1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

9

ὑπερανέχειν ἐκ τοῦ κατὰ πρύμναν μέρους, καὶ ἀπὸ μετεώρου δύνασθαι τοὺς ἐν ταῖς ἐπάλξεσιν ὄντας κατατιτρώσκειν, 17.5 ἐβουλεύσατο φραγμόν τινα καὶ τετεχνημένην ἐνέδραν ἐν αὐτοῖς ἐγκρύψαι τοῖς ὕδασιν, ὡς ἂν καὶ τῇ πόλει τὸ ἀσφαλὲς καὶ τοῖς ἐχθροῖς ἐμπόδιον κατ' αὐτὸ γένηται. 17.6 πολλοὶ γὰρ ἦσαν ἐκ μονολίθου γεγλυμμένοι τύμβοι κατά τε τὸ πρὸς ἀνατολὴν καὶ δύσιν μέρος τῆς πόλεως, ἐν οἷς πάλαι τοὺς ἑαυτῶν νεκροὺς οἱ τήνδε κατοικοῦντες ἐνεταφίαζον Ἕλληνες· 17.7 οὓς καὶ συνάγων καί τινι παραδόξῳ μεθόδῳ, ἣν αὐτὸς μόνος ἐξεῦρε, τῇ θαλάσσῃ βυθίζων, καὶ ὡς ἀπὸ μικροῦ τινος διαστήματος στοιχηδὸν τούτους τοῖς ὕδασιν ὑποκρύβων, θαλάσσιόν τε καὶ ξένον ἔρυμα καὶ τοῦ πρὸς ὕψος τῇ χέρσῳ προβεβλημένου τείχους ὀχυρώτερόν τε καὶ ἀσφαλέστερον τῇ ἀληθείᾳ κατετεχνάζετο. 17.8 καὶ δὴ καὶ εἰς ἔργον ἂν ἐξέβη πᾶσαν ἀσφάλειαν τῇ πόλει περιποιούμενον, ὡς μηδὲ δύνασθαι τὰς νῆας πλησιάσαι τὸ παράπαν καὶ τῆς ἑαυτῶν μεταδοῦναι βλάβης, εἰ μὴ καὶ τοῦτο διὰ τὴν μοχθηρίαν ἡμῶν ἐκωλύθη καὶ εἰς οὐδὲν προεχώρησεν. 18.1 Ἤδη γὰρ περὶ τὰ μέσα που τοῦ κινδυνώδους τόπου πεφθακότος τοῦ τοιούτου διαποντίου φραγμοῦ καὶ πᾶσαν ἡμῶν ὑπόνοιαν ἐπίφοβον καὶ πονηρὰν ὑποτέμνοντος, ἧκέ τις ἕτερος, καὶ αὐτὸς πρὸς τοῦ βασιλέως πεμφθείς, τὸν εἰς τοῦτο ταχθέντα Πετρωνᾶν σπουδαίως μεταπεμπόμενος καὶ τὴν φροντίδα πᾶσαν τῆς πόλεως εἰς ἑαυτὸν μετατιθείς· 18.2 Λέων δὲ οὗτος ἐκαλεῖτο, πάσης τῆς περιχώρου προχειρισθεὶς στρατηγὸς καὶ πᾶσαν ἐπιμέλειαν τῶν πρὸς τὴν μάχην εὐτρεπιζομένων πραγμάτων ἀναδεξάμενος. 18.3 ᾧ καὶ ἔδοξε τὴν τοῦ ἔργου τούτου σχολάσαι τέως φροντίδα καὶ τοῦ τείχους τὴν οἰκοδομὴν ἐξανύεσθαι. 18.4 ἅμα γὰρ ἧκε, καὶ μεθίστησιν εὐθὺς τὸν δῆμον ἅπαντα τὸν εἰς τοῦτο τεταγμένον πρὸς τὸ τὰς χρειώδεις ὕλας τοῖς τεχνίταις ἐπικομίζειν, ὡς ἂν τῇ πολυχειρίᾳ τυχὸν καὶ τῇ τῶν δεόντων δαψιλεῖ χορηγίᾳ τὸ σπουδαζόμενον εἰς ἔργον ἄγοιτο. ἤδη μὲν οὖν πάλιν τὰ τῆς οἰκοδομῆς ἦν ἐνεργῆ. 18.5 ἀλλ' ὅσον ἐδόκει τὸ πρὸς ὕψος ἐγειρόμενον τοῦ τείχους τὴν τῶν ἐναντίων ἀπείργειν κακόνοιαν, τοσοῦτον ἐφαίνετο τὸ λεῖπον τοῖς πολίταις ἡμῖν παντὸς κινδύνου καθυπεμφαῖνον ὑπόνοιαν. 18.6 οὔτε γὰρ ἅπαν διορθωθῆναι δυνατῶς εἶχε πολλῷ μήκει διατεινόμενον πρὸς τὸ μηκέτι τὴν ἐξ αὐτοῦ συμφορὰν ἡμᾶς ὑποπτεύειν, καὶ ὁ χρόνος τὴν τῶν πολεμίων ἔφοδον ἐφεστάναι προεμαρτύρατο μήπω τοῦ μέσου χώρου τῆς οἰκοδομῆς ἁψαμένης, ἐξ οὗ καὶ τὴν βλάβην ὑποπτευόμεθα. 18.7 ἀγγελίαι γὰρ τῶν προτέρων φοβερώτεραι καὶ συχνότεραι τὰς ἁπάντων ἡμῶν ἀκοὰς περιεθρύλλουν, καὶ τοὺς βαρβάρους ἐγγίζειν ἤδη τὸ πλεῖστον τοῦ πλοὸς διανύσαντας. 18.8 οὐκ ἦν γὰρ ὅπου καὶ πρὸς μικρὸν αὐτοὺς ἐμβραδῦναι, διὰ τὸ τὰς πλείονας νήσους ὑπ' αὐτῶν προεκπορθηθῆναι, καὶ τὰς πρὸς θάλασσαν ἐχούσας πόλεις τὴν οἴκησιν τῇ καταπλήξει μόνῃ τῆς ἀκοῆς αὐτῶν πρὸς φυγὴν ἐκτραπῆναι, καὶ μηδὲν ὑπάρχειν ὃ τὴν ὁρμὴν αὐτῶν ἢ τὴν τῶν ὅπλων συνέχειαν ἐξαρκεῖν ὑπομεῖναι. 18.9 τέτταρας γὰρ ὁμοῦ καὶ πεντήκοντα τὰς βαρβαρικὰς εἶναι προέλεγον νῆας, οὐδὲν ἧττον πόλεως ἑκάστης αὐτῶν τῷ μεγέθει καὶ ταῖς ἄλλαις κατασκευαῖς τυγχανούσης, ἐν αἷς ἦν παμμιγής τις ὄχλος ἀπονενοημένων καὶ μανιωδῶν, τῶν τε τὴν Συρίαν οἰκούντων Ἰσμαηλιτῶν καὶ τῶν ὁμορούντων Αἰγυπτίοις Αἰθιόπων, πάντων αἱμοβόρων καὶ θηριογνωμόνων ἀνθρώπων, πολλὴν τὴν ἐν τοῖς φόνοις ἐπιστήμην ἐξησκημένων καὶ ταῖς λῃστρικαῖς ἐπινοίαις τὰς σφαγὰς ἐμμελετησάντων, ὡς μὴ δύνασθαί τινα κἂν ἀκοῇ τὴν τούτων ἐκδέξασθαι πεῖραν, ἀλλὰ σπεύδειν ἕκαστον ὑποχωρεῖν τῆς ἐνεγκαμένης, κρεῖττον ἡγούμενον τὴν μετὰ θηρῶν ἀγρίων ἐν τοῖς ὄρεσιν οἴκησιν ἢ τὸ ὑπ' αὐτῶν ληφθῆναι καὶ πολυώδυνον ἀπενέγκασθαι θάνατον. 19.1 Πλὴν ἐν τούτοις τούτων ἐχόντων πάλιν φοβερώτερός τις τῶν ἤδη λεχθέντων ἐλήλυθεν ἄγγελος, τῶν βαρβάρων τὴν ἔφοδον πλησιέστερον οὖσαν ἅπασι προδηλῶν. 19.2 Νικήτας δὲ οὗτος ἐκαλεῖτο, στρατηγὸς τὴν ἀξίαν καὶ τὴν ἐν τοῖς βουλεύμασιν εὐταξίαν. 19.3 οὗτος ἐλθὼν συνεπαμῦναι τῇ