1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

10

πόλει κατηγγυᾶτο (εἰς τοῦτο γὰρ ἔλεγεν ἀφῖχθαι), καὶ εἴ τι δέοι πράττειν, ἑτοίμως ἔχειν καθυπετίθετο. 19.4 πλὴν ὅτι συνέβη 19.4 τι καὶ τοιοῦτον γενέσθαι μεταξὺ τῆς προσδοκίας τῶν πολεμίων ἐξ ἐπινοίας τοῦ σκανδαλουργοῦ καὶ πονηροτάτου δαίμονος. 19.5 ὁ γὰρ ἤδη λεχθεὶς στρατηγὸς τούτῳ δὴ τῷ νεωστὶ παραγενομένῳ Νικήτᾳ αὐτοῦ που περὶ τὴν οἰκοδομὴν τοῦ τείχους κατ' ἀρχὰς ἐντυχὼν ἵππῳ ἐφεζόμενος, ὡς τὴν συνήθη πρὸς τὸν φίλον ἔδοξεν ἐκπληρῶσαι τῷ ἀσπασμῷ προσηγορίαν, καὶ αὐτὸν ἵππῳ ἐγκαθεζόμενον, τοῦ ῥυτῆρος ἀμελήσας δεινόν τι πέπονθε πρᾶγμα καὶ πολλῶν δακρύων ἐπάξιον. 19.6 ἐκταραχθέντες οἱ ἵπποι, καὶ πλέον οὗτος ἐφ' ὃν ὁ στρατηγὸς κεκαθίκει, τῇ φυσικῇ μανίᾳ πληγεὶς τόν τε αὐχένα σιμώσας καὶ τὴν κόμην φρίξας, ὄρθιον ἀρθεὶς τῆς ἕδρας αὐτὸν ἀπεβάλετο, καὶ ἐκ τοῦ πρὸς οὐρὰν κυβιστήσας καὶ πρὸς τοὔδαφος ῥιφεὶς τὸν δεξιόν τε μηρὸν καὶ τὰ πρὸς τὴν κοτύλην μέλη θλασθεὶς ἐλεεινὸς ἦν καὶ αὐτῆς τῆς ζωῆς ἀπειπών· 19.7 ὃν οἱ τῆς στρατιωτικῆς τάξεως δορυφόροι παραχρῆμα ταῖς χερσὶν ἀνελόμενοι ἀπῆγον οἴκαδε, μηδὲν ὡς εἰκὸς περὶ τῶν προκειμένων πραγμάτων τοῦ λοιποῦ φροντιούμενον. 19.8 ἔκειτο δὴ οὖν ὁ ἀνὴρ ὀδύναις ἀφορήτοις βληθείς, οὐκ ἔχων ᾧτινι πρῶτον τὸν νοῦν ἐπαφήσει. 19.9 εἷλκε μὲν γὰρ αὐτὸν ἡ φροντὶς τοῦ προσδοκωμένου κινδύνου, πῶς καὶ τίνα τρόπον περισώσει τὴν πόλιν ἐκ τῆς ἐπιδρομῆς τῶν βαρβάρων· 19.10 ἀνθεῖλκε δὲ τοῦτον πρὸς ἑαυτὸν πλέον ἡ δριμεῖα ὀδύνη καὶ τὸ θάνατον ἀπειλεῖν τῶν πληγέντων μελῶν τὸ πάθος, καὶ ἀνέπειθε μηδὲν ἕτερον προτιμᾶν τῆς ἑαυτοῦ σωτηρίας. 19.11 καὶ οὕτως ἐν μεθορίῳ δύο χαλεπῶν κείμενος καὶ ἐξ ἑκατέρου νικώμενος πρὸς πᾶσαν ἐνέργειαν ἦν τῶν δεόντων ἀνεπιτήδειος. 19.12 πλὴν διὰ τὸ κατεπεῖγον τοῦ καιροῦ πύργους τινὰς ξυλοσυνθέτους τῷ διερρυηκότι μέρει τοῦ τείχους ἡμεῖς δομησάμενοί τε καὶ προσπελάσαντες ὀλίγην τινὰ παρέσχομεν ἑαυτοῖς χρηστῆς ἐλπίδος ἀναψυχήν, ὡς δῆθεν ἀφ' ὕψους τοὺς ἀπὸ τῆς θαλάσσης ἐρχομένους ἀπείργειν καὶ μὴ παραχωρεῖν αὐτοῖς πλησίον ἰέναι τοῦ τείχους καὶ τὰς κακοβουλίας αὐτῶν ἐνεργεῖν. 19.13 ταῦτα δὲ σπευδόντων ἦν ἐφευρέματα, τῆς ἀνάγκης τοῦ φόβου τὰς ἐπινοίας τῶν ματαίων ὑποβαλούσης, εἰ καὶ ὅτι, καθώς τις ἔφη σοφός, εὐμήχανόν ἐστιν ἅπαν τὸ πιεζόμενον. 19.14 οὐκ ἦν γὰρ ὅστις ἐν ἡμῖν βεβαίως κατὰ τοῦ μέλλοντος σκέψεται ἢ τῆς τῶν ἐλπιζομένων ἐκβάσεως. 20.1 Ὅμως ἐπειδὴ τοῦ στρατηγοῦ πληγέντος ἡ περὶ ἡμῶν ἅπασα φροντὶς εἰς τὸν ῥηθέντα μετῄει Νικήταν, ἤρχετο καὶ αὐτὸς τὰ παρ' ἑαυτοῦ τὸ κατὰ δύναμιν ἐπιδείκνυσθαι, ἔλεγε δὲ καὶ τῶν πλησιοχώρων Σκλαβήνων, τῶν τε ὑφ' ἡμᾶς τελούντων καὶ τῶν ὑπὸ τὸν στρατηγὸν Στρυμόνος, πλῆθος πολὺ προστετάχθαι συνελάσαι τῇ πόλει, τῆς τοξικῆς ἐμπείρων, ὡς ἂν μηδ' ἡμεῖς τυχὸν εὑρεθῶμεν τῆς τῶν ἐναντίων ἐνδέοντες πανοπλίας, ἀλλ' ἔχωμεν οἷς τὴν πρώτην αὐτῶν ἀποκρουσόμεθα προσβολήν. 20.2 ὃ καὶ εἰς ἔργον ἄγειν προεθυμεῖτο· 20.3 ἐπιστολὰς γὰρ χαράξας διὰ πάσης ἐξέπεμψε τῆς περιχώρου, ἥκειν τὸ τάχος πρὸς ἡμᾶς τοὺς ἀμφὶ τοὺς Σκλαβήνους κατεπισπεύδων, ἕκαστον αὐτῶν ὡς οἷόν τε ἦν ὁπλισάμενον. 20.4 ἐξ οὗ δὴ καὶ συνέρρεον ὀλίγοι μέν τινες ἀφελεῖς, οὐχ ὅσοι δὲ τὴν χρείαν ἐπλήρουν, ἀλλὰ καὶ λίαν εὐαρίθμητοι καὶ πρὸς τὴν μάχην παντελῶς ἀπαράσκευοι. 20.5 τοῦτο δὲ συνέβαινεν ἐκ τοῦ σκαιούς τινας εἶναι καὶ πονηροτάτους τοὺς ἐμπεπιστευμένους αὐτοὺς ἄρχοντας, τὸ οἰκεῖον μᾶλλον συμφέρον ἤπερ τὸ τοῦ κοινοῦ σκοποῦντας καὶ τῷ πλησίον ἐξ ἔθους ὄντας ἐπιβουλεύεσθαι δωροληψίαις τε ἐπιμαινομένους καὶ μηδὲν ἄλλο προτιμᾶν τῆς τούτου ἐμμελετήσαντας κτήσεως. 20.6 καὶ δὶς γὰρ καὶ τρὶς καὶ πολλάκις διὰ γραμμάτων ἐκφοβεῖν πειρωμένου τοῦ προλεχθέντος Νικήτα τὸν στρατηγὸν Στρυμόνος καὶ τῆς βραδυτῆτος αὐτὸν καταιτιωμένου, καὶ ὡς εἴ τι πάθοι κινδύνου παρόντος ἡ πόλις, αὐτῷ μόνῳ τὴν αἰτίαν ἐπὶ τοῦ κρατοῦντος καταψηφίσεται, 20.7 οὐδὲν ἧττον ἢ πρότερον εἶχε τῆς συνήθους ἐκεῖνος κακοβουλίας ἐχόμενος· πρῶτον μὲν τοῦ θείου ἔπειτα δὲ τοῦ ἀνθρωπίνου φόβου ὑπεριδὼν καὶ τὴν ἀπώλειαν τῆς