὀδόντας παρέθηγον, καὶ εἴ πως ἐνῆν, ζῶντας ἐθέλειν ἡμᾶς ἐν αὐτοῖς διαρρήξασθαι. 29.10 οἷον γὰρ ἦν αὐτῶν φοβερὸν ἀκούειν καθ' ἡμῶν μεμηνότων! πῶς τῆς ὑπερβαλλούσης ὀργῆς ἐποιοῦντο τὴν ἔνδειξιν, ὁπότε βύθιον ἔβρυχον καὶ τοῖς ἐκ τοῦ στόματος πεμπομένοις ἀφροῖς τὸ δαιμονιῶδες αὐτῶν παρεδείκνυτο, 29.11 οὐδὲ τροφῆς μεταλαβεῖν διὰ πάσης ἐκείνης τῆς ἡμέρας βουλόμενοι, ἀλλ' ἀκορέστως ἔχειν τοῦ πολέμου ἐν οὕτω λαβροτάτῳ καύματι, καὶ μηδ' ὅτι σώματα περίκεινται καὶ καμάτῳ δαμαζόμενα καὶ τῷ ὑπὲρ κεφαλῆς ἡλίῳ καυσούμενα παντελῶς αἰσθανόμενοι, τοῦτο δὲ μόνον διὰ φροντίδος ἔχοντες, ἢ πορθῆσαι τὴν πόλιν καὶ τὸν καθ' ἡμῶν ἀναπλῆσαι θυμόν, ἢ μὴ προβαίνοντος τούτου καὶ τῆς ζωῆς ἀπειπεῖν καὶ ἑαυτοὺς τοῖς ὅπλοις διαχειρίσασθαι. 29.12 θυμὸς γὰρ ἅπαξ βαρβαρικὸς ἐξαφθεὶς οὐ πρότερον τῆς κινούσης αὐτὸν ἀλογίστου ὁρμῆς ἀπολήξειε, μέχρις ἂν ἢ τοῦ οἰκείου αἵματος ἢ τοῦ ἐξ ἐναντίας ἀντιπράττοντος ἴδῃ τὴν ἔκχυσιν. 30.1 Ἀλλ' ἐπειδὴ τὸ προσπελάζειν αὐτοὺς τῷ τείχει οὐκ ἀκίνδυνον ἦν, πάντα τοῖς βέλεσι καὶ τοῖς πετροβόλοις ἐπέτρεπον. 30.2 στιχηδὸν γὰρ ἑαυτοὺς κατατάξαντες, καὶ τοσοῦτον ἀποστάντες ὅσον τὰς βολὰς αὐτῶν μήπω τῆς ὁρμῆς ὑπενδιδούσης τῇ πόλει προσπίπτειν, ταῖς ἀσπίσι τε φραξάμενοι καὶ ὅλοι τῆς ἀγωνίας γενόμενοι, ἵσταντο καθάπερ τινὲς ἀνδριάντες ἐκ χαλκοῦ ἤ τινος ἄλλης στερροτέρας ὕλης συμπεπηγότα ἔχοντες σώματα, μυρίῳ τινὶ καὶ ἀνεκδιηγήτῳ