1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

4

ὑψηλῶν καὶ μεγάλων παρατεινόμενον, ἔνθα καὶ πόλις τις Βέρροια καλουμένη κατῴκισται, καὶ αὐτὴ περιφανεστάτη τοῖς οἰκήτορσί τε καὶ πᾶσι τοῖς ἄλλοις οἷς αὐχεῖ πόλις τὴν σύστασιν. 6.6 ἐμπεριέχει δὲ τῷ διὰ μέσου χώρῳ τὸ πεδίον τοῦτο καὶ ἀμφιμίκτους τινὰς κώμας, ὧν αἱ μὲν πρὸς τῇ πόλει τελοῦσι, ∆ρουγουβῖταί τινες καὶ Σαγουδάτοι τὴν κλῆσιν ὀνομαζόμενοι, αἱ δὲ τῷ συνομοροῦντι τῶν Σκυθῶν ἔθνει οὐ μακρὰν ὄντι τοὺς φόρους ἀποδιδόασιν. 6.7 πλὴν γειτνιάζουσιν ἀλλήλαις αἱ κῶμαι τὴν οἴκησιν, καὶ ἔστι καὶ τοῦτο πρὸς τοῖς ἄλλοις Θεσσαλονικεῦσιν οὐ μικρῶς συμβαλλόμενον, τὸ πρὸς τοὺς Σκύθας διὰ τῶν ἐμπορικῶν μεθόδων συναναμίγνυσθαι, καὶ μάλισθ' ὅταν ἔχωσι πρὸς ἀλλήλους καλῶς καὶ μὴ κινῶσιν ὅπλα τὴν μάχην ἐξαγριαίνοντα· ὃ δὴ καὶ πολλῷ τινι τῷ πάλαι χρόνῳ παρ' ἑκατέρων μελετηθέν, κοινότητα ζωῆς τὰς χρείας ἀλλήλοις ἀμείβουσι, θαυμασίαν τινὰ καὶ βαθεῖαν εἰρήνην ἐν ἑαυτοῖς συντηρούμενοι. 6.8 ποταμοὶ δέ τινες παμμεγέθεις ἐκ τῆς Σκυθῶν ἐξορμώμενοι καὶ τὸ προλεχθὲν πεδίον καθ' ἑαυτοὺς διελόμενοι πολλὴν δαψίλειαν καὶ αὐτοὶ τῇ πόλει παρέχονται ταῖς τε χορηγίαις ταῖς ἀπὸ τῶν ἰχθύων καὶ ταῖς δι' αὐτῶν ἀπὸ τῆς θαλάσσης τῶν νηῶν ἀναδρομαῖς, δι' ὧν ἐπινοεῖται ποικίλη τις πρόσοδος τῶν χρειῶν τῶν ὑδάτων ἐκείνων συγκαταρρέουσα. 7.1 Ἀλλὰ γὰρ ἔλαθον ἐμαυτὸν μακρόν, ἢ ὡς ἀπ' ἀρχῆς ὑπεσχόμην, τὸν περὶ τούτων παρατείνας λόγον. 7.2 πεποίηκε δὲ τοῦτο ὁ περὶ τὴν πατρίδα πόθος, ἡδέως τῇ τε μνήμῃ συνεφελκόμενος, καὶ ταῖς ἀνατυπώσεσιν οἷον δοκῶν συνεῖναι τοῖς λεγομένοις, καὶ τὸ πρόθυμον καὶ ζητητικὸν τῆς σῆς φιλομαθοῦς ἀκοῆς, ἣν ἐξ ἀρχῆς παραθέσθαι πᾶσαν ἡμῖν καθυπέσχου, μηδενὸς ἄλλου περισπῶντος αὐτὴν ἢ τοῦδε τοῦ διηγήματος ὑποσύροντος. 7.3 ταῦτα δὲ οὕτως ἔχει. φιλοῦσι γὰρ ἀεὶ τὰ ποθούμενα τῶν πραγμάτων ἀνάγκης δεσμοῖς καὶ τὸν λέγοντα περὶ αὐτῶν κατέχειν καὶ τὸν ἀκούοντα· καὶ οὐκ ἂν οὕτως εὐχερῶς καὶ ῥᾳδίως οὔτε ὄψις τῶν ἡδίστων θεαμάτων οὔτε ἀκοὴ τῶν τερπνῶν ἀποστήσεται ἀκουσμάτων, οὔτε λόγος ἡδὺς τῆς ὁρμῆς ἀνακοπήσεται, μέχρις ἂν φθάσῃ τὸ πέρας πρὸς ὃ κατ' ἀρχὰς ἐπείγεται. 7.4 πλὴν εἰ δοκεῖ, καὶ πάλιν ἀναδράμωμεν πρὸς αὐτὴν ἐκείνην τὴν πόλιν· μέχρι γὰρ τίνος ὡς ἐν κατόπτρῳ τὸν ἀνδριάντα διαμορφοῦμεν, καὶ ταῖς ἔξωθεν τῶν χρωμάτων ποικιλίαις ἀπεικονίζειν πειρώμεθα τὸ ἀρχέτυπον, ἐξὸν αὐτοῖς ἐκείνοις ἐντυχεῖν διὰ τῶν καιρίων διηγημάτων τοῖς πράγμασιν, ὡς ἂν γνωριμώτερον εἴη τὸ ἀμυδρῶς πως παραδηλούμενον; 7.5 Θεσσαλονίκην γάρ, ὁποία 7.5 τυγχάνει, τῷ λόγῳ διαγράψαι καθ' ὅσον οἷόν τε κατ' ἀρχὰς ὑποσχόμενοι, καὶ τίς οὖσα πρότερον εἰς τί κεχώρηκεν ὕστερον, τοῖς περὶ αὐτὴν ὥσπερ ὑποκλαπέντες, καὶ τοῖς ἔξωθεν, ὡς ἂν εἴποι τις, μέχρι τοῦδε σχολάσαντες διηγήμασι, κινδυνεύομεν βραδύνοντες τὴν τῶν καιρίων ἐξήγησιν. 7.6 χρεὼν οὖν ἐστι καὶ πάλιν πρὸς αὐτὴν ἐπανιέναι τῷ λόγῳ καὶ τὸ πρῶτον περὶ αὐτὴν καταμαθεῖν κάλλος, εἶθ' οὕτω γε τοῦ πάθους ἐξειπεῖν ἐν ὑστέρῳ τὸ μέγεθος, ἵνα ὅσον φανείη τῶν ἄλλων πόλεων ἀσυγκρίτως ὑπερτερεύουσα, τοσοῦτον ἀξία κριθείη παρὰ πασῶν θρηνεῖσθαι καὶ κατοικτίζεσθαι. 8.1 Εἴπομεν ὡς εὐρεῖά τίς ἐστι καὶ μεγάλη ἡ πόλις καὶ τῷ περιέχοντι πολὺν τὸν διὰ μέσου χῶρον ἐναποκλείσασα. 8.2 ἀλλ' ὅσον μὲν τοῦ τείχους τὴν χέρσον ἀποσκοπεῖ, ἐρυμνότατόν τέ ἐστι καὶ τῷ πάχει τῆς οἰκοδομῆς κατωχυρωμένον, τῷ ἔξωθέν τε προτειχίσματι τὸ ἀσφαλὲς πάντοθεν συντηροῦν, προβόλοις καὶ ἐπάλξεσιν ἅπαν καταπεπυκνωμένον, καὶ μηδεμίαν ἀνάγκην φόβου τοῖς οἰκήτορσι παρεχόμενον. 8.3 τὸ δὲ πρὸς νότον αὐτοῦ χθαμαλόν τέ ἐστι παντελῶς καὶ πρὸς πόλεμον ἀπαράσκευον· οἶμαι γὰρ τῷ μηδεμίαν ὑφορᾶσθαι προσβολὴν βλάβης ἐκ τοῦ πρὸς θάλασσαν ὁ τεχνίτης πάλαι τῆς οἰκοδομῆς κατημέλησε. 8.4 φέρεται δέ τις καὶ παλαιὸς λόγος μέχρις ἡμῶν φθάσας, ὡς ἀτείχιστος ἦν ἐξ ἐκείνου τοῦ μέρους ἡ πόλις χρόνους πολλούς, εἰ μὴ τῷ δέει ποτὲ τοῦ Μήδων Ξέρξου, πλωτὴν γῆν τεκτηναμένου καὶ κατὰ τῆς Ἑλλάδος στρατοπεδεύσαντος καὶ πολλῶν νηῶν πληθὺν ἐπιφερομένου, ὁ τῶν Ῥωμαίων τὰ